The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΑΠΡΙΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΑ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰανουαρίου καὶ τῶν σὺν αὐτῷ.

 

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

ερεὺς ἐννομώτατος, ἀθλητὴς ἱερώτατος, ὦ Ἰανουάριε, ἐχρημάτισας, οὐκ ἀλλοτρίῳ ἐν αἵματι, οἰκείῳ δὲ μάλιστα, εἰς αὐτὸν τὸν οὐρανόν, εἰσελθών, ἔνθα πρόδρομος, πάντων πέφυκεν, Ἰησοῦς ἀενάως, τοῦτον Πάτερ, ὀπτανόμενος καὶ βλέπων, ἅπερ οἱ Ἄγγελοι βλέπουσι.

Καὶ δορὰν ἀφαιρούμενος, καὶ πυρὶ προσριπτούμενος, καὶ θηρσὶ διδόμενος, Ἀξιάγαστε, καὶ φυλακαῖς συγκλειόμενος, ἡμέραις ἐν πλείοσιν, ἀταπείνωτος τὸν νοῦν, ῥώμῃ θείᾳ διέμεινας, καὶ ἐτέλεσας, τὸν ἀγῶνα νομίμως ἐναθλήσας, ἱερὲ θαυματοφόρε, τῶν Ἀσωμάτων ἐφάμιλλε.

Δισιδέριον Πρόκουλον, Σῶσσον, Φαῦστον Εὐτύχιον, καὶ Ἰανουάριον τὸν ἀοίδιμον, καὶ τὸν σοφὸν Ἀκουτίωνα, συμφώνως τιμήσωμεν, ὡς σοφοὺς ἱερουργούς, στεφηφόρους ὡς Μάρτυρας, ὡς τῆς Πόλεως, τῆς ἁγίας πολίτας πρεσβευτάς τε, τῶν αὐτοὺς μακαριζόντων, ἀληθεστάτους ὑπάρχοντας.

Δόξα... Καὶ νν... Θεοτοκίον

Τὴν σκηνὴν τὴν ἀμόλυντον, τὴν νεφέλην τὴν ἔμψυχον, τὸν ναὸν τὸν ἅγιον, τοῦ Θεοῦ ἡμῶν, τὴν ἀδιάβατον γέφυραν, τὴν στάμνον τὴν πάγχρυσον, τὴν ἁγίαν κιβωτόν, τὴν μετάρσιον κλίμακα, τὸ εὐρύχωρον, τοῦ Δεσπότου χωρίον, τὴν Παρθένον, καὶ Μητέρα τοῦ Κυρίου, περιφανῶς μακαρίσωμεν.

Ἢ Σταυροθεοτοκίον

Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα, ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο· Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε, προσηλώθης, ὑπ' ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

Ἀπολυτίκιον Ἦχος δ'

Καὶ τρόπων μέτοχος καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν. Διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος. Ἱερομάρτυς Ἰανουάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς ἡμέρας, ὡς σύνηθες, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Σύστημα τερπνὸν Μαρτύρων ἐπαινέσω.

Ὁ Ἰωσήφ.

δὴ α' Ἦχος δ' Εἱρμὸς

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.

Συνὼν ταῖς στρατιαῖς, τῶν ἀΰλων, Ἀγγέλων, καὶ μεθέξει φωτισμοῦ, ἀδύτου τὴν ψυχήν, ἱερῶς φωτιζόμενος, φώτισόν μου τὴν καρδίαν, τὴν φωσφόρον σου σήμερον, ἑορτὴν εὐφημοῦντος μακάριε.

πῆρξας ἐκ παιδός, ἱερώτατος ὅλως, ἀρεταῖς συναυξηθείς, καὶ χρῖσμα ἱερόν, εἰληφὼς ἱεράτευσας, Ὅσιε λαὸν ποιμάνας, μαρτυρίου δὲ αἵματι, λαμπρυνθεὶς ὑπέρ ἥλιον ἔλαμψας.

Στρατὸς φωτοειδής, ἱερώτατος δῆμος, συναλθεῖ σοι καρτερῶς, σοφὲ Ἱερουργὲ μεθ' ὧν πᾶσαν διέλυσας, ὄφεως μηχανουργίαν, ὑπομείνας πολύπλοκα, ῥωμαλέῳ φρονήματι βάσανα.

Τοῖς ἴχνεσι Χριστοῦ, τοῦ μεγάλου καὶ πρώτου, ἀρχιποίμενος Σοφέ, ἑπόμενος βαφαῖς, μαρτυρίου ἐφαίδρυνας, σοῦ τῆς ἀρχιερωσύνης, τὴν στολήν· διὰ τοῦτό σε, διανοίας τιμῶμεν εὐθύτητι.

χήσας ὡς βροντή, σοῦ ὁ ἔνθεος λόγος, ἐμβροντήτους ἀκοάς, παράφρονος ἐχθροῦ, κατεπτόησεν ἔνδοξε· ὅθεν σε καθυποβάλλει, ἀνηκέστοις κολάσεσι, τῷ πρὸς Κύριον φίλτρῳ πυρούμενον.

Θεοτοκίον

Μακάριος ἐστίν, ὁ λαὸς Θεοτόκε, ὁ δοξάζων σε Θεοῦ, Μητέρα ἀψευδῆ, καὶ ἀεὶ μακαρίζων σε, ἄχραντε, καθὼς προεῖπας, ἱερῶς προφητεύουσα, ὁπηνίκα Χριστὸν ἔνδον ἔφερες.

δὴ γ' Ὁ Εἱρμὸς

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Αἴγλῃ τοῦ Ἁγίου Πνεύματος, περιηνθισμένος, μέσον καμίνου ἐχόρευες, Νεανίας τοὺς πρὶν ὁσίους, Παμμακάριστε μιμούμενος.

Τάξεις ἱερῶν δυνάμεων, μέσον τῆς καμίνου, σὺν σοὶ θεόφρον ἐχόρευον, μεθ' ὧν ὕμνεις τὸν Εὐεργέτην, διαμένων ἀκατάφλεκτος.

χων τὸν Χριστὸν ὑπέρμαχον, μέσον τῶν τυράννων, ἑστὼς ἀπτόητος ἔμεινας, καὶ βασάνους καθυπομείνας, Μάρτυς ὤφθης ἐνδοξότατος.

Θεοτοκίον

ῆξον τὰς σειρὰς Θεόνυνφε, τῶν ἁμαρτιῶν μου, ἡ τὰ δεσμὰ διαρρήξασα, τὰ τοῦ ᾍδου τῷ τοκετῷ σου, καὶ χαρᾶς πάντα πληρώσασα.

Κάθισμα Ἦχος δ'

Ὁ ὑψωθεὶς

ερωσύνης τὴν στολὴν ἐπιχρώσας, ταῖς τῶν αἱμάτων σου βαφαῖς λαμπροτέραν, περιφανῶς ἀπέδειξας θεράπον Χριστοῦ· ὅθεν ἀνελήλυθας, εἰς μονὰς αἰωνίους, βρύων τοῖς τιμῶσί σε, ἰαμάτων πελάγη, καὶ ἱκετεύων πάντοτε Θεόν, πᾶσι δοθῆναι πταισμάτων συγχώρησιν.

Θεοτοκίον

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσα Χριστέ. Οἴμοι! ἀνεκραύγαζε, ποθεινότατον τέκνον· τὶ σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ δῆμος; Ἀλλὰ ἀνάστηθι καὶ σῷζε τοὺς εἰς σέ, πεπιστευκότας ὡς μόνος φιλάνθρωπος.

δὴ δ' Ὁ Εἱρμὸς

Δι' ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις.

Πάντες Σῶσσον τὸν λευΐτην καὶ ἀθλοφόρον, τὸν ἱερόν τε Φαῦστον, Πρόκουλόν τε τὸν μέγαν, καὶ τὸν Δισιδέριον, συμφώνως τιμήσωμεν.

Νυσταγμὸν τῆς ἀσεβείας Πρόκουλε Μάρτυς, σὺ μὴ νυστάξας ὅλως, ἐγρηγόρσεσι θείαις, πᾶσαν κατεκοίμισας, ἀθέων κακόνοιαν.

λως θείαις εὐτυχήσας καλῶν ἰδέαις, καὶ μαρτυρίου φέγγει ἀπαστράψας ὡραίως, μέγιστε Εὐτύχιε, Θεῷ εὐηρέστησας.

Νέον ὥσπερ Δανιὴλ σε, θηρῶν ἐν μέσῳ, σὺν τοῖς συνάθλοις σῴζει, ἀβλαβῆ ἐκβληθέντα ὦ Ἰανουάριε, Χριστὸς ὁ Θεὸς ἡμῶν.

Θεοτοκίον

Μεγαλύνωμεν τὴν μόνην εὐλογημένην, δι' ἧς μεγάλως πάντας, ἐπευλόγησεν ὄντως, ὁ πανυπεράγαθος, ἐκ ταύτης σαρκούμενος.

δὴ ε' Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Αἵματι ἱερῷ, τὴν στολήν σου Πανόλβιε, ἐτέλεσας λαμπροτέραν, καὶ ναὸν πρὸς τὸν ἄνω, ὡς ἱερεὺς ἐλήλυθας.

εῦσαν ἐπὶ τῆς γῆς, τὸ πολύτιμον αἷμά σου, γεγένηται ἰαμάτων ποταμός, παθημάτων, ξηραίνων Πάτερ ῥεύματα.

Τὸν ἄδικον κριτήν, τυφλωθέντα ἐντεύξει σου, ἐφώτισας εὐσπλαγχνίαν, τοῦ Δεσπότου τῶν ὅλων, μιμούμενος, πανόλβιε.

Θεοτοκίον

μνοῦμέν σε δι' ἧς, τοῖς ἐν σκότει φῶς ἄδυτον, ἀνέτειλε Θεοτόκε, ὁ τῶν ὅλων Δεσπότης, καὶ πόθῳ μακαρίζομεν.

δὴ ς' Ὁ Εἱρμὸς

λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὁ Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος.

ήμασι σημεῖα θεωρήσας, δῆμός σε παρανόμων, ἐργαζόμενον Ἱερομύστα, τῷ Ποιητῇ, ἐκ ψυχῆς προσέρχεται, παραδόξως φωτιζόμενος.

φθης καὶ πρὸ τέλους Ἱεράρχα, καὶ μετὰ θεῖον τέλος, ἐργαζόμενος πλῆθος θαυμάτων, τὴν δωρεάν, τοῦ Ἁγίου Πνεύματος, ἀπὸ βρέφους κομισάμενος.

Νῦν ἱερωτάτῃ συμφωνίᾳ, Φαῦστον καὶ Σῶσσον πάντες, Δισιδέριον σὺν Εὐτυχίῳ, καὶ τῷ σοφῷ Ἀκουτίῳ μέλψωμεν, καὶ Προκούλῳ τοὺς θεόφρονας.

Θεοτοκίον

π' εὐεργεσίᾳ τῶν ἀνθρώπων, σῶν ἐξ ἁγνῶν αἱμάτων, σεσωμάτωται ὁ Θεὸς Λόγος, ὃν ἐκτενῶς, Θεομῆτορ αἴτησαι, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸ Μαρτυρικὸν τοῦ Ἠχου.

Συναξάριον

Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰανουαρίου Ἐπισκόπου, Προκούλου, Σώσσου καὶ Φαύστου Διακόνων, Δισιδερίου Ἀναγνώστου, Εὐτυχίου καὶ Ἀκουτίωνος.

Στίχοι

Τὸν Ἰανουάριον ἄνδρα γεννάδαν

πρίλιος μὴν εἶδεν ἐκτετμημένον.

Σὺν τῷ Προκούλῳ Σῶσσον, ἀλλὰ καὶ Φαῦστον,

Πρὸ κουλεοῦ κύψαντας ἔκτεινε ξίφος.

Δισιδέριος τὴν δέριν δοὺς τῷ ξίφει,

Τομὴν ὑπέστη, καὶ παρέστη Κυρίῳ.

Φωνῆς ἀκουτίσθητι τῆς, Ἀκουτίου,

Λέγοντος· Εὐτύχιε, συντμήθητί μοι,

ανουαρίοιο κάρην τάμον εἰκάδι πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀλεξάνδρας τῆς βασιλίσσης.

Στίχοι

δει μενούσης πρόξενον λαμπηδόνος,

Τὴν ἐν ζόφῳ κάθειρξιν ἡ Ἀλεξάνδρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀπολλώ, Ἰσαακίου, καὶ Κορδάτου, λιμῷ καὶ ξίφει τελειωθέντων.

Στίχοι

Λιμαγχόνην οἴσαντες Ἀθληταὶ δύο,

Ψυχοκτόνων φεύγουσι δαιμοναγχόνην.

Ζωμοὺς χύτρας σῆς, τοὺς ἱδρῶτας Κορδᾶτε,

λατι τμηθεὶς αἱμάτων παραρτύεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαξιμιανοῦ, Πατριάρχου Κωνσταντινουπόλεως.

Στίχοι

Μαξιμιανός, οὐχ ὁ παμφάγος λύκος,

λλ' ὁ τροφεὺς τέθνηκε τῆς Ἐκκλησίας.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀναστασίου τοῦ Σιναΐτου.

Στίχοι

ναστάσιος ἐν Σινᾷ Μωσῆς νέος,

Καὶ πρὶν τελευτῆς τὸν Θεὸν βλέπειν ἔχει.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ' Ὁ Εἱρμὸς

Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, ἐν μέσῳ φλογὸς ἀνεβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Παῖδες θείους ἐμιμήσω, ἀνὰ μέσον τῆς φλογός, ὦ Ἰανουάριε, ἐν συγκαταβάσει, Ἀγγέλων περιχορεύων, καὶ ᾠδαῖς μυστικαῖς τὸν Σωτῆρα ὑμνῶν.

νοσον τὸν λογισμόν σου, χάριτι θείᾳ τηρῶν, καὶ πρὸ τῆς ἀθλήσεως, νόσους ἐθεράπευσας πάσας, ποιμὴν καὶ μέγας, θαυματουργὸς γνωριζόμενος.

στασο πρὸ τῶν βημάτων, Μάρτυς, τῶν τυραννικῶν, ἀθλῶν καρτερώτατα, καὶ τοὺς δυσσεβεῖς καταισχύνων, καὶ πλανηθεῖσιν ἅπασιν, ὑποδεικνὺς τὴν ἀλήθειαν.

Θεοτοκίον

Νέκρωσόν μου τὰς κινήσεις, Ἄχραντε τὰς τῆς σαρκός, ζωὴν ἡ κυήσασα, ζώωσον ἁγνὴ τὴν ψυχήν μου, νεκρωμένην πάθεσι, καὶ πολλοῖς ἁμαρτήμασιν.

δὴ η' Ὁ Εἱρμὸς

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Εὐφημείσθω ὁ μέγας νῦν Πρόκουλος, καὶ σὺν τῷ Εὐτυχίῳ Ἀκούτιος, ὁ θεῖος Δισιδέριος, Φαῦστός τε καὶ Σῶσσος ὁ γενναιόφρων, τοῦ Σωτῆρος οἱ ἔνδοξοι Μάρτυρες.

Σὲ χορὸς Ἀθλοφόρων ὁ ἔνδοξος, κορυφαῖον πλουτήσας ἐπάτησεν, Ἱερομύστα ἔνδοξε, κορυψὰς τῶν δαιμόνων, καὶ ἀθεΐας, κορυφούμενον θράσος ἠφάνισεν.

ς οἱ Παῖδες τὸ πῦρ κατεπάτησας, καὶ θηρῶν τὰς ὁρμὰς ἐχαλίνωσας, ὡς Δανιὴλ πανάριστε, ὡς δὲ Παῦλος τὴν κάραν ἐναπετμήθης, εὐσεβῶς τελειώσας τὸν δρόμον σου.

Θεοτοκίον

σκηνώσας ἀφράστως ἐν μήτρᾳ σου, ἑαυτοῦ οἰκητήριον ἔδειξε, σὲ καθαρὸν Πανάχραντε, ᾧ βοῶμεν ἀπαύστως· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

δὴ θ' Ὁ Εἱρμὸς

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

ανουαρίου τὰ σεπτὰ παλαίσματα, τοὺς ἀγῶνας καὶ τὰ στίγματα, τὴν μέχρις αἵματος ἀνδρείαν, τοὺς πόνους καὶ τὸν βίαιον θάνατον, θαυμάτων τε τὸ ἄπειρον πέλαγος, ἐν εὐφροσύνῃ μεγαλύνωμεν.

ράθης ἐν ὕψει τῆς σεπτῆς ἀοίδιμε, μαρτυρίας ὥσπερ ἄδυτος ἥλιος, θείους ὡς ἀστέρας, Μαρτύρων τὴν πληθὺν ἐπαγόμενος, καὶ νῦν φωταγωγεῖται τὰ πέρατα, ἄθλων μεγίστων ταῖς λαμπρότησιν.

μέραν τελέσωμεν πιστοὶ ἑόρτιον, εὐφημοῦντες Ἀκουτίωνα, Πρόκουλον Σῶσσον καὶ τὸν Φαῦστον, Εὐτύχιον σοφὸν Δισιδέριον, καὶ τὸν Ἰανουάριον ᾄσμασιν, ὡς ὑπέρ πάντων νῦν πρεσβεύοντας.

Θεοτοκίον

Φωτὸς τοῦ ἐν σοὶ μαρμαρυγαῖς τυφλώττουσαν, τὴν ψυχήν μου φωταγώγησον, καὶ χειραγώγησόν με Κόρη, ὁδοὺς σωτηριώδεις πορεύεσθαι, καὶ πλάνης ἐκφυγεῖν τὰ προσκόμματα, ὅπως ἐν, πίστει μακαρίζω σε.

 

Τὸ Φωταγωγικόν, τὸ Ἰδιόμελον, καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.