The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΑ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Ἀπόδοσις τῆς ἑορτῆς τῆς Ὑψώσεως, καὶ μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κοδράτου, τοῦ ἐν Μαγνησίᾳ.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

     Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, εἰ μὲν ἐστι Κυριακή, στιχολογοῦμεν τό, Μακάριος ἀνήρ, τὸ Κάθισμα ὅλον, εἰδὲ μή, μετὰ τὸν Προοιμιακόν, εὐθὺς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν δὲ Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά.

Ἦχος πλ. β’

Ὅλην ἀποθέμενοι.

Σταυρὸς ἀνυψούμενος, τοῦ ἐν αὐτῷ ὑψωθέντος, τὸ πάθος τὸ ἄχραντον, ἀνυμνεῖν προτρέπεται κτίσιν ἅπασαν· ἐν αὐτῷ κτεὶνας γάρ, τὸν ἡμᾶς κτείναντα, νεκρωθέντας ἀνεζώωσε, καὶ κατεκάλλυνε, καὶ εἰς οὐρανοὺς πολιτεύεσθαι, ἠξίωσεν ὡς εὔσπλαγχνος, δι᾿ ὑπερβολὴν ἀγαθότητος· ὅθεν γεγηθότες, ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ, καὶ τὴν αὐτοῦ μεγαλύνωμεν, ἄκραν συγκατάβασιν. ίς)

Μωσῆς προετύπου σε, χεῖρας ἐκτείνας εἰς ὕψος, καὶ κατατροπούμενος, Ἀμαλὴκ τὸν τύραννον, Σταυρὲ τίμιε, τῶν πιστῶν καύχημα, Ἀθλητῶν στήριγμα, Ἀποστόλων ἐγκαλλώπισμα, Δικαίων πρόμαχε, πάντων τῶν Ὁσίων διάσωσμα· διὸ σε ἀνυψούμενον, βλέπουσα ἡ κτίσις εὐφραίνεται, καὶ πανηγυρίζει, δοξάζουσα Χριστὸν τὸν διὰ σοῦ, τὰ διεστῶτα συνάψαντα, ἄκρᾳ ἀγαθότητι. ίς)

Σταυρὲ πανσεβάσμιε, ὃν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι, σήμερον ὑψούμενος, θείῳ νεύματι, ἀνυψοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, κατολισθήσαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι, πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα· Ὑψοῦτε βοῶντες, Χριστὸν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσατε, θεῖον ὑποπόδιον. ίς)

Δόξα... Καὶ νῦν... Ἦχος β'

Δεῦτε ἅπαντα τὰ ἔθνη, τὸ εὐλογημένον ξύλον προσκυνήσωμεν, δι᾿ οὗ γέγονεν ἡ αἰώνιος δικαιοσύνη· τὸν γὰρ Προπάτορα Ἀδάμ, ὁ ἀπατήσας ἐν ξύλῳ, τῷ Σταυρῷ δελεάζεται· καὶ πίστει κατενεχθεὶς πτῶμα ἐξαίσιον, ὁ τυραννίδι κρατήσας τοῦ βασιλείου πλάσματος, Αἵματι Θεοῦ, ὁ ἰὸς τοῦ ὄφεως ἀποπλύνεται· καὶ κατάρα λέλυται, καταδίκης δικαίας, ἀδίκῳ δίκῃ τοῦ δικαίου κατακριθέντος· ξύλῳ γὰρ ἔδει τὸ ξύλον ἰάσασθαι, καὶ πάθει τοῦ ἀπαθοῦς, τὰ ἐν ξύλῳ λῦσαι πάθη τοῦ κατακρίτου. Ἀλλὰ δόξα Χριστὲ Βασιλεῦ, τῇ περὶ ἡμᾶς σου φρικτῇ oικονομίᾳ δι᾿ ἧς ἔσωσας πάντας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α’

Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα· δι᾿ οὗ ἐξηφάνισται, ἡ φθορὰ καὶ κατήργηται, καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια. Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Χαίροις ὁ τοῦ Κυρίου Σταυρός, δι᾿ οὗ ἐλύθη τῆς ἀρᾶς τὸ ἀνθρώπινον, τῆς ὄντως χαρᾶς σημεῖον, ὁ καταράσσων ἐχθρούς, ἐν τῇ σῇ ὑψώσει πανσεβάσμιε· ἡμῶν ἡ βοήθεια, Bασιλέων κραταίωμα, σθένος δικαίων, ἱερέων εὐπρέπεια, ὁ τυπούμενος, καὶ δεινῶν ἐκλυτρούμενος, ῥάβδος ἡ τῆς δυνάμεως, ὑφ᾿ ἧς ποιμαινόμεθα, ὅπλον εἰρήνης ἐν φόβῳ, ὃ περιέπουσιν Ἄγγελοι, Χριστοῦ θεία δόξα, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενούντων ἰατρός, ἡ ἀνάστασις, ἁπάντων τῶν τεθνεώτων, ὁ ἀνυψώσας ἡμᾶς, εἰς φθορὰν πεσόντας, Σταυρὲ τίμιε· δι᾿ οὗ διαλέλυται, ἡ φθορὰ καὶ ἐξήνθησεν, ἡ ἀφθαρσία, καὶ βροτοὶ ἐθεώθημεν, καὶ διάβολος, παντελῶς καταβέβληται. Σήμερον ἀνυψούμενον, χερσὶ καθορῶντές σε, Ἀρχιερέων ὑψοῦμεν, τὸν ὑψωθέντα ἐν μέσῳ σου, καὶ σὲ προσκυνοῦμεν, ἀρυόμενοι πλουσίως τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ’

Ἰωάννου Μοναχοῦ.

ν περ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε σὺν τῷ Ληστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.

Ἀπολυτίκιον.  Ἦχος α'

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

Ἐκ τρίτου καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

     Μετὰ τὴν α’ Στιχολογίαν

Κάθισμα  Ἦχος α’

Τοῦ λίθου σφραγισθέντος.

Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν Φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων· Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Ληστῇ· καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς. ίς)

Μετὰ τὴν β’ Στιχολογίαν.

Κάθισμα  Ἦχος πλ. β’

Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθη τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ᾍδης, ἀπήμεσε τρόμῳ· ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε, Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς. ίς)

Μετὰ τὸν Πολυέλεον.

Κάθισμα  Ἦχος πλ. δ’

Τὸ προσταχθὲν.

Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ, ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ, Σταυροῦ τὸν τύπον, ὡς τὰς χεῖρας ἐξέτεινε σταυροφανῶς Σωτήρ μου· καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς, ἀνεῖλεν, ἀνθισταμένους σοι τῷ Θεῷ· νῦν δὲ οὗτος ἐσκότισται, ἐπὶ Σταυροῦ σε ὁρῶν, θανάτου κράτος λύοντα, καὶ τὸν ᾍδην σκυλεύοντα.

Οἱ Ἀναβαθμοί, τὸ Α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

Προκείμενον  Ἦχος δ’

Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Στίχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πᾶσα πνοή. Τὸ Εὐαγγέλιον. Τό, Ἀνάστασιν Χριστοῦ θεασάμενοι, ἐν ᾗ ἂν ἡμέρα τύχῃ ἡ Ἑορτὴ τοῦ Σταυροῦ.

Ὁ Ν’. Εἶτα, Δόξα... Ἦχος β’

Σύ μου σκέπη κραταιὰ ὑπάρχεις, ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω σε.

Καὶ νῦν... Τὸ αὐτὸ 

Καὶ τὸ Ἰδιόμελον

Ἦχος πλ. β’

Σταυρὲ τοῦ Χριστοῦ, Χριστιανῶν ἡ ἐλπίς, πεπλανημένων ὁδηγέ, χειμαζομένων λιμήν, ἐν πολέμοις νῖκος, οἰκουμένης ἀσφάλεια, ἀσθενούντων ἰατρέ, νεκρῶν ἡ ἀνάστασις, ἐλέησον ἡμᾶς.

Καὶ  μετὰ ταῦτα ὁ Κανών, ὃς τὴν δε τὴν ἀκροστιχίδα φέρει.

Σταυρῷ πεποιθώς, ὕμνον ἐξερεύγομαι. 

Ποίημα τοῦ Κυρίου Κοσμᾶ. 

Ὠδὴ α’  Ἦχος πλ. δ’  Ὁ Εἱρμὸς.  

Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν· ἐπ᾿ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον, διὸ Χριστῷ ᾄσωμεν· τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Τὸν τύπον πάλαι Μωσῆς, τοῦ ἀχράντου πάθους, ἐν ἑαυτῷ προέφηνε, τῶν ἱερῶν μεσούμενος, Σταυρῷ δὲ σχηματισθείς, τεταμέναις τρόπαιον, παλάμαις ἤγειρε, τὸ κράτος διολέσας, Ἀμαλὴκ τοῦ πανώλους· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

νέθηκε Μωϋσῆς, ἐπὶ στήλης ἄκος, φθοροποιοῦ λυτήριον, καὶ ἰοβόλου δήγματος· καὶ ξύλῳ τύπῳ Σταυροῦ, τὸν πρὸς γῆν συρόμενον, ὄφιν προσέδησεν, ἐγκάρσιον ἐν τούτῳ, θριαμβεύσας τὸ πῆμα· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

πέδειξεν οὐρανός, τοῦ Σταυροῦ τὸ τρόπαιον, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, ἐχθρῶν ἐν ᾧ δυσμενῶν, κατεβλήθη φρύαγμα· ἀπάτη ἀνετράπη δέ· καὶ πίστις ἐφηπλώθη, γῆς τοῖς πέρασι θεία· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Καταβασία.

Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν· ἐπ᾿εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὠδὴ γ’  Ὁ Εἱρμὸς.

άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρώην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

ς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος, ἀπειθοῦντι λαῷ, καὶ σκληροκαρδίῳ, τῆς θεοκλήτου ἐδήλου, Ἐκκλησίας τὸ μυστήριον, ἧς ὁ Σταυρός, τὸ κράτος καὶ στερέωμα.

Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης, ὕδωρ σὺν αἵματι ἐξεβλήθη, ἐγκαινίζον διαθήκην, καὶ ῥυπτικὸν ἁμαρτίας· τῶν πιστῶν γὰρ Σταυρὸς καύχημα, καὶ Βασιλέων κράτος καὶ στερέωμα.

Καταβασία.

άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρώην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

Κάθισμα  Ἦχος πλ. δ’

Τὸ προσταχθὲν.

ν Παραδείσῳ με τὸ πρίν, ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει, ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκός σου. ίς)

Ὠδὴ δ’  Ὁ Εἱρμὸς.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Πικρογόνους μετέβαλε, ξύλῳ Μωϋσῆς πηγὰς ἐν ἐρήμῳ πάλαι, τῷ Σταυρῷ πρὸς τὴν εὐσέβειαν, τῶν ἐθνῶν προφαίνων τὴν μετάθεσιν.

βυθῷ κολπωσάμενος, τέμνουσαν ἀνέδωκεν Ἰορδάνης ξύλῳ, τῷ Σταυρῷ καὶ τῷ Βαπτίσματι, τὴν τομὴν τῆς πλάνης τεκμαιρόμενος.

ερῶς προστοιβάζεται, ὁ τετραμερὴς λαὸς προηγούμενος, τῆς ἐν τύπῳ μαρτυρίου σκηνῆς, σταυροτύποις τάξεσι κλεϊζόμενος.

Θαυμαστῶς ἐφαπλούμενος, τὰς ἡλιακὰς βολὰς ἐξηκόντισεν, ὁ Σταυρός· καὶ διηγήσαντο, οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν.

Καταβασία.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Ὠδὴ ε’  Ὁ Εἱρμὸς.

τρισμακάριστον ξύλον, ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν».

Σὲ τὸ ἀοίδιμον ξύλον, ἐν ᾧ ἐτάθη Χριστός, τὴν Ἐδὲμ φυλάττουσα, στρεφομένη ῥομφαία, Σταυρὲ ᾐδέσθη, τὸ φρικτὸν δὲ Χερουβίμ, εἶξε τῷ σοὶ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ποχθονίων δυνάμεις, ἀντίπαλοι τοῦ Σταυροῦ, φρίττουσι χαραττόμενον, τὸ σημεῖον ἐν ἀέρι ᾧ πολοῦσιν· οὐρανίων γηγενῶν, γένος δὲ γόνυ κάμπτει Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Μαρμαρυγαῖς ἀκηράτοις, φανεὶς ὁ θεῖος Σταυρός, ἐσκοτισμένοις ἔθνεσι, τοῖς ἐν πλάνῃ ἀπάτης τὸ θεῖον φέγγος, ἀπαστράψας οἰκειοῖ, τῷ ἐν αὐτῷ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Καταβασία.

τρισμακάριστον ξύλον, ἐν ᾧ ἐτάθῃ Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὠδὴ ς’  Ὁ Εἱρμὸς.

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος, Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος».

γήρᾳ καμφθείς, καὶ νόσῳ τρυχωθείς, ἀνωρθοῦτο Ἰακὼβ χεῖρας ἀμείψας, τὴν ἐνέργειαν φαίνων τοῦ ζωηφόρου Σταυροῦ· τὴν παλαιότητα καὶ γάρ, τοῦ νομικοῦ σκιώδους, γράμματος ἐκαινογράφησεν, ὁ ἐν τούτῳ σαρκὶ προσπαγεὶς Θεός, καὶ τὴν ψυχόλεθρον νόσον, τῆς πλάνης ἀπήλασε.

Νεαζούσαις θεὶς παλάμας, ὁ θεῖος Ἰσραήλ, σταυροειδῶς κάραις ἐδήλου, ὡς πρεσβύτερον κλέος ὁ νομολάτρης λαός· ὑποπτευθεὶς ὅθεν οὕτως ἐξηπατῆσθαι, οὐκ ἠλλοίωσε τὸν ζωηφόρον τύπον· ὑπερέξει λαὸς γὰρ Χριστοῦ τοῦ Θεοῦ, νεοπαγὴς ἀνεβόα, Σταυρῷ τειχιζόμενος.

Καταβασία.

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος, Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.

Κοντάκιον.

Αὐτόμελον.  Ἦχος δ’

ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Ὁ Οἶκος.

μετὰ τρίτον οὐρανὸν ἀρθεὶς ἐν Παραδείσῳ, καὶ ῥήματα τὰ ἄρρητα καὶ θεῖα, ἃ οὐκ ἐξὸν γλώσσαις λαλεῖν, τὶ τοῖς Γαλάταις γράφει, ὡς ἐρασταὶ τῶν Γραφῶν, ἀνέγνωτε καὶ ἔγνωτε. Ἐμοί, φησί, καυχᾶσθαι μὴ γένοιτο, πλὴν εἰ μὴ ἐν μόνῳ τῷ Σταυρῷ τῷ τοῦ Κυρίου, ἐν ᾧ παθών, ἔκτεινε τὰ πάθη. Αὐτὸν οὖν καὶ ἡμεῖς βεβαίως κρατῶμεν τοῦ Κυρίου τὸν Σταυρὸν καύχημα πάντες· ἔστι γὰρ σωτήριον ἡμῖν τοῦτο τὸ ξύλον, ὅπλον εἰρήνης ἀήττητον τρόπαιον.

Συναξάριον.

Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κοδράτου.

Στίχοι

Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας,

Τὸν Κοδρᾶτον βάλλουσιν ἄφρονες λίθοις.

Εἰκάδι δὲ πρώτῃ Κοδρᾶτος στέφος εὕρατο ἄθλοις.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωνᾶ.

Στίχοι

πὸ προσώπου τοῦ Θεοῦ φεύγεις πάλαι,

Νῦν δὲ πρόσωπον, Ἰωνᾶ τούτου βλέπεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωνᾶ τοῦ Σαββαΐτου.

Στίχοι

φεὶς Ἰωνᾶς ἀστάτου βίου τόπον,

στῶτα καὶ βέβαιον εὑρίσκει τόπον.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσεβίου.

Στίχοι

Εὐσέβιον κτείνουσι δυσσεβεῖς ξίφει,

Τὸν εὐσεβῶς βιοῦντα καὶ Χριστοῦ φίλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Εὐσεβίου, Νεστάβου, καὶ Ζήνωνος.

Στίχοι

Εὐσέβιος, Νέσταβος, ἀλλὰ καὶ Ζήνων,

Δι' εὐσεβῆ θνῄσκουσι πίστιν ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ἐπισκόπων Κύπρου Μελετίου καὶ Ἰσακίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πρίσκου.

Στίχοι

Φέρων ὕδωρ ζῶν Πρίσκος ἐν τῇ καρδίᾳ,

μπρησμὸν οὐ δέδοικε τὸν τοῦ σαρκίου.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων ς' Μαρτύρων, ὑπασπιστῶν ὄντων Μαξιμιανοῦ.

Στίχοι

πὲρ Θεοῦ κλίναντος ἐν ξύλῳ κάραν,

ξ Μάρτυρες κλίνουσι τὴν κάραν ξίφει. 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.

κνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

Ξύλου γευσάμενος ὁ πρῶτος ἐν βροτοῖς, φθορᾷ παρῴκησε· ῥίψιν γὰρ ζωῆς ἀτιμοτάτην κατακριθείς, ὅλῳ τῷ γένει σωματοφθόρος τις, ὡς λύμη τῆς νόσου μετέδωκεν· ἀλλ᾿ εὑρηκότες γηγενεῖς ἀνάκλησιν, Σταυροῦ τὸ ξύλον κράζομεν· Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

λυσε πρόσταγμα Θεοῦ παρακοή, καὶ ξύλον ἤνεγκε θάνατον βροτοῖς, τὸ μὴ εὐκαίρως μεταληφθέν· ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ, ἐντεῦθεν ζωῆς τὸ ξύλον εἴργετο, ὃ νυκτιλόχου δυσθανοῦς ἠνέῳξεν, εὐγνωμοσύνης κράζοντος· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

άβδου προσπτύσσεται τὸ ἄκρον, Ἰωσήφ, ὁ γενησόμενον, βλέπων, Ἰσραήλ, τῆς βασιλείας τὸ κραταιόν, ὅπως συνέξει ὁ ὑπερένδοξος Σταυρὸς προδηλῶν· οὗτος γὰρ τοῖς βασιλεῦσι, τροπαιοῦχον καύχημα, καὶ φῶς τοῖς πίστει κράζουσιν· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Καταβασία.

κνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον, ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’  Ὁ Εἱρμὸς.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας».

ψουμένου ξύλου, ῥαντισθέντος ἐν αἵματι, τοῦ σαρκωθέντος Λόγου Θεοῦ, ὑμνεῖτε αἱ τῶν οὐρανῶν Δυνάμεις, βροτῶν τὴν ἀνάκλησιν ἑορτάζουσαι· Λαοὶ προσκυνεῖτε Χριστοῦ τὸν Σταυρόν, δι' οὗ τῷ κόσμῳ ἀνάστασις εἰς τοὺς αἰῶνας.

Γηγενεῖς παλάμαις, οἰκονόμοι τῆς χάριτος, Σταυρὸν οὗ ἔστη Χριστὸς ὁ Θεός, ὑψοῦτε ἱεροπρεπῶς καὶ Λόγχην, Θεοῦ Λόγου σῶμα ἀντιτορήσασαν. Ἰδέτωσαν ἔθνη πάντα τὸ σωτήριον, τοῦ Θεοῦ δοξάζοντα εἰς τοὺς αἰῶνας.

Οἱ τῇ θείᾳ ψήφῳ, προκριθέντες ἀγάλλεσθε, Χριστιανῶν πιστοὶ Βασιλεῖς· καυχᾶσθε τῷ τροπαιοφόρῳ ὅπλῳ, λαχόντες θεόθεν, Σταυρὸν τὸν τίμιον· ἐν τούτῳ γὰρ φῦλα πολέμων, θράσος ἐπιζητοῦντα, σκεδάννυνται εἰς τοὺς αἰῶνας.

Καταβασία.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ’

Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται.

Ὁ Εἱρμὸς. 

Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Xριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν.

γαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα, ἁγιασθείσης τῆς φύσεως αὐτῶν, ὑφ᾿ οὗ περ ἐξ ἀρχῆς, ἐφυτεύθη Χριστοῦ, τανυθέντος ἐν ξύλῳ· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

ερὸν ἠγέρθη κέρας θεόφρoσι, τῆς κεφαλῆς τῶν ἁπάντων ὁ Σταυρός, ἐν ᾧ ἁμαρτωλῶν νοουμένων, συνθλῶνται τὰ κέρατα πάντα, δι᾿ οὗ νῦν ὑψουμένoυ, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

Εἱρμὸς ἄλλος.

διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενoς θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.

Μὴ τὴν πικρίαν τὴν τοῦ ξύλου, ἐάσας ἀναιρέσιμον Κύριε, διὰ Σταυροῦ τελείως ἐξήλειψας· ὅθεν καὶ ξύλον ἔλυσε ποτέ, πικρίαν ὑδάτων Μερρᾶς, προτυποῦν τοῦ Σταυροῦ τὴν ἐνέργειαν· ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσιν.

διαλείπτως βαπτομένους, τῷ ζόφῳ τοῦ προπάτορος Κύριε, διὰ Σταυροῦ ἀνύψωσας σήμερον· ὡς γὰρ τῇ πλάνῃ ἄγαν ἀκρατῶς, ἡ φύσις προκατηνέχθη, παγκλήρως ἡμᾶς πάλιν ἀνώρθωσε, τὸ φῶς τὸ τοῦ Σταυροῦ σου· ὃν οἱ πιστοὶ μεγαλύνομεν.

να τὸν τύπον ὑποδείξῃς, τῷ κόσμῳ προσκυνούμενον Κύριε, τόν τοῦ Σταυροῦ ἐν πᾶσιν ὡς ἔνδοξον, ἐν οὐρανῷ ἐμόρφωσας, φωτὶ ἀπλέτῳ ἠγλαϊσμένον, Βασιλεῖ πανοπλίαν ἀήττητον· ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσιν.

Καταβασίαι.

Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Xριστόν, ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν.

διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενoς θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλυνουσι.

Ἐξαποστειλάριον.

Ἦχος β’

Τῶν μαθητῶν ὁρώντων σε.

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα. ίς)

Ἕτερον, ὃ λέγεται ἅπαξ.

Γυναῖκες ἀκουτίσθητε.  

Σταυρὸς ὑψοῦται σήμερον, καὶ κόσμος ἁγιάζεται· ὁ γὰρ Πατρὶ συνεδρεύων, καὶ Πνεύματι τῷ Ἁγίῳ, ἐν τούτῳ χεῖρας ἁπλώσας, τὸν κόσμον ὅλον εἵλκυσας, πρὸς σήν Χριστὲ ἐπίγνωσιν· τοὺς οὖν εἰς σὲ πεποιθότας, θείας ἀξίωσον δόξης.ίς)

Εἰς τοὺς Αἴνους. ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος.

τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, εἰς ὕψος αἰρόμενος, ἐμφανίζεται σήμερον· δοξολογοῦσι πάντα τὰ πέρατα· ἐκδειματοῦνται δαίμονες ἅπαντες, ὢ οἷον δώρημα, τοῖς βροτοῖς κεχάρισται! δι᾿ οὗ Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος. ίς)

τοῦ παραδόξου θαύματος! ὡς βότρυν πλήρη ζωῆς, ὁ βαστάσας τὸν ὕψιστον, ἀπὸ γῆς ὑψούμενος, Σταυρὸς ὁρᾶται σήμερον· δι᾿ οὗ πρὸς Θεὸν πάντες εἱλκύσθημεν, καὶ κατεπόθη εἰς τέλος θάνατος, Ὦ ξύλον ἄχραντον! ὑφ᾿ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ, ἀθανάτου βρώσεως, Χριστὸν δοξάζοντες.

τοῦ παραδόξου θαύματος! εὖρος καὶ μῆκος Σταυροῦ, οὐρανοῦ ἰσοστάσιον, ὅτι θείᾳ χάριτι, ἁγιάζει τὰ σύμπαντα, ἐν τούτῳ ἔθνη βάρβαρα ἥττηνται· ἐν τούτῳ σκῆπτρα ἀνάκτων ἥδρασται. Ὢ θείας κλίμακος! δι᾿ ἧς ἀνατρέχομεν εἰς οὐρανούς, ὑψοῦντες ἐν ᾄσμασι, Χριστὸν τὸν Κύριον.

Δόξα...Καὶ νῦν...

Ἦχος πλ. β’

Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δοξολογία Μεγάλη.

Εἰς τὴν Λειτουργίαν  Ἀντίφωνα

 Ἀντίφωνον Α´. Ἦχος β´ [Ψαλμός 21].

Στίχ. α’. Θεός μου πρόσχες μοι, ἵνα τὶ ἐγκατέλιπές με;

          Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. β’. Mακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.

          Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. γ’. Θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ.

          Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. δ’. Σὺ δὲ ἐν Ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.

          Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα... Καὶ νῦν...

          Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον Β´. Ἦχος β´ [Ψαλμός 73].

Στίχ. α’. να τὶ ὁ Θεὸς ἀπώσω εἰς τέλος;

       Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ. β’. Mνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς.

       Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ...

Στίχ. γ’. ρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.

       Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ...

Στίχ. δ’. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων.

       Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ...

Δόξα... Καὶ νῦν...

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ...

Ἀντίφωνον Γ´. Ἦχος α´ [Ψαλμός 98].

Στίχ. α’. Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.

      Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Στίχ. β’. καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ.

      Σῶσον Κύριε τὸν λαόν σου...

Στίχ. γ’. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλὸς ἐστι ἐπὶ πάντας τοὺς λαούς.

      Σῶσον Κύριε τὸν λαόν σου...

Στίχ. δ’. ξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι.

      Σῶσον Κύριε τὸν λαόν σου...

Εἰσοδικόν [Ψαλμός 98].

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν. καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιος ἐστι. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Ἀπολυτίκιον  Ἦχος α’

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Κοντάκιον.

Αὐτόμελον  Ἦχος δ’

ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Ἀντὶ δὲ τοῦ Τρισαγίου.

Ἦχος β’

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.

Κοινωνικόν [Ψαλμός 4].

σημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου Κύριε. Ἀλληλούϊα.