The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΑΥΓΟΥΣΤΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Προφήτου Σαμουήλ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Προφήτου γ'.

Τῆς Ἑορτῆς Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν

τε ὁ δι' ἡμᾶς καθ' ἡμᾶς, ἐκ τῶν πανάγνων σου αἱμάτων γενόμενος, ἐκ κόσμου σε μεταστῆσαι, καὶ πρὸς αὐτὸν ὡς ἁγνήν, προσλαβέσθαι ξένως ἐπευδόκησεν, αὐτοῦ ἀπεσύναξε, τοὺς ἰδίους κηδεῦσαί σε, διὰ νεφέλης, ὀπαδοὺς τούτου νεύματι, παραστήσας σοι, εἰς τιμὴν τῆς ἐξόδου σου, οἵτινες θεασάμενοι, τῆς χάριτος ἔμπλεοι, γεγενημένοι Παρθένε, σὲ ἱερῶς προσεκύνησαν, πιστῶς ἐκβοῶντες· Χαῖρε κόσμῳ ἡ τεκοῦσα τὸ μέγα ἔλεος.

Πόθεν τὸ ἐπιγνῶναι ὑμᾶς, τὴν ἐκ τοῦ σώματός μου ἔξοδον, ἔφησεν, ἡ πάναγνος Θεοτόκος, τοῖς ἱεροῖς Μαθηταῖς, τὶ τὸ ξένον τοῦτο, τέκνα θέαμα; οἱ δὲ Ἄφνω ἔφησαν, ἐν νεφέλαις ἐπήρθημεν, καὶ καθὼς βλέπεις, τῇ σκηνή σου ἐπέστημεν, προσκυνῆσαί σε, ὥσπερ θρόνον πυρίμορφον, βλέψαι τε σοῦ τὴν ἔνδοξον, καὶ θείαν Μετάστασιν, καὶ ταῖς παλάμαις κηδεῦσαι, τὸ θεοδόχον σου σκήνωμα, σκηνὴ Παναγία, δι' ἧς εὔρατο ὁ κόσμος τὸ μέγα ἔλεος.

Κλίνην περιεστῶτες τὴν σήν, οἱ Μαθηταὶ τοῦ Λυτρωτοῦ, καὶ προπέμποντες, πρὸς τάφον φύσεως νόμῳ, σὲ Παναγία ἁγνή, ἐξοδίους ὕμνους προσεφώνουν σοι· Σεμνὴ χαῖρε, λέγοντες, τοῦ Θεοῦ τὸ παλάτιον, χαῖρε ἑτοίμη, τῶν ἀνθρώπων βοήθεια, χαῖρε ὄχημα, καθαρὸν τῆς Θεότητος. Ἄπιθι καὶ μετάβαινε, πρὸς ὄρη αἰώνια, σκήνωμα δόξης πρὸς θεῖα, νῦν κατασκήνου σκηνώματα, πιστοῖς αἰτουμένη, τὴν ἀνέκλειπτον εἰρήνην καὶ μέγα ἔλεος.

Στιχηρὰ τοῦ Προφήτου

Ἦχος δ'

Ἔδωκας σημείωσιν

Δῶρον εὐαπόδεκτον, ἐκ μητρικῶν σε ἀνέθετο, ἀγκαλῶν ἡ κυήσασα, εὐχῆς γονιμώτατον, Σαμουὴλ καρπὸν σε, προσκληρωσαμένη, καὶ ἀποδοῦσα τῷ Θεῷ, τῷ εὐεργέτῃ καθάπερ ηὔξατο· διὸ σοι ἀνεπαύσατο, χάρις τοῦ Πνεύματος ἔνδοξε, ἀκακίᾳ συναύξοντι, καὶ φρονήσει ἐμπρέποντι.

Χρῖσμα ἱερώτατον, ὡς ἱερεὺς περικείμενος, καὶ Προφήτης δεικνύμενος, προβλέπεις τὰ ἔμπροσθεν· καὶ προστάξει θείᾳ, χρίεις βασιλέας, καὶ τὰ ἐσόμενα δηλοῖς, κρίνων δικαίως Ἰσραηλίτην λαόν, ἀπαύστως παραβαίνοντα, καὶ τοῦ Θεοῦ μακρυνόμενον, Σαμουὴλ ἀξιάγαστε, θεοφόρε πανόλβιε.

Νῦν οὐκ ἐν αἰνίγμασιν, οὐδὲ σκιαῖς ὡς τὸ πρότερον, πρὸς δὲ πρόσωπον πρόσωπον, ὁρᾷς ὃ ἐπόθησας, τῆς σαρκὸς τὸν γνόφον, καὶ τὴν βαρύτητα, ὑπεξελθὼν καὶ οὐρανούς, περιπολεύων καὶ ἀγαλλόμενος, Προφῆτα πανσεβάσμιε, τῶν προφητῶν ἰσοστάσιε, τῶν δικαίων συνόμιλε, τῶν Ἀγγέλων συμμέτοχε.

Δόξα... Καὶ νῦν...

Ἦχος πλ. β' Τῆς Ἑορτῆς

Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι, οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ· Μεθ᾽ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

μνοις σου τὸ σεπτόν, καὶ θεοδόχον σῶμα, προπέμποντες οἱ θεῖοι, ἐβόων θιασῶται· Ποῦ νῦν ἀπαίρεις Δέσποινα;

Στίχ. νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

Δεῦτε οἱ γηγενεῖς, στησώμεθα χορείαν, ἐξόδια βοῶντες· ἐπὶ τῇ Μεταστάσει, τῆς Θεοτόκου σήμερον.

Στίχ. μοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.

Πύλαι τῶν οὐρανῶν, ἐπάρθητε ὁρῶσαι, τὴν πύλην τοῦ Ὑψίστου, χωροῦσαν μετὰ δόξης, πρὸς τὸν Υἱὸν καὶ Κύριον.

Δόξα... Καὶ νῦν... Ὅμοιον

Γῆ μὲν τῇ σῇ ταφῇ, εὐλόγηται Παρθένε, ἀὴρ δὲ τῇ ἀνόδῳ, ἡγίασται τῇ ξένῃ, νόμῳ θανούσης φύσεως.

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος γ' Τὴν ὡραιότητα

Εἰς τὰ οὐράνια, ἡ νοερά σου ψυχή, εἰς τὸν Παράδεισον, ἡ καθαρά σου σκηνή, μετατεθεῖσα ἐκ φθορᾶς, ἀγάλλεται Παναγία. Ὅθεν ἀνταπέδωκε, τοῖς ἀνόμοις ὁ Κύριος· δόλον γὰρ εἰργάσαντο, τῷ τιμίῳ Λειψάνῳ σου. Διὸ σὺν Ἀποστόλοις βοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Κατεπλάγη Ἰωσὴφ

ν χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός σου καὶ Θεός, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον μετέστησεν· ὅθεν σε σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τὰς ψυχάς ἡμῶν.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Εἶτα ὁ πρῶτος Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Προφήτου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Τὸ τοῦ βλέποντος Σαμουὴλ μέλπω κλέος. Ἰωσήφ.

Ὠδὴ α' Ἦχος δ'

Τριστάτας κραταιοὺς

Τὴν στεῖράν μου ψυχήν, ἀρετῶν εὐτεκνίαν, ἐκβλαστάνειν σαῖς εὐχαῖς, ἀξίωσον σοφέ, στειρευούσης τὸ βλάστημα, ὅπως σου ἀνευφημήσω, τὴν φωσφόρον πανήγυριν, ἱεροῖς Σαμουὴλ μελῳδήμασιν.

πάλαι τὴν νηδύν, διανοίξας τῆς Σάρρας, τὴν τῆς Ἄννης προσευχήν, πληροῖ περιφανῶς, καὶ τὴν ἄγονον γόνιμον, χάριτι ἀποτελέσας Σαμουὴλ ὡς ἀστέρα σε, ἐξ αὐτῆς ἀνατεῖλαι ηὐδόκησεν.

Τῇ θείᾳ ἱερῶς, συνακμάσας παμμάκαρ, διπλοΐδι τὴν ψυχήν, ἀκτῖσι μυστικαῖς ἐφωτίσθης τοῦ Πνεύματος, πᾶσαν μύησιν θεόφρον μυηθείς, καὶ ὡς Ἄγγελος, λειτουργήσας Θεῷ παντοκράτορι.

Θεοτοκίον

ὢν σὺν τῷ Πατρί, ὡς Υἱὸς πρὸ αἰώνων, ἐπ' ἐσχάτων σαρκωθείς, Υἱός σου ἀληθῶς, ἐχρημάτισεν Ἄχραντε, ἅπαντας υἱοθετήσας, τῷ Θεῷ διὰ πίστεως, δουλωθέντας δεινῷ πολεμήτορι.

Ὠδὴ γ'

Οὐκ ἐν σοφίᾳ

ψηλοτάτως, τῷ Θεῷ προσκολλώμενος ἔνδοξε, ἠγαπήθης παρ' αὐτοῦ, φρονήσει θείᾳ κοσμούμενος, καὶ ἀκεραιότητι, καλλωπιζόμενος.

Βίον Ἀγγέλων, ἐπὶ γῆς Σαμουὴλ ἐνδεικνύμενος, συλλαλοῦντας ἐμφανῶς, Ἀγγέλους ἔσχες μακάριε, καὶ τὰ ὑπὲρ ἔννοιαν, μυσταγωγοῦντάς σε.

Λαμπρὸν τὸ ὄμμα, τῆς ψυχῆς ἱερῶς προσκτησάμενος, βλέπεις ὄντως τὰ μακράν, ὡς ἐνεστῶτα μακάριε, Προφήτης δεικνύμενος, τοῦ Παντοκράτορος.

Θεοτοκίον

κ σοῦ προῆλθεν, Ἰησοῦς ὁ Χριστὸς σωματούμενος, καὶ ἐθέωσεν ἡμᾶς, σαρκὸς προσλήψει πανάμωμε· ὅθεν ὡς Μητέρα σε, τούτου γεραίρομεν.

Ὁ Εἱρμὸς

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.

Κάθισμα Ἦχος γ'

Θείας Πίστεως

Νόμου κρίμασιν ἐντεθραμμένος, χρῖσμα τίμιον εἰσδεδεγμένος, ὡς Ἀαρὼν ἱερωσύνῃ διέπρεψας, καὶ λαμπρυνθεὶς τὴν καρδίαν τῷ Πνεύματι, ὡς ἐνεστῶτα τὰ πόρρω διέβλεψας, ἱερώτατε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Τὴν ὡραιότητα

ν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα· διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Ὠδὴ δ'

Ὁ καθήμενος ἐν δόξῃ

Περιβλέπτῳ πολιτείᾳ, ἱερῶς ἐγκοσμούμενος, τοῦ Θεοῦ τοὺς νόμους, τοὺς σωτηριώδεις πεπίστευσαι, τῷ Ἰσραὴλ διαγγέλλειν παραβαίνοντι, καὶ τὸν εὔσπλαγχνον, διηνεκῶς παροργίζοντι.

Ἠλεὶ παρανομούντων, τῶν υἱῶν κατακρίνεται, καὶ δικαίᾳ ψήφῳ, θείας λειτουργίας ἀπείργεται, ὁ ἱερὸς Σαμουὴλ δὲ ὡς ὑπήκοος, τοῦ καλοῦντος, ἀπλάστῳ ψυχῇ εἰσοικίζεται.

Νομικῶν διαταγμάτων, προϊστάμενος ἄριστα, Ἀαρὼν ὡς πάλαι, τῷ Παμβασιλεῖ ἐλειτούργησας, καὶ τὰς ἐννόμους θυσίας προσενήνοχας, προτυπούσας, Χριστοῦ τὴν σφαγήν τὴν σωτήριον.

Τῷ παράφρονι λαῷ σου, Σαμουὴλ μὴ ἐμμένοντι, τοῦ Παμβασιλέως, θείαις προσταγαῖς χρίεις νεύματι, θεουργικῷ βασιλέα ὡς ᾐτήσατο, κερτομοῦντα, αὐτοῦ τὴν βουλήν τὴν ὑπέρφρονα.

Θεοτοκίον

τοὺς κόλπους μὴ κενώσας, τοῦ Πατρὸς ἐν τοῖς κόλποις σου, νέον ὥσπερ βρέφος, ἐπανακλιθῆναι εὐδόκησεν, ἐπ' ἀνακλήσει Παρθένε τῶν ψυχῶν ἡμῶν, ᾧ κραυγάζομεν· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Ὠδὴ ε'

Ἀσεβεῖς οὐκ ὄψονται

Σοφισθεὶς τῷ Πνεύματι, τῷ θείῳ ἐκ παιδός, λειτουργὸς γέγονας Θεοῦ, τῷ ἐλαίῳ ἔνδοξε τῷ τῆς χρίσεως, βασιλεῖς ἐν χάριτι, χρίων θείαις ἐπινεύσεσιν.

Σοβαρῶς ἐμμένοντι, προέφης τῷ Σαούλ, ταῖς ἀτάκτοις μεταβολαῖς, Σαμουὴλ μακάριε, τὸ θεῖον βούλημα, καὶ τὴν ἐγκατάλειψιν, προφανῶς τοῦ θείου Πνεύματος.

κακίᾳ πάντοτε σὺ ζῶν, τοῦ Ἰσραὴλ τὴν κακίστην μεταβολήν, προφανῶς διήλεγχες, σὺ διορθούμενος, ἱερεὺς ὡς ἔνθεος, ὡς Προφήτης ἀληθέστατος.

Θεοτοκίον

Μεθ' ἡμῶν γενόμενος, δι' οἶκτον ὁ Σωτήρ, ἐξ αἱμάτων σου ἱερῶν, ὑπὲρ νοῦν Πανάμωμε σεσωμάτωται, καὶ Θεὸς καὶ ἄνθρωπος, ὁ φιλάνθρωπος γνωρίζεται.

Ὠδὴ ς'

Ἐβόησε, προτυπῶν

λόγος σου, τῇ τοῦ Λόγου θεούμενος χάριτι, προεδήλου τὰ μακράν, ὡς ἐγγὺς συμβησόμενα, Σαμουὴλ Προφῆτα, ἐνδιαίτημα θεῖον τοῦ Πνεύματος.

ψούμενος, ὑψηλαῖς θεωρίαις καὶ πράξεσιν, ὡς Προφήτης καὶ Θεοῦ, Ἱερεὺς παντοκράτορος, νομικαῖς λατρείαις, καθαγνίζεις ἀξιάγαστε.

χρείωται, ὁ Σαοὺλ παραβάτης γενόμενος, καὶ Θεὸς σοι, ἀντ' ἐκείνου Δαυῒδ τὸν πραότατον, Σαμουὴλ θεόφρον, ἐγκελεύεται χρῖσαι τῷ χρίσματι.

Θεοτοκίον

Λελύτρωται, τῶν ὠδίνων ἡ Εὔα Πανάμωμε, ἀνωδίνως, σοῦ τεκούσης Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν τὰ πάθη πάντων, καὶ ὀδύνας σαφῶς θεραπεύσαντα.

Ὁ Εἱρμὸς

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.

Συναξάριον

Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου Σαμουήλ.

Στίχοι

Μύσας τελευτῇ καὶ Σαμουὴλ ὁ βλέπων,

Τὸ ζῶν ἀεὶ φῶς καὶ τελευτήσας βλέπει.

Βῆ δ' ὁρόων μέλλοντα Σαμουὴλ εἰκάδι ἔνθεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριάκοντα ἑπτὰ μαρτύρων, τῶν ἐν Βιζύῃ τῆς Θράκης μαρτυρησάντων.

Στίχοι

Τρεῖς ἐνδέουσι πρὸς τὸ τοὺς κεκαυμένους.

Χάριν Τριὰς σοῦ, τετράκις τελεῖν δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Σεβήρου καὶ Μέμνονος Κεντυρίωνος.

Στίχοι

Ξίφει παθῶν Σεβῆρος εὗρεν ἀξίως,

παθλα λαμπρὰ τοῦ διὰ ξίφους πάθους.

χει τὸ πῦρ σε πρὸς βραχὺν Μέμνον χρόνον,

Μένει δὲ σε στέφανος ἐς ἀεὶ μένων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας μάρτυρος Φωτεινῆς, ἔξω τῆς πόρτης τῶν Βλαχερνῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Λουκίου τοῦ Βουλευτοῦ.

Στίχοι

Βουλὰς ὅλας παρῆλθες τὰς Ἀχιτόφελ,

Βουλῇ μιᾷ Λούκιος ἀθλήσας ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων μαρτύρων Ἡλιοδώρου καὶ Δοσαῖ (ἢ Δοσᾶ ἢ Σοδᾶ).

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

Νέοι τρεῖς ἐν Βαβυλῶνι

Μέγιστόν σε ἡ τεκοῦσα, δῶρον τῷ Παμβασιλεῖ, προσάγει μακάριε, εὐχὴν ἱερὰν ἐκπληροῦσα, καὶ μελῳδοῦσα· Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

νδον ὄντα τοῦ ναοῦ σε, καὶ κατὰ τοῦ Ἀαρών, τὴν τάξιν λατρεύοντα, τῷ ἐπουρανίῳ Δεσπότῃ, ἡ θεία χάρις ἔνδοξε, Σαμουὴλ κατελάμπρυνεν.

Λόγῳ θείῳ κρίνεις μάκαρ, τὸν λαὸν τοῦ Ἰσραήλ, τούτῳ τὸ δικαίωμα, πάντοτε Θεοῦ διαγγέλλων, καὶ ἀποστρέφων πᾶσαν βλάβην, ἐχθρῶν προσευχῇ ἐκτενεῖ.

Πᾶσαν ὕλην ἐκκενώσας, ἔνδοξε τοῦ σοῦ νοός, ἔσοπρον τοῦ Πνεύματος, ἐδείχθης βοῶν ἀσιγήτως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

φθης ἄφλεκτος τεκοῦσα, πάναγνε ὡς ἀληθῶς, τὸ πῦρ τῆς Θεότητος· διὸ τὰ ὑλώδη μου πάθη, Θεοκυῆτορ φλέξον, ὡς συμπαθὴς καὶ φιλάγαθος.

Ὠδὴ η'

Λυτρωτὰ τοῦ παντὸς

Κοσμηθεὶς Ἀαρὼν τῷ ἐνδύματι, τῶν Ἁγίων εἰσῆλθες εἰς Ἅγια, θυσίαις παμμακάριστε Ἰσραὴλ ἐφαγνίζων προμηνυούσαις τὴν σφαγὴν τοῦ Ἀμνοῦ τὴν σωτήριον.

Λογισμῷ καθαρῷ εἰσδεχόμενος, τὰς αὐγὰς Σαμουὴλ τὰς τοῦ Πνεύματος, οἷα Προφήτης ἔνθεος, προμηνύεις τὰ πόρρω ὡς ἐνεστῶτα· διὰ τοῦτο πιστῶς εὐφημοῦμέν σε.

κλεκτὸς ὁ Δαυῒδ ἐχρημάτισεν, ἐν υἱοῖς Ἱεσσαὶ ὡς ἐδήλωσας χρίων αὐτὸν τῷ χρίσματι, Σαμουὴλ τῷ ἁγίῳ καὶ ἀνακράζων· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Οἱ τὴν σὴν ἐκτελοῦντες πανήγυριν, Σαμουὴλ τῶν Δικαίων συνόμιλε ταῖς σαῖς πρεσβείαις τύχοιμεν, βασιλείας τῆς ἄνω ἀναβοῶντες· Εὐλογεῖτε τὰ ἔργα τὸ Κύριον.

Θεοτοκίον

Συμπαθείας τῆς σῆς με ἀξίωσον, συμπαθὴς καὶ φιλάγαθε Δέσποινα, καὶ τῆς γεέννης ῥῦσαί με, καὶ τοῦ σκότους ἐκείνου τοῦ ἐξωτέρου, ἵνα πίστει καὶ πόθῳ γεραίρω σε.

Ὁ Εἱρμὸς

Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ὠδὴ θ'

Εὔα μὲν τῷ τῆς παρακοῆς

στάμενος οἷα λειτουργός, ἐπίπροσθεν, τοῦ Δεσπότου καὶ Θεοῦ ἡμῶν, μάκαρ ἀμέμπτῳ πολιτείᾳ, κοσμούμενος αὐτῷ ἐλειτούργησας, τὰς θείας ἐκφαντορίας δεχόμενος, καὶ προφητεύων ἐμφανέστατα.

φθης ἐκ νηδύος μητρικῆς, ἀοίδιμε τοῦ Ἁγίου σκεῦος Πνεύματος, τῷ ἱερῷ συναυξηθεὶς δέ, ἐνδύματι Θεὸν ἐθεράπευσας, πραότητι καρδίας πανόλβιε, καὶ διανοίας ὡραιότητι.

Σήμερον ἡ μνήμη σου ἡμῖν, ὡς ἥλιος θεοφόρε ἀνατέταλκε, φέγγει πλουσίῳ χαρισμάτων, φωτίζουσα ψυχὰς τῶν τιμώντων σε, ὁμίχλην τε δεινῶν ἀπελαύνουσα· ὅθεν σε πάντες μεγαλύνομεν.

ρθης πρὸς μονὰς φωτοειδεῖς, καὶ ἔλαμψας τοῦ ἡλίου τηλαυγέστερον, βλέπεις ἃ βλέπουσι Προφῆται, Ἀπόστολοι καὶ ἅπαντες Δίκαιοι, θεούμενος μεθέξει θεόπνευστε· ὅθεν σε πάντες μακαρίζομεν.

Θεοτοκίον

Φθορὰν μὴ γνωρίσασα ἀνδρός, τὸν ἄφθαρτον ἐν νηδύϊ ὑποδέδεξαι, Λόγον ἡμᾶς καταφθαρέντας, ῥυόμενον πολλοῖς παραπτώμασι, τῷ πάθει τῆς ἀφθάρτου σαρκὸς αὐτοῦ, ἄφθορε μόνη Παναμώμητε.

Ὁ Εἱρμὸς

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἐξαποστειλάριον

Ὁ οὐρανὸν τοῖς ἄστροις

Σαμουὴλ ὑμνείσθω, ὁ πρὸ συλλήψεως δοθείς, δοτὸς Θεῷ τῷ Ὑψίστῳ ὑπὸ μητρὸς πανευκλεοῦς, καὶ βασιλεῖς χρίων οὗτος, ὡς Ἱερεὺς καὶ Προφήτης.

Καὶ τῆς Ἑορτῆς

πόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου παράλαβέ μου τὸ πνεῦμα.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

τε πρὸς τὸν ἐκ σοῦ, τεχθέντα μετετέθης, συνῆλθον ἐν νεφέλαις, τὸ σῶμά σου κηδεῦσαι, Παρθένε οἱ Ἀπόστολοι.

Στίχ. νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

τῶν ὑπερφυῶν, ἁγνή σου μυστηρίων! τοῦ Θεοῦ γὰρ ὡς Μήτηρ, πρὸς τοῦτον μεταβαίνεις, λαμπρῶς θεομακάριστε.

Στίχ. μοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.

Στῖφος τῶν Μαθητῶν, καὶ θείων Ἀποστόλων, ἀθροίσθητε κηδεῦσαι, τὸ θεοδόχον σῶμα, τῆς μόνης Θεομήτορος.

Δόξα... Καὶ νῦν...

τε πρὸς τὸν ἐκ σοῦ, τεχθέντα μετετέθης, συνῆλθον ἐν νεφέλαις, τὸ σῶμά σου κηδεῦσαι, Παρθένε οἱ Ἀπόστολοι.

Καὶ ἡ λοιπὴ τοῦ Ὄρθρου Ἀκολουθία, καὶ Ἀπόλυσις.