The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΟΚΤΩΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ A’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΤΗΣ ΑΓΙΑΣ ΣΚΕΠΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια. 

Ἠχος α’  τῶν   οὐρανίων ταγμάτων.

Τῶν εὐσεβούντων τὰ στίφη, καὶ μοναστῶν ἡ πληθύς, δεῦτε συμφώνως πάντες, εὐλαβῶς προσκυνοῦντες, τὴν Σκέπην τῆς Ἀχράντου Μητρὸς τοῦ Θεοῦ, μεγαλύνωμεν σήμερον, τὴν παραδόξως ὀφθεῖσαν ἐν τῷ ναῷ, Βλαχερνῶν τοὺς πιστοὺς σκέπουσαν.

Σκέπη ὑπάρχεις τοῦ κόσμου Θεοχαρίτωτε, σκέπουσα τοὺς σοὺς δούλους, τοὺς πιστῶς σε ὑμνοῦντας, καὶ πόθῳ τὴν εἰκόνα σου τὴν σεπτήν, προσκυνοῦντας Πανάχραντε, καὶ σοῦ τῆς Σκέπης τὴν χάριν πανευλαβῶς, αἰτουμένους διασῴζεις δεινῶν.

Πειρατηρίων κινδύνων τε καὶ κακώσεων, ἐκ πολυτρόπων σῷζε, τὴν σὴν ποίμνην Παρθένε, τῇ Σκέπῃ σου τῇ θείᾳ πάντας ἡμᾶς, συντηροῦσα καὶ σκέπουσα, ἐκ πειρασμῶν ἀοράτων καὶ ὁρατῶν· πρὸς σὲ μόνην γὰρ ἐλπίζομεν.

Πόθῳ τὴν θείαν σου Σκέπην Παρθενομῆτορ Ἁγνή, μεθ' ἧς σκέπεις σοὺς δούλους, προσκυνοῦμεν ἐν πίστει, δεόμενοι βοῶντες, πάντας ἡμᾶς σκέπε, φρούρει καὶ φύλαττε, ἐκ πειρασμῶν καὶ κινδύνων καὶ ἐκ πυρός, τοῦ ἀσβέστου ἡμᾶς λύτρωσαι.

Δόξα... καὶ νῦν... Ἠχος α’

Δεῦτε πιστῶν ἡ ὁμήγυρις πᾶσα, καὶ μοναζόντων ὁ θίασος, τὴν τῆς Παρθένου πυρίμορφον Σκέπην, τὴν ἡμᾶς περισκέπουσαν, καὶ διασῴζουσαν μεγαλύνωμεν, καὶ τοῖς ὕμνοις κροτοῦντες, πνευματικῶς ἑορτάσωμεν, καὶ χαριστήριον αἶνον τῇ Παρθένῳ προσοίσωμεν, ὡς δι' αὐτῆς σκεπόμενοι, πάντων δεινῶν, ἐκλυτρούμεθα καὶ ἐν ὥρᾳ τῇ φοβερᾷ τῆς ἐτάσεως, δι' αὐτῆς σωθῆναι ἐλπίζομεν καὶ λαβεῖν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

Εἰς τὸν στίχον, προσόμοια

Ἦχος β’  Οἶκος τοῦ Εὐφραθᾶ.

Σκέπη πανευκλεής, Μητρὸς τοῦ Θεοῦ Λόγου, σκέπε φρούρει καὶ σῷζε, ἀπὸ παντοίας βλάβης, τοὺς εὐλαβῶς τιμῶντάς σε.

Στίχ. γίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

λπὶς χριστιανῶν, Παντάνασσα Μαρία, χάριτι τῆς σῆς Σκέπης, περίσῳζε τοὺς πόθῳ, ταύτην τιμῶντας σήμερον

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Λύσιν τῶν   δυσχερῶν καὶ κτῆσιν τῶν   ἀρίστων, βράβευσον σοῖς ἱκέταις, χάριτι τῆς σῆς Σκέπης, Μαρία μητροπάρθενε.

Δόξα...

Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν καὶ τῇ σῇ Σκέπῃ, σκέπουσα ἡμᾶς πάντας, Παρθένε Θεονύμφευτε.

Καὶ νῦν...

μνοις χρεωστικῶς, μοναζόντων τὰ στίφη, τιμήσωμεν ἐν ὕμνοις, τὴν Σκέπην τῆς Πανάγνου, τὴν πάντας πιστοὺς σκέπουσαν.

Ἀπολυτίκιον.  Ἦχος α’

Τοῦ λίθου σφραγισθέντος.

Τῆς Σκέπης σου τὴν χάριν ἀνυμνοῦμεν Παρθένε, ἣν ἐν τῷ πανσέπτῳ ναῷ σου ἐφήπλωσας τοῖς  πᾶσι, τὸ θαῦμα ἐκπλήττει πάντα νοῦν, πῶς θεῖόν σου μαφόριον Σεμνή, ἐφηπλοῦτο πανταχόθεν τοῖς  πιστοῖς, τῇ αἴγλῃ ἀστραπηφόρον, χάρις τῇ ἀντιλήψει σου Ἁγνή, χάρις τῇ θείᾳ Σκέπη σου, χάρις τῇ προμηθείᾳ σου, μόνη Πανάχραντε.

Καὶ γίνεται Ἀπόλυσις. 

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

 Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, Ἱστῶμεν στίχους η’ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια.

Ἦχος α’ 

Ὢ τοῦ παραδόξου θαύματος.

τοῦ παραδόξου θαύματος, τοῦ ὀφθέντος ποτέ, ἐν Βλαχέρναις Βύζαντος, τῆς μόνης τὸν ποιητὴν ἡμῶν καὶ Κύριον, τεκούσης ἄνευ φθορᾶς· τὸ Ἱερὸν γὰρ μαφόριον ἥπλωσε καὶ πάντας τοὺς εὐσεβεῖς, περισκεπάσασα χαρίτων ἐνέπλησε, καὶ πρὸς εὐφροσύνην θείαν συγκαλεῖται ἅπαντας, τοῦ βοᾶν γηθοσύνως, χαῖρε Σκέπη πιστούς σκέπουσα. ίς)

Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή, ὅτι τῇ σῇ Σκέπῃ, σκέπεις τοὺς ἱκέτας σου, καὶ σῴζεις ἐκ πειρασμῶν καὶ περιστάσεων, τοὺς πόθῳ σε ἐκ ψυχῆς, προσκαλουμένους πανύμνητε Δέσποινα, συμφώνως οὖν καὶ ἡμεῖς, τῷ  θαυμασίῳ Ἀνδρέᾳ κροτοῦμέν σοι, τῆς Πανυπεράγνου Κόρης, τὸ φρικτὸν τεράστιον, μαφορίου σου Σκέπης, θείαν χάριν καὶ ἀντίληψιν. ίς)

Σκέπην σου τὴν θείαν Ἄχραντε Ἀσωμάτων δῆμοι, καὶ πιστῶν ὁμήγυρις, τιμῶμεν πανευλαβῶς, περισκεπόμενοι, τῇ χάριτι τοῦ σεπτοῦ, σοῦ μαφορίου, δι' οὗ σκέπεις ἅπαντας, τοὺς πόθῳ τελοῦντας νῦν, τὴν θαυματόβρυτον ταύτην πανήγυριν, σοῦ τῆς Παναγίας Σκέπης, νέφη ἐκδιώκουσα, πειρασμῶν καὶ κινδύνων τοῦ δολίου πολεμήτορος.

Σκέπη τῆς Πανάγνου πάντιμε, ἡ πιστοὺς φρουροῦσα, σκέπασον τοὺς ἅπαντας, πιστοὺς χάριτι σῇ προσκαλουμένους σε, καὶ σῷζε ἐκ δυσχερῶν, πειρατηρίων παντοίων καὶ θλίψεων· σὺ γὰρ τὴν μόνην Ἁγνήν, ἐν κόσμῳ ζῶσαν σεμνῶς περιέσκεπες· ὅθεν κατὰ χρέος πάντες, σήμερον τιμῶμέν σου, τὴν ἀνάμνησιν πόθῳ, τὴν Πανύμνητον γεραίροντες.

Χαῖρε τῶν πιστῶν τὸ καύχημα· σὺ γὰρ μόνη πέλεις, πάντων τὸ προσφύγιον, καὶ Σκέπη ἡ κραταιὰ τῶν   προστρεχόντων σοι· διὸ τιμῶμεν τὴν σήν, μεγαλουργίαν τῆς Σκέπης σου Ἄχραντε ἣν εἶδεν ὁ θαυμαστὸς Ἀνδρέας ἐν οἴκῳ ἁγίῳ σου, ὥσπερ τῆς νεφέλης πάλαι, κιβωτοῦ τυπούσης σὲ ἐν ᾗ σκέπασον πάντας, τοὺς ἐκ πόθου ἀνυμνοῦντάς σε.

Δεῦτε μοναστῶν συστήματα, καὶ λαμπρὰν χορείαν, σήμερον συστήσωμεν, τιμῶντες πανευλαβῶς, τῆς τοῦ Κυρίου Μητρός, τὴν Σκέπην τὴν Ἱεράν, τήν τους πιστοὺς πανταχοῦ περισκέπουσαν, καὶ ῥύουσαν τῶν δεινῶν τοῦ πονηροῦ σκανδάλων καὶ θλίψεων, σῴζουσα πυρὸς γεέννης, ἐν ἡμέρᾳ κρίσεως, τοὺς πιστῶς προσκαλοῦντας, τὴν θερμήν αὐτῆς ἀντίληψιν.

Δόξα... Καὶ νῦν... ἦχος πλ. δ’

Τὶς μὴ θαυμάσει; τὶς μὴ δοξάσει, τὰ ὑπερφυῆ σου ἐξαίσια τερατουργήματα, Πανύμνητε Δέσποινα; καθ’ ἑκάστην γὰρ προφθάνεις διασῴζουσα, τοὺς ὑπὸ τὴν Σκέπην σου προστρέχοντας, περιφρουροῦσα καὶ θάλπουσα, τοὺς ἐπικαλουμένους τὴν θερμήν σου ἀντίληψιν· ὅθεν εὐχαρίστως γεραίρομεν ἀνυμνοῦντές σε, τὴν ἀνωτέραν τῶν   Χερουβίμ ὑπάρχουσαν, καὶ τῶν   Σεραφὶμ ὑπερτέραν, δυσωποῦντες τοῦ καταπέμψαι ἡμῖν δεομένοις σου, τὴν σὴν ἐξ  Ὕψους βοήθειαν. Σκέπασον ἡμᾶς Ὑπερύμνητε, τῇ παναλκεστάτῃ σου Σκέπῃ, ἐκ τῶν τοῦ πονηροῦ ἐπινοιῶν διασώζουσα, ἵνα πίστει καὶ πόθῳ ὑμνοῦντες δοξάζωμεν, τὴν εἰς ἡμᾶς σου προμήθειαν Ἄχραντε.

Εἴσοδος. Φῶς ἱλαρόν. 

Τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα. 

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα.

(40, 1-9,14 καὶ 28-29)

λάλησε Kύριος πρὸς Μωυσῆν λέγων, ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνία στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς καὶ εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον τῶν  καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ περιθήσεις τὴν σκηνὴν καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ. Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἔσται ἁγία. Καὶ χρίσεις τὸ θυσιαστήριον τῶν   καρπωμάτων καὶ πάντα τὰ σκεύη αὐτοῦ. Καὶ ἁγιάσεις τὸ θυσιαστήριον καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. Καὶ ἐποίησε Μωυσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ Κύριος, οὕτως ἐποίησε. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. Καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή.

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα.

(3, 1-8)

ξῆλθε Μωυσῆς εἰς τὸ ὄρος Χωρήβ, ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου καὶ ὁρᾷ ὅτι ὁ βάτος καὶεται πυρὶ ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωυσῆς· παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου λέγων, Μωυσῆ, Μωυσῆ, ὁ δὲ εἶπε, τὶ ἐστι; Ὁ δὲ εἶπε, μὴ ἐγγίσῃς ὧδε. Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου. Ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί. Καὶ εἶπεν, ἐγὼ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαάκ καὶ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν  ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.

Προφητείας Ἰεζεκιὴλ τὸ ἀνάγνωσμα.

(43, 27 καὶ 44, 14)

σται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν  Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι' αὐτῆς ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁδὸν Αἰλάμ της πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου.

Εἰς Τὴν Λιτὴν ἰδιόμελα  Ἦχος α’

Μέγα καὶ παράδοξον θαῦμα σήμερον, ὁ θαυμαστὸς Ἀνδρέας τεθέαται, ἐν τῷ περιβλέπτῳ ναῷ τῶν Βλαχερνῶν· ἡ γὰρ Παντάνασσα Δέσποινα, λαμπροφανὴς ἐπιστᾶσα, ὑπ' Ἀγγέλων δορυφορούντων προπεμπομένη, μέσον δὲ τοῦ Βαπτιστοῦ, καὶ Θεολόγου Ἰωάννου χειροκρατουμένη, ἔνδον τῶν  ἀδύτων εἰσελθοῦσα καὶ τὸ ἐκεῖσε φρουρούμενον μαφόριον αὐτῆς ἀναπτύξασα, τὸ τῆς παρθενίας φρικτὸν τεκμήριον, μεθ' οὗ τὴν ἄχραντον κεφαλὴν αὐτῆς περιέσκεπεν, ἐν κόσμῳ περιοῦσα, καὶ τοῦτο ἐφαπλώσασα, τὸν πιστὸν λαὸν περιέσκεπεν· ὃ καὶ κατιδὼν ὁ ἱερὸς Ἐπιφάνιος, φόβῳ καὶ χαρᾷ συσχεθεὶς τὸν διδάσκαλον ἐπηρώτα· ὢ τοῦ θαύματος, τὴν χάριν αὐτῆς ἡ Βασίλισσα, διὰ τοῦ μαφορίου αὐτῆς τοῖς  πιστοῖς διένειμεν, οὗτινος θαύματος τὴν ἀνάμνησιν ἑορτάζοντες, τῇ Θεοτόκῳ βοήσωμεν, σκέπασον καὶ ἡμᾶς ἐν τῇ Σκέπῃ σου Πανάχραντε, καὶ ῥῦσαι κολάσεως τὰς ψυχὰς ἡμῶν.

Ἠχος β’

Δεῦτε φιλεόρτων συστήματα, ἐν καθαρᾷ καρδίᾳ, καὶ συνειδότι εὐστάθμῳ, τῇ Παρθένῳ τὸν ὕμνον προσοίσωμεν λέγοντες· σὺ ἡμῶν σκέπη καὶ βοήθεια Δέσποινα, καὶ τῇ σεπτῇ σου Σκέπῃ διασῴζεις ἀεί, τοὺς εἰς σὲ καταφεύγοντας, σκέπασον οὖν ἡμᾶς, τοὺς σὲ παρακαλοῦντας, καὶ πυρὸς γεέννης ἐξάρπασον ἐν ὥρᾳ τῆς δίκης, ὡς πάντα ἰσχύουσα μετὰ Θεόν, τῇ θερμῇ σου πρεσβείᾳ, Πανύμνητε, Θεοτόκε Παντάνασσα.

Ὁ αὐτὸς.

Σκέπη σου Θεοτόκε πανάχραντε πάντας πιστοὺς περισκέπουσα, διασῴζει ἀπήμονας παντοίας ἐκ βλάβης, καὶ φυλάττει ἀλωβήτους ἀπὸ πάσης νόσου καὶ θλίψεως, πᾶσαν ἀχλὺν τῶν δεινῶν ἀπελαύνουσα, καὶ ἐν αὐτῇ προσπεφευγότες οἱ δοῦλοί σου, ἐκλυτρούμεθα κινδύνων καὶ κακώσεων· σὺ γὰρ ἡμῶν ὑπάρχεις Σκέπη, καταφυγὴ καὶ ἀντίληψις, σωτηρία τε καὶ βοήθεια, καὶ διὰ σοῦ σωτηρίας τυχεῖν ἐλπίζομεν Θεοτόκε, οἱ πρὸς σὲ πιστῶς καταφεύγοντες.

Ἦχος δ’

σμα ᾀσμάτων, σὺ ὑπάρχεις Θεόνυμφε Δέσποινα νόων χαρμονή, καὶ βροτῶν παραμύθιον, πόλου τε καὶ γῆς Κυρία καὶ πρύτανις, ἀνάκτων πιστῶν δὲ διάδημα, εὐσεβοῦντος λαοῦ κέρας, γέφυρα πρὸς Ἐδέμ, καὶ κλῖμαξ πρὸς οὐρανοὺς ἀναφέρουσα· πόλις τοῦ Θεοῦ, καὶ θρόνος ἔμψυχος τοῦ Δεσπότου τῆς κτίσεως σκεῦος ζωῆς πανέντιμον, παράδεισος ἀκηράτου τρυφῆς, θυσιαστήριον πάγχρυσον, πνευματικοῦ πανευώδους θυμιάματος, λαμπὰς φωτοπάροχος, καὶ μάννα ἐπουράνιον, λαβὶς ἀνθρακοφόρος μυστική, καὶ ῥόδον ἡδύπνοον τράπεζα τοῦ οὐρανίου Ἄρτου, καὶ φωτὸς ἀδύτου λαμπηδών, ῥοδοδάκτυλος αὐγὴ τοῦ νοητοῦ ἠλίου, καὶ Σκέπη ἀναψυχῆς σωτηρίας, σκέπουσα ἡμᾶς καὶ πρός τὴν ἄνω Ἱερουσαλὴμ ὁδηγοῦσα καὶ σῴζουσα

Ἦχος πλ α’

Θαῦμα θαυμάτων πανθαύμαστον, καὶ τέρας φύσεως φρικτὸν καὶ ξενήκουστον, ὑπάρχεις Θεόνυμφε Δέσποινα, θυμηδία ποθεινή, ἡ πλημμυροῦσα χάρισι τὸν πιστὸν λαόν, ἀΰλου σου φωτὸς μαρμαρυγαῖς, ὡς οὖσα Μήτηρ τοῦ Φωτός, σκέπη τε ἀπόρων, ἡμᾶς περισκέπουσα, δωρεῶν δὲ ἐνθέων ζωοπάροχος χάρις βράβευσον οὖν ἡμῖν σὴν χάριν, λιτανεύουσι σὴν δόξαν, καὶ τὸ σὸν κεχαριτωμένον ὄνομα, πανευλαβῶς γεραίρουσιν, ὡς τέμενος τιμαλφέστατον τοῦ Δεσπότου ὑπάρχουσα, σκήνωμά τε θεοχώρητον, Θεοῦ τοῦ ἀχωρήτου, καὶ λυχνία ἑπτάφωτος, ἡ τὸ τῷ λαμπάδιον Χριστόν, κόσμῳ κυήσασα, Μαρία Μητροπάρθενε, τοῦ κόσμου μεσίτρια, καὶ ἡμῶν τῆς σῆς ποίμνης διάσωσμα μὴ οὖν ἐλλείπῃς ἡμᾶς περισκέπουσα, καὶ ὀξέως προφθάνουσα, ἐν συμφοραῖς καὶ κακώσεσι· σὲ γὰρ προστάτιν ἐν πᾶσιν ἀεὶ κεκτήμεθα, καὶ τῇ ἀμάχῳ σου Σκέπῃ περιφρουρούμεθα.

Δόξα... καὶ νῦν... Ὁ αὐτὸς.

Σήμερον ἡ Παντάνασσα πανύμνητος, καὶ Θεοτόκος Μαρία, τὴν θείαν καὶ ὁλόφωτον αὐτῆς ἀστραπόμορφον Σκέπην ὑφαπλώσασα, τοὺς πιστοὺς πάντας ἐν οἴκῳ ἁγίῳ αὐτῆς ἐσκέπασεν, οἷα νεφέλη τὸ πάλαι, ἐν τῇ Σκηνῇ τοῦ μαρτυρίου, ἡ τὸν Ἰσραὴλ ὁδηγοῦσα καὶ θάλπουσα οὕτω τὴν Βασιλίδα τῶν   πόλεων, σὺν τῷ χριστεπωνύμῳ πληρώματι περισκέπουσα, τὴν ἄπειρον αὐτῆς χάριν παρεμφαίνουσα διένειμεν, εἰς ἅπαντα εὐσεβῶν τὰ σκηνώματα, ἧς περ νῦν  τὴν ἀνάμνησιν, οἱ πιστοὶ αὐτῆς οἰκέται ποιούμενοι, χρεωστικῶς πρὸς αὐτὴν μετὰ πόθου βοήσωμεν· σκέπασον ἡμᾶς Πανύμνητε Δέσποινα, ὑπὸ τὴν σὴν Σκέπην, τὴν σωστικὴν καὶ ἁγίαν, τοὺς πιστῶς ἀνυμνοῦντάς σε, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν στίχον, προσόμοια, ἦχος πλ. α’

Χαίροις ἀσκητικῶν.

Χαίροις Παρθενομῆτορ Ἁγνή, φαεινοτάτη δροσοβόλος πυρφόρος τε, νεφέλη ἡ ὀμβροφόρος, τὸν θεῖον ὄμβρον Χριστόν, ἐν τῷ κόσμῳ ὄντως ἡ ὀμβρήσασα· καὶ κλῖμαξ οὐράνιος, ἀπὸ γῆς ἀναφέρουσα, γέφυρα θεία, τοὺς πιστοὺς ἡ μετάγουσα, πρὸς Παράδεισον τῆς τρυφῆς θεία Τράπεζα· μάννα ὑπερουράνιον, ἡμᾶς διατρέφουσα, Σκέπη ἡ σκέπουσα πάντας, τοὺς ἐπὶ σοὶ καταφεύγοντας, Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. γίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Θαῦμα ξενοπρεπές κατιδών, ὁ ἱερώτατος Ἀνδρέας ἐξίστατο, σὺν ἅμα Ἐπιφανίῳ, μύστῃ αὐτοῦ τῷ σοφῷ, τὴν ἁγίαν Σκέπην τῆς Μητρὸς Θεοῦ, πιστοὺς περισκέπουσαν, καὶ τὴν χάριν παρέχουσαν, πᾶσιν ἀφθόνως, ὡς νεφέλην τυγχάνουσα, ζωοπάροχον, τὰς ψυχὰς περιθάλπουσαν· ὅθεν καὶ ἐκπληττόμενοι, ἐβόων σὺν δάκρυσι· Σκέπη σου σκέπε Παρθένε, τοὺς ἐπὶ σοὶ καταφεύγοντας, ὡς Μήτηρ Ὑψίστου, τοῦ παρέχοντος τῷ     κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Σκέπη τῆς τοῦ Κυρίου Μητρός, ἀστραπηφόρε, τοὺς πιστοὺς περισκέπουσα, καὶ νέφη τῆς ἁμαρτίας, ἀποσοβοῦσα τομῶς, σκέπε καὶ συντήρει τοὺς τιμῶντάς σε· ἐκ πάσης κακώσεως, τοῦ δεινοῦ πολεμήτορος, καὶ ἐναντίας κακουχίας ἀπήμονας, καὶ διάσῳζε, κοσμικοῦ ἡμᾶς κλύδωνος· ὅπως τῇ δυναστείᾳ σου, σῳζόμενοι ὕμνοις σε, ἀνευφημοῦμεν ἐκ πόθου, καὶ εὐχαρίστως γεραίρομεν, τὴν σὴν προστασίαν, καὶ ἀντίληψιν καὶ σκέπην, καὶ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... ἦχος πλ. α’

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ κροτήσωμεν χεῖρας σήμερον, ἐν τῇ πανδήμῳ πανηγύρει τῆς ἀκηράτου Σκέπης, τῆς Παντανάσσης Θεοτόκου. Στρατιαὶ Ἀγγέλων εὐφραινέσθωσαν, καὶ τὴν ἀνωτέραν πάντων ἀΰλοις ὑμνῳδίαις γεραιρέτωσαν. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, ποιμένες καὶ διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος Ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήτωσαν τὴν Λυχνίαν τὴν χρυσαυγῆ, τὴν Φωτοφόρον Νεφέλην, τήν τῶν Χερουβὶμ ὑπερτέραν, τὴν ἔμψυχόν τε Κιβωτὸν τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν ζωηφόρον τοῦ Λόγου πύλην, ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, τὴν σκέπουσαν ἡμᾶς ἀεί, καὶ σῴζουσαν καθ' ἑκάστην, ἐγκωμιάζοντες οὕτως εἴπωμεν παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς Οὐρανῶν Βασιλείας, καὶ ῥῦσαι κολάσεως τὰς ψυχὰς ἡμῶν.

Νῦν  ἀπολύεις. Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος α’  Του λίθου σφραγισθέντος.

Τῆς Σκέπης σου τὴν χάριν, ἀνυμνοῦμεν Παρθένε, ἣν ἐν τῷ πανσέπτῳ ναῷ σου, ἐφήπλωσας τοῖς  πᾶσι, τὸ θαῦμα ἐκπλήττει πάντα νοῦν, πῶς θεῖόν σου μαφόριον Σεμνή, ἐφηπλοῦτο πανταχόθεν τοῖς  πιστοῖς, τῇ αἴγλῃ ἀστραπηφόρον, χάρις τῇ ἀντιλήψει σου Ἁγνή, χάρις τῇ θείᾳ Σκέπῃ σου, χάρις τῇ προμηθείᾳ σου, μόνη Πανάχραντε.

Δόξα... τὸ αὐτὸ.

Καὶ νῦν... ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον.

Τὴν ἁγίαν σου Σκέπην, ἁγνὴ Πανύμνητε, ἣν ἐν Βλαχέρναις κατεῖδον τοὺς πιστοὺς σκέπουσαν, ὁ Ἀνδρέας ὁ σοφὸς καὶ Ἐπιφάνιος, ἀνευφημοῦμεν εὐλαβῶς, προσκυνοῦντες ἐν χαρᾷ, ὡς σκέπουσαν καὶ φρουροῦσαν καὶ ἀπήμονας συντηροῦσαν, τοὺς προσκαλοῦντας τὴν ἀρωγὴν αὐτῆς.   

Καὶ γίνεται Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' στιχολογίαν.

Κάθισμα  ἦχος α’

Τὸν τάφον σου Σωτὴρ.

Τὴν Σκέπην σου Ἁγνή, τὴν σεπτὴν προσκυνοῦμεν, τὴν πάντας τοὺς πιστούς, περισκέπουσαν ὄντως, συμφώνως γεραίροντες, σοῦ τὴν δόξαν τὴν ἄρρητον· σὺ γὰρ πέφυκας, Σκέπη ἡμῶν καὶ προστάτις, καὶ βοήθεια, τῶν   εὐλαβῶς ἐκτελούντων σῆς Σκέπης ἀνάμνησιν.

Δόξα... τὸ αὐτὸ.

Καὶ νῦν... ἦχος γ’

Τὴν ὡραιότητα.

Τὴν θείαν Σκέπην σου, τὴν ἀστραπόμορφον, καὶ πανυπέρτιμον, Θεοχαρίτωτε, οἱ εὐσεβεῖς πανευλαβῶς, τιμῶμεν καὶ προσκυνοῦμεν, καὶ κατασπαζόμεθα, ὡς ἡμᾶς περισκέπουσαν καὶ διαφυλάττουσαν, ἐκ κινδύνων καὶ θλίψεων· διὸ καὶ εὐχαρίστως βοῶμεν, χαῖρε ἡ πάντων προστασία.

Μετὰ τὴν β' στιχολογίαν.

Κάθισμα  ἦχος πλ. δ’

Τὸ προσταχθὲν μυστικῶς.

Τῶν εὐσεβῶν καὶ μοναζόντων αἱ χορεῖαι, πρὸς τὴν σὴν Σκέπην νῦν  προστρέχομεν Παρθένε, καὶ ἐκ πόθου ἅπαντες, ταύτην προσκυνοῦντες, βοῶμεν μετ' εὐλαβείας Μήτηρ Θεοῦ, ἐν ὥρᾳ τῆς καταδίκης τῆς φοβερᾶς, σκέπασον καὶ ἐξάρπασον, κολάσεως ὀδυνηρᾶς, ἵνα πόθῳ δοξάζωμεν, τὴν θερμήν σου ἀντίληψιν.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ.

Εἶτα ψάλλομεν τὸν πολυέλεον Λόγον ἀγαθὸν καὶ τὸ Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς καὶ εὐθὺς τὴν ἐκλογὴν τῆς Ἁγίας Σκέπης.

ν πόλει τοῦ Θεοῦ ἡμῶν, Ἀλληλούια.

Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.

νήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.

Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.

γιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

γιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.

δήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός.

Σκεπασθήσομαι ἐν σκέπῃ τῶν   πτερύγων σου.

Διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα.

Κύριος φυλάξαι σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου.

Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ Βασιλέως ἔσωθεν.

Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ καὶ ἐν τῷ ναῷ αὐτοῦ, πᾶς τις λέγει δόξαν.

Κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν.

γαπᾶ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

ρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ.

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Οἱ υἱοὶ τῶν   ἀνθρώπων ἐν σκέπῃ τῶν   πτερύγων σου ἐλπιοῦσι.

Σκεπασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου.

ν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, ἀπὸ ἐχθρῶν τῶν ταλαιπωρησάντων με.

Τῷ οἴκῳ σου πρέπει ἁγίασμα Κύριε, εἰς μακρότητα ἡμερῶν.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Δόξα...

Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ Πανάγιον ὁμοῦ, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες· Παναγία Τριάς, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν...

Τὴν Μητέρα σου προσάγει σοι, εἰς ἱκεσίαν ὁ λαός σου Χριστέ, ταῖς παρακλήσεσιν αὐτῆς, τοὺς οἰκτιρμούς σου δὸς ἡμῖν Ἀγαθέ, ἵνα σὲ δοξάζωμεν, τὸν ἐκ τάφου ἡμῖν ἀνατείλαντα.

Μετὰ τὸν πολυέλεον

Κάθισμα  ἦχος δ’

Ταχὺ προκατάλαβε.

Παρθένε Παντάνασσα, θείας σου Σκέπης πιστῶς, χαρᾷ τὴν ἀνάμνησιν ἐν Βλαχερνῶν σου ναῷ, λαμπρῶς ἑορτάζομεν, πάντες καὶ κατὰ χρέος, ἀνυμνοῦμεν ἐν πίστει, πόθῳ τὴν σὴν εἰκόνα, ἀσπαζόμενοι πάντες, τὴν χάριν δαψιλῶς ἀπαρυόμενοι.

Δόξα... τὸ αὐτὸ.

Καὶ νῦν... ἦχος ὁ αὐτὸς.

Ἐπεφάνης σήμερον.

ν τῇ Σκέπῃ ἄχραντε, τῇ φεραυγῇ σου, προσφυγόντας σκέπασον, καὶ διαφύλαξον ἡμᾶς, ἀπὸ κινδύνων καὶ θλίψεων, ὅπως τιμῶμεν τὴν ἄμαχον Σκέπην σου.

Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου 

Προκείμενον  ἦχος δ’

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ. κουσον θύγατερ καὶ ἴδε.

 

Εὐαγγέλιον.

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 1:39-49, 56

ν ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ,  ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν ᾿Ιούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς· καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς· καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.  

Ὁ Ν' Ψαλμὸς. 

Δόξα...

Ταῖς τῆς Παναχράντου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν   ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν...

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν   ἐμῶν ἐγκλημάτων.

 

Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...

Ἰδιόμελον  ἦχος β'

Σήμερον ἡ πανύμνητος Δέσποινα, τὴν θείαν αὐτῆς Σκέπην ἐφαπλώσασα, τοὺς πιστοὺς πάντας ἐσκέπασεν, οἷα νεφέλη ἐν τῇ ἐρήμῳ, τὸν Ἰσραὴλ περιθάλπουσα, τὴν χάριν αὐτῆς ὑπεμφαίνουσα, πρὸς αὐτὴν οὖν βοήσωμεν· σκέπασον ἡμᾶς ὑπὸ τὴν Σκέπην σου, Μαριὰμ ἡλιόμορφε καὶ σῶσον τὰς ψυχὰς ἡμῶν

Εἶτα οἱ δύο Κανόνες τῆς Ἁγίας Σκέπης ὁ πρῶτος μετὰ τῶν   Εἱρμῶν εἰς η’ καὶ ὁ δεύτερος εἰς ς’.

Ὠδὴ α’  ἦχος δ’

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων, καὶ μέλψω γηθόμενος, Σκέπην τήν πάντιμον.

Τὴν πάνσεπτον Σκέπην σου, Θεοχαρίτωτε Δέσποινα, οἱ δοῦλοί σου σήμερον πόθῳ γεραίρομεν, ἣν ὁ ὅσιος Ἀνδρέας ἐν Βλαχέρναις, κατεῖδε γηθόμενος, καὶ ἀγαλλόμεθα.

Εὐφρόσυνον σήμερον, ἡμέραν ἄγει ἡ σύμπασα,κτίσις ἑορτάζουσα τὴν θείαν Σκέπην σου, Μητροπάρθενε, ἡμεῖς δὲ κατὰ χρέος, τιμῶμεν ὡς σκέπουσαν, ἡμᾶς ἑκάστοτε.

Τοῦ κόσμου τὰ πέρατα, δόξῃ τῆς Σκέπης σου Δέσποινα ἐπαγαλλιώμενα πανηγυρίζουσιν, οἷα σκέπουσαν, πάντας καὶ συντηροῦσαν, ἐκ πάσης κακώσεως, καὶ περιστάσεως.

ΰλων ταγμάτων σε, ὑπερανέχουσαν Δέσποινα, ἀσυγκρίτως ἔγνωμεν, καὶ οὐρανῶν ἀληθῶς, πλατυτέραν σε σκέπουσαν τῇ σῇ Σκέπῃ, πιστῶν ἄπαν πλήρωμα, καὶ διασῴζουσαν.

Ἕτερος Κανὼν οὗ ἡ ἀκροστιχὶς

Ὑμνῶ Σκέπης σου τὴν χάριν Παναγία, Ὁ Ἰάκωβος. 

Ὠδὴ α’  ἦχος α’

Ὠδὴν ἐπινίκιον.

μνήσωμεν ἅπαντες, τὴν θείαν Σκέπην, τῆς μόνης θεόπαιδος, ἣν περ ἐθεάσατο, Ἀνδρέας ὁ Ἱερός, ἐν τῷ ναῷ τῶν   Βλαχερνῶν, τοὺς πιστοὺς σκέπουσαν.

Μαρία πανάχραντε σοῦ θείαν Σκέπην, γεραίρομεν σήμερον, καὶ πιστῶς δοξάζομεν, ὡς σκέπουσαν τοὺς πιστούς, καὶ διασῴζουσαν ἡμᾶς ἐκ περιστάσεων.

Νομὴν τὴν φερέσβιον, πᾶσι παρέχει, ἡ Σκέπη σου Δέσποινα, ἡ πανυπερθαύμαστος, στήλη φωτίζουσα φῶς, τὸν νέον σκέπουσα λαόν· διὸ σε μέλπομεν.

ς μόνην Μητέρα σε γεγενημένην, υἱὸν Θεοῦ τέξασαν, εὐφημοῦντες μέλπομεν, τῶν   χαρισμάτων πηγήν· σκέπεις γὰρ πάντας τοὺς πιστούς, τῇ θείᾳ Σκέπῃ σου.

Σκηνῇ νῦν προσέλθετε, τῆς θείας Σκέπης, καὶ χάριν ἀρύσασθε, οἱ κακοῖς τρυχόμενοι· βραβεύει γὰρ ἀληθῶς, ἡ θεία Σκέπη τῆς Ἁγνῆς, ῥεῖθρα ἰάσεων.

Καταβασία.

Ἀνοίξω τὸ στόμα μου.

Ὠδὴ γ’  Ὁ Εἱρμὸς.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ Σκέπῃ τῇ ἁγίᾳ σου, τοὺς σὲ γεραίροντας σκέπασον.

πρὶν Ἰσραὴλ πυρὸς τῷ στύλῳ νεφέλην σκεπόμενος πρὸς γῆν, ἐπαγγελίας ὤχετο. Σκέπῃ δὲ τῇ πανσέπτῳ σου, πιστοὶ περισκεπόμενοι, πρὸς οὐρανοὺς μεταβαίνομεν.

Νεφέλη ἡ πάλαι προετύπου, τὴν θείαν σου Σκέπην ἀληθῶς σῇ παναλκεῖ δυνάμει γάρ, Θεοκυῆτορ Ἄχραντε, σκέπεις ἡμᾶς τοὺς δούλους σου, ἐκ τῶν   βελῶν τοῦ ἀλάστορος.

Τὸ σκότος τῆς πάλαι ἀθεΐας, διέλυσας Δέσποινα Ἁγνή, τὸ φῶς ἀποκυήσασα, Χριστὸν τὸν ὑπεράγαθον, νῦν  δὲ τῇ θείᾳ Σκέπῃ σου, σκέπεις ἡμᾶς τοὺς πόθῳ τιμῶντάς σε.

εἷς τῆς Τριάδος κόσμου ὤφθη, ἐκ σοῦ Θεοτόκε σαρκωθείς, καὶ ἔσωσε τὸν ἄνθρωπον, σὺ δὲ τῇ θείᾳ Σκέπῃ σου, σκέπεις ἡμᾶς τοὺς δούλους σου, καὶ διασῴζεις κολάσεως.

Ἄλλος. 

Λίθον ὃν ἀπεδοκίμασαν.

Κλίμακά σε ἐθεάσατο Ἰακώβ, Παρθένε, δι' ἧς καὶ κατέβη ὁ Σκέπην ἁγίαν πιστοὶ νῦν  γινώσκομεν, Θεὸς τῶν ὅλων, καὶ ὡς περισκέπουσαν ἡμᾶς, ἐκ τῶν δεινῶν μόνη πανύμνητε.

Εὗρε λογικὸν σε σκήνωμα, ὁ λόγος Παρθένε, καὶ σκηνὴν ἁγίαν, καὶ καθαρὰν εὑρών σε, ὅλος ἐν σοὶ οἰκήσας, πιστοῖς σε ἀνέδειξεν, ἀκοίμητον πρέσβυν καὶ φρουρόν, Σκέπῃ σου τῇ θείᾳ φυλάττουσαν.

Πέλεις παρθενίας καύχημα, ὦ Παρθενομῆτορ, Σκέπῃ σου τῇ θεία, τοὺς πιστοὺς φρουροῦσα· σὺ γὰρ τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον, Ἁγνή, ἐδείχθης ἀληθῶς, σῴζουσα πάντας τῇ Σκέπῃ σου.

στραψεν ἡ θεία Σκέπη σου, αὖγος θαυμασίων ἐν ναῷ ἁγίῳ τῶν   Βλαχερνῶν Παρθένε, πάντας πιστοὺς ἐκεῖσε σκεπάσασα ἔπλησε, τῆς χάριτος ὡς ἀληθῶς ὡς ὁ Ἀνδρέας ἐθεάσατο.

Σήμερον πιστῶν ὁμήγυρις, ἑορτάζει πόθῳ, Σκέπης σου τῆς θείας, μνείαν Θεοτόκε, ἣν ὁ Ἀνδρέας κατεῖδεν ἐν οἴκῳ σου, τῶν   Βλαχερνῶν πιστοὺς φρουροῦσαν, νῦν  δὲ ἡμᾶς ὡς περισκέπουσαν.

Καταβασία.

Τοὺς σοὺς ὑμνολόγους.

Κάθισμα  ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον.

ς νεφέλη καὶ σκέπη στῦλος πυρός, ἡλιόμορφον ἅρμα τε τοῦ Δαβὶδ κλίνη Σολομῶντος, Ἡσαΐου ὁ τόμος τε, σκηνὴ τοῦ Μωυσέως, καὶ τοῖχος ἀδάμαντος, σὺ τοῦ Ἀμὼς ὑπάρχουσα, λυχνία χρυσήλατος ἡ τοῦ Ζαχαρίου, Δανιήλ τε τὸ ὄρος, πυξίον κροκόλευκον, Ἀββακοὺμ καὶ τὸ ἔξοχον, Προφητῶν περιήχημα, σκέπασον οὖν πάντας ἡμᾶς, τοὺς τιμῶντας, θεῖόν σου μαφόριον, καὶ λύτρωσαι παντὸς κακοῦ, οἷα πάντα ἰσχύουσα.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ.

Ὠδὴ δ’  Ὁ Εἱρμὸς.

καθήμενος ἐν δόξη, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ Παρθένῳ, καὶ διέσωσε, τοὺς τὴν Σκέπην νῦν, αὐτῆς τὴν θείαν δοξάζοντας.

πιφάνηθι Παρθένε, καὶ τῇ Σκέπῃ σου σκέπασον, τοὺς πιστῶς τιμῶντας, τὰ σὰ μεγαλεῖα καὶ θαύματα· καὶ μὴ σὴν ποίμνην ἐκδῴης εἰς ἀπώλειαν, ἀλλὰ σκέπασον, πάντας ἡμᾶς τῇ σῇ χάριτι.

νοιξον τὴν θύραν πᾶσι, τοῦ ἐλέους Δέσποινα, καὶ σοῦ θείᾳ Σκέπῃ, σκέπασον ἡμᾶς τοὺς τιμῶντάς σε, καὶ ἐκ παντοίων κινδύνων διαφύλαττε, τοὺς τελοῦντας νῦν, Σκέπης τῆς σῆς τὴν ἀνάμνησιν.

Σκέπην σε πάντες Παρθένε, οἱ πιστοὶ ἐπιστάμεθα, σκέπασον οὖν πάντας τοὺς προσκαλουμένους ἐκ πίστεως, σοῦ τὸ πανάγιον ὄνομα καὶ λύτρωσαι πάσης θλίψεως, ἐκ τοῦ δεινοῦ πολεμήτορος.

ἐν κόλποις τοῖς  πατρῴοις, ἀχωρίστως καθήμενος, σοῦ ἐν ταῖς ἀγκάλαις, κάθηται Παρθένε ὡς νήπιος, καὶ περισκέπεις σὴν ποίμνην θείᾳ Σκέπῃ σου, ἐκ κακώσεων, ἐπιδρομῆς τε ἀλώβητον.

Ἄλλος. 

Ἐν πνεύματι προβλέπων.

Σὲ πάντες κεκτήμεθα Πανάχραντε Ἁγνή, φυλάττουσαν ὅρους σου, καὶ σκέπην καὶ φρουρόν, καὶ ὁδηγὸν σωτηρίας Ἁγνὴ καὶ τεῖχος· διὸ πρὸς φῶς ὁδήγησον τοὺς σοὶ βοῶντας δόξα σοι Ἁγνὴ Θεοδόξαστε.

Μέγας ἐν Προφήταις προέφησε Δαβίδ, δόξα πᾶσα ἔσωθεν ἐν σοί, τῆς θυγατρὸς τοῦ Βασιλέως καὶ μόνου δυνάστου· αὐτὸς γὰρ σὲ ἔδειξε πάντων ὑπερτέραν, καὶ ἁγιωτέραν τῆς κτίσεως.

μνοῦμέν σου τὴν Σκέπην Πανάχραντε σεμνή, τὴν σκέπουσαν πάντοτε ἡμᾶς ἐκ τῶν   δεινῶν· δικαιοσύνης γὰρ ἥλιον ὡς τεκοῦσα, καταφωτίζεις πάντας βοᾶν σοι πόθῳ, δόξα σοι Ἁγνὴ Θεοδόξαστε.

Τὴν Σκέπην σου τὴν θείαν, τιμῶμεν εὐλαβῶς· συγκαλεῖ γὰρ ἅπαντας ὑμνῆσαι τὰ αὐτῆς τεράστια ξένα, καὶ τὴν πληθὺν χαρισμάτων, ὧν καθ' ἑκάστην νέμει τοῖς  πᾶσι, δεῦτε πνευματικῶς κατατρυφήσωμεν.

Καταβασία.

Τὴν ἀνεξιχνίαστον.  

Ὠδὴ ε’  Ὁ Εἱρμὸς.

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἐν Βλαχερνῶν σου τῷ πανιέρῳ ναῷ, ἐφήπλωσας Σκέπην σου σεπτήν, καὶ πιστοὺς ἐσκέπασας, σωτηρίαν βραβεύουσα.

ξέστησαν Ἄγγελοι, ὅτε Παρθένε ἥπλωσας, θείου μαφορίου σου τὴν Σκέπην, ἐν Βλαχερνῶν σου τῷ πανιέρῳ ναῷ, ὡς εἶδεν Ἀνδρέας ὁ κλεινός, καὶ πιστοὺς ἐσκέπασας, τὴν σὴν χάριν βραβεύουσα.

ς Σκέπη ὑπάρχουσα, Παρθένε ἡμᾶς σκέπασον, τοὺς ὑμνολογοῦντας σοῦ τὴν Σκέπην, καὶ προσκυνοῦντας σοῦ τὸ μαφόριον, καὶ θείαν εἰκόνα τὴν σεπτήν, κατασπαζομένους σου, καὶ κινδύνων διάσῳζε.

θεῖος θεράπων σου, Ἀνδρέας ὡς ἑώρακε, Σκέπην σου τὴν θείαν ἐν ναῷ σου, τῷ     πανιέρῳ Ἐπιφανίῳ δηλοῖ, σοῦ τὴν παρουσίαν τὴν φρικτήν, καὶ θείαν ἐπίσκεψιν, ὅτι σκέπεις τὴν ποίμνην σου.

Σκέπη καὶ ἀντίληψις, ἡμῶν ὑπάρχεις Ἄχραντε, φρουρὸς καὶ ταχεῖα προστασία, ἀπὸ κινδύνων καὶ ἐξ ἐφόδου ἐθνῶν, ἡμᾶς περισκέπουσα ἀεὶ· ὅθεν μεγαλύνομεν, τήν πολλήν σου προμήθειαν.

Σκηνὴ ἐπουράνιος, ὑπάρχουσα Πανάμωμε, σκέπεις καὶ φυλάττεις τὴν σὴν ποίμνην, ἀπὸ παντοίων δεινῶν καὶ θλίψεων, σεισμοῦ καταπτώσεως λοιμοῦ, μαχαίρας πολέμου τε, σοῦ τῇ Σκέπῃ σκεπάζουσα.

Ἄλλος. 

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.

Σκέπη καὶ ἀντίληψις ἡμῶν σὺ εἶ Ἁγνή· διὸ ἡμᾶς σκέπασον ἐκ περιστάσεων· σὺ γὰρ ἡμῶν ὑπάρχεις βοήθεια, ὦ γλυκυτάτη Κόρη, σῴζουσα τὴν σὴν ποίμνην.

Νοός μου τὴν κατήφειαν ἐκδίωξον Ἁγνή, ἀπόπλυνον τὸν ῥύπον τὸν ἐκ τῆς ἁμαρτίας· σὺ γὰρ λουτὴρ καὶ σκέπη σωτηρίας, ὦ γλυκυτάτη Κόρη, σῶσόν με τὸν σὸν δοῦλον.

Χαράκωμα καὶ τεῖχος καὶ Σκέπην οἱ πιστοί, πάντες Παρθένε ἔχομεν· ὅθεν τὰ μεγαλεῖα μεγαλύνομέν σου, χαῖρε Μήτηρ Κυρίου, χαῖρε δεδοξασμένη.

νύμφευτον Πανάχραντον, Μητέρα τοῦ Θεοῦ, πάντες πιστοὶ σε πόθῳ δοξάζομεν· τὸν Ὑψιμέδοντα γὰρ τέτοκας, τὸν δόντα σωτηρίαν, πᾶσι τοῖς  σὲ τιμῶσι.

Καταβασία.

Ἐξέστη τὰ σύμπαντα. 

Ὠδὴ ς’  Ὁ Εἱρμὸς.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς θείας Σκέπης αὐτῆς, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Τὴν θείαν Σκέπην ἐφάπλωσον, Πανύμνητε τῆς σῆς ἀντιλήψεως, καὶ τῆς ἀθλίας μου ψυχῆς τὴν γύμνωσιν σκέπασον, ὅπως ἀεὶ δοξάζω τὰ μεγαλεῖά σου.

Πᾶσα ἡ κτίσις ἀγάλλεται, τῇ μνήμῃ τῆς σεπτῆς πανηγύρεως, τῆς θείας Σκέπης σου· σκέπεις καὶ γὰρ τοὺς οἰκέτας σου, καὶ διασώζεις Πάναγνε ταῖς πρεσβείαις σου.

γγέλων τάξεις Πανάχραντε, βροτῶν τε τὰ συστήματα μέλπουσι, τὴν θείαν Σκέπην σου· σκέπεις γὰρ πάντας Πανάχραντε, τοὺς τὴν σεπτήν σου Σκέπην, πόθῳ γεραίροντας.

Λαὸν καὶ ποίμνην σου Δέσποινα, διάσωσον δεινῶς κινδυνεύοντας ἐκ παραπτώσεων, καὶ Σκέπη σου τῇ θεία νῦν  σκέπασον, ὡς πάντα δυναμένη Μητρόθεε.

Ἄλλος.

Τὸν Προφήτην Ἰωνὰν.

ητορεύει ἐμφανῶς, ὁ Ἀνδρέας ὁ σαλός, καὶ κηρύττει τῆς Ἁγνῆς, μεγαλεῖα τὰ φρικτά, ἐξαίσια, τῆς θείας Σκέπης χάριν τὴν ἄφθονον.

δοὺ τέθεικεν ἡμῖν, ὁ Δεσπότης τοῦ παντός, θείαν Σκέπην τῆς Ἁγνῆς, τράπεζαν ὡς μυστικήν, ἐκτρέφουσαν, τῷ θείῳ Ἄρτῳ, τοὺς προσιόντας πιστῶς.

Νίκην ἔσχηκας σεμνὴ κατ' ἐχθρῶν φθοροποιῶν, ὡς τοῦ μόνου Ποιητοῦ, Μήτηρ σκέπουσα ἡμᾶς, τῇ Σκέπῃ σου, τῇ ἀκηράτῳ, δεινῶν ἐξαίρουσα.

ορτάσωμεν πιστοί, ἑορτὴν καινοπρεπῆ, τῆς Παρθένου καὶ Ἁγνῆς, θείας Σκέπης τῆς σεπτῆς, ἣν ἥπλωσε, σκέπουσα πάντας, τοὺς ἀνυμνοῦντας αὐτήν.

Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, Τρισυπόστατε Μονάς, καὶ ἀμέριστε Τριάς, ἐλέησον, τοὺς προσκυνοῦντας τὸ θεῖον κράτος σου.

σμασι μελωδικοῖς, ἀνυμνοῦμέν σε λαμπρῶς, τὴν Μητέρα τοῦ Θεοῦ, σκέπουσαν πάντας ἡμᾶς, τῇ Σκέπῃ σου τῇ θείᾳ, μονη καταφυγὴ τῶν   πιστῶν.

Καταβασία. 

Τὴν θείαν ταύτην.

Κοντάκιον  Ἦχος πλ. δ’

Τῇ ὑπερμάχῳ.

Τῇ Θεοτόκῳ οἱ Πιστοὶ νῦν  προσπελάσωμεν, καὶ τὸ μαφόριον αὐτῆς κατασπασώμεθα, ἀναμέλποντες ἐφύμνια κατὰ χρέος. Σκέπη πέλει γάρ, πιστοὺς σκέπουσα ἅπαντας, καὶ φρουροῦσα ἐκ παντοίων περιστάσεων, τοὺς κραυγάζοντας, χαῖρε Σκέπη ὁλόφωτε.

Ὁ Οἶκος.

γγελοι οὐρανόθεν, καὶ βροτῶν πλήθη γῆθεν, συμφώνως ἀνυμνήσωμεν πόθῳ, τὴν ὑπέρφωτον Σκέπην Μητρὸς Θεοῦ, ἣν Ἀνδρέας ὁ κλεινὸς κατεῖδε, καὶ πρὸς αὐτὴν ἐφύμνια προσείπωμεν ἀναβοῶντες,

Χαῖρε ἡ Σκέπη Μητρὸς Κυρίου,

Χαῖρε μαφόριον τῆς Πανάγνου.

Χαῖρε ἡ πάντας τοὺς πιστοὺς περισκέπουσα,

Χαῖρε ἐναντίους ἐχθροὺς καταθραύουσα.

Χαῖρε ὅτι τοὺς σοὺς πρόσφυγας περισκέπεις φεραυγῶς·

Χαῖρε ὅτι τοὺς καλοῦντάς σε, διασώζεις ἐναργῶς.

Χαῖρε στῦλε ὄντως πύρινε, ὁδηγοῦσα τοὺς πιστούς,

Χαῖρε κλῖμαξ ἐπανάγουσα ἀπὸ γῆς πρὸς οὐρανούς.  

Χαῖρε Σκέπη Πανάγνου, εὐσεβῶν σωτηρία,

Χαῖρε Μήτηρ Κυρίου, μοναστῶν προστασία.

Χαῖρε δι' ἧς ἡ χάρις ἐπέλαμψε,

Χαῖρε ὑφ' ἧς ἡ λύπη κατέπαυσε.

Χαῖρε Σκέπη ὁλόφωτε.

Συvαξάριον.

Τῇ Α' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας, ἤτοι τοῦ ἱεροῦ αὐτῆς Μαφορίου τοῦ ἐν τῇ σορῷ τοῦ Ἱεροῦ Ναοῦ τῶν Βλαχερνῶν, ὅτε ὁ ὅσιος Ἀνδρέας, ὁ διὰ Χριστὸν σαλός, κατεῖδε ἐφηπλωμένην αὐτὴν ἄνωθεν, καὶ πάντας εὐσεβεῖς περισκέπουσαν.

Στίχοι

Σκέπῃ σου Ἁγνή, πιστοὺς ἅπαντας σκέπεις·

Σκέπη πέλεις γάρ, καὶ κόσμου σωτηρία·

νὶ πρώτῃ μαφόριον Ἁγνῆς ὑμνηπόλους σκέπασε.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ἁγίου Ἀποστόλου Ἀνανίου.

Στίχοι

Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας,

νανίαν βάλλουσι δυσσεβεῖς λίθοις.

Λεύσθη Ἀνανίας Ὀκτωβρίου ἥματι πρώτῳ.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ, τοῦ Ποιητοῦ τῶν   Κοντακίων.

Στίχοι

Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον,

μνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς  Ἀγγέλοις.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν   σὺν αὐτῷ λς' Ἁγίων Μοναχῶν τῶν μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως.

Στίχοι

Τμηθεὶς Μιχαὴλ σὺν μαθηταῖς τρισδέκα,

Χορῷ συνήφθη τῶν Μοναστομαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν   Ἁγίων ἓξ Ὁσιομαρτύρων ξίφει τελειωθέντων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου.

Στίχοι

Δεινὴν Δομνῖνος συντριβὴν σκελῶν φέρων,

ποσκελισμοὺς τοῦ Σατᾶν καταισχύνει.

Ὅσιος Ἰωάννης ὁ Κουκουζέλης ὁ ἡδύμολπος, ὁ ἐν τοῖς ὁρίοις τῆς ἐν τῷ Ἄθῳ μεγίστης Λαύρας ἀσκήσας, ἐν εἰρήνῃ τελειούται.

Ὅσιος Γρηγόριος ὁ Δομέστικος, ὁ ἐν τῇ αὐτῇ μεγίστῃ Λαύρᾳ τοῦ Ἄθου ἀσκήσας, καὶ ἒν χρυσοῦν νόμισμα παρὰ τῆς Θεοτόκου λαβών, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς τῆς Ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Ἀμήν.

Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν   πατέρων Κύριος, καὶ Θεός, εὐλογητὸς εἶ.

πληθὺς πιστῶν συνέλθετε ἀθροίσθητε, ὕμνον προσάγοντες, τῇ τοῦ Κυρίου Μητρί, τὴν Σκέπην γεραίροντες τοῦ μαφορίου αὐτῆς, ἀνακράζοντες, Σκέπη ἡμῶν καὶ καύχημα, σὺ ὑπάρχεις Θεοτόκε.

ς ὑπέρλαμπρον ἀνάκτορον ὑπάρξασα, τοῦ πάντων, Ἄνακτος, Ἄνασσα Μήτηρ Θεοῦ, τῇ Σκέπῃ τῇ θείᾳ σου, σκέπεις πιστῶν τὴν πληθύν· διὸ κράζομεν Σκέπη ἡμῶν καὶ καύχημα, σὺ ὑπάρχεις Θεοτόκε.

Στάμνος πάγχρυσος, τὸ μάννα ἔνδον φέρουσα, τὸ ἐπουράνιον, παρεκτικὸν τῆς ζωῆς, ἡ σὴ σορὸς ἀληθῶς, σοῦ τὸ μαφόριον, ἀναδείκνυται, μεθ' οὗ σκέπεις τοὺς δούλους σου, τοὺς πιστῶς σε ἀνυμνοῦντας.

ϊδίου φωτὸς τέμενος ὑπάρχουσα, Τριάδος οἴκημα, τῆς ὑπερθέου φαιδρόν, τῇ Σκέπῃ σου Δέσποινα, σκέπεις τοὺς δούλους σου, τοὺς κραυγάζοντας· Σκέπη ἡμῶν καὶ καύχημα, σὺ ὑπάρχεις Θεοτόκε.

Ἄλλος. 

Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο.

Παρθένε σοῦ ἡ Σκέπη παράδοξος, σκεπάζουσα πιστοὺς τῇ σῇ χάριτι· ὅθεν καὶ θαυμάτων, ὠκεανὸν ὁρῶμεν.

γνὴν περιστερὰν τὴν ἀμόλυντον, τὴν σκέπουσαν ἡμᾶς θείᾳ χάριτι, ὑμνήσωμεν ἀξίως, ὡς τοῦ Θεοῦ Μητέρα.

Νικήσαντες τὰ πάθη τοῦ σώματος, αὐξήσωμεν ψυχῆς τὰ χαρίσματα· ἡ Σκέπη γὰρ ἐπέστη, ἡ σκέπουσα τοὺς πάντας.

φράστως ἐν γαστρί σου ὁ Κύριος, οἰκήσας Θεοτόκε, σὲ ἔδειξε, παστάδα καὶ νεφέλην Σκέπην τε πιστοὺς σκέπουσαν πάντας

Καταβασία.

Οὐκ ἐλάτρευσαν.

Ὠδὴ η’  Ὁ Εἱρμὸς.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν  δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

νδρέας ὁ σὸς πιστὸς θεράπων, ἐκ Πνεύματος θείου συγκινούμενος, ἐν ναῷ σου Δέσποινα, Βλαχερνῶν ἑώρακε, σὲ τὴν ἁγνὴν ἐκ βήματος ἐξερχομένην φρικτῶς, καὶ σκέπουσαν τῇ Σκέπῃ σου πάντας, πιστοὺς σὲ ὑμνοῦντας, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Μέγιστον εἰς ὕψος ὑπερήρθη, ἡ Σκέπη ἡ σὴ Θεοχαρίτωτε, σκέπουσα τοὺς δούλους σου, τοὺς ὑμνολογοῦντάς σε· ὅθεν βοῶμεν, σκέπασον ἡμᾶς τοὺς δούλους σου, τούς πόθῳ ἀνυμνοῦντάς σε Κόρη, καὶ δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Αἴγλης τῆς σεπτῆς καὶ τρισηλίου, λαμπρότατον σκήνωμα ὑπάρχουσα, σκέπασον τοὺς δούλους σου, αἴγλῃ θείας Σκέπης σου, τὴν φωταυγίαν πέμπουσα τῆς σῆς ἐλλάμψεως, καὶ σκέπουσα τοὺς σὲ ἀνυμνοῦντας, καὶ δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Σκέπη καὶ ἀντίληψις καὶ σθένος, ὑπάρχεις Παρθενομῆτορ καὶ προσφύγιον, τῶν   προσκαλουμένων σε, σκέπουσα καὶ σώζουσα, ἐκ πειρασμῶν καὶ θλίψεων, τοὺς σὲ γεραίροντας· διὸ σε εὐχαρίστως ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Ἄλλος.

Ὂν φρίττουσιν Ἄγγελοι.

Γαστὴρ τῆς προμήτορος, ἀπέτεκε φθοράν, γαστὴρ Θεομήτορος ἐξήνθησε ζωήν, ἀνάνδρως τεκοῦσα τὸν Υἱὸν τοῦ Θεοῦ, διὸ τῆς Παρθένου, τὴν Σκέπην προσκυνοῦμεν.

δοὺ ἡ Παντάνασσα ἐφήπλωσεν ἡμῖν, τὴν Σκέπην τὴν πάντιμον αὐτῆς καὶ ἱεράν· προσέλθετε πάντες ἐν τῷ οἴκῳ αὐτῆς, καὶ λάβετε, χάριν, δωρεῶν ἀκενώτων.

γνὴν τὴν Πανάχραντον, αἰνέσωμεν λαμπρῶς, πλάκα τὴν θεόγραφον καὶ Σκέπην τῶν   πιστῶν, τὴν σκέπουσαν πάντων εὐσεβῶν τὴν πληθύν, καὶ ῥύουσαν πάσης κακονοίας δολίου.

λκὰς ἀγλαόμορφος ἐπέφανας ἡμῖν, δι' ἦς ἡ μετάβασις ἐκ γῆς πρὸς οὐρανόν, πιστοῖς ἐγεγόνει ὡς τεκοῦσα Θεόν, καὶ σκέπουσα πάντας τοὺς σὲ ὑμνολογοῦντας.

 

Ἱλέωσον Ἄχραντε τὸν πάντων Ποιητήν, Υἱόν σου καὶ Κύριον, Χριστὸν τὸν Λυτρωτήν, ὃν ἔθρεψας Βρέφος ἐν ἀγκάλαις ταῖς σαῖς, οἰκτεῖραι καὶ σῶσαι τοὺς σὲ δοξολογοῦντας.

Καταβασία.

Παῖδας εὐαγεῖς.

Ὠδὴ θ’  Ὁ Εἱρμὸς.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω, χαίροις Παμμακάριστε, Θεοτοκε Ἁγνὴ Ἀειπάρθενε.

Μεγαλυνάρια.

γγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τὰς χορείας, ἁπανταχοῦ περισκέπει.

πας γηγενής, ἀγάλλου τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, πιστῶν ἁπάντων λαμπρὰ ὁμήγυρις, τὴν ἱερὰν πανήγυριν Σκέπης Μητρὸς τοῦ Θεοῦ, τῆς σκεπούσης, πάντας τοὺς θεόφρονας, καὶ φρουρούσης ἐκ πάσης κακώσεως.

 γγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ὁρῶντες κατεπλήττοντο, πῶς περισκέπει καὶ σώζει τοὺς ἐπ' αὐτὴ πεποιθότας.

Σκέπην τὴν σεπτήν, τιμῶμέν σου Δέσποινα τήν ἡλιόμορφον, χαῖρε πρὸς σε λέγοντες, τὸ τοῦ Ὑψίστου θεῖον Παλάτιον, χαῖρε νεφέλη ἔμψυχε τὸν νοητὸν Ἰσραήλ, ὁδηγοῦσα, πρὸς θείαν κατάπαυσιν, οὐρανῶν βασιλείας Πανύμνητε.

γγελοι καὶ ἄνθρωποι τὴν σεπτήν σου Σκέπην τιμῶμεν Δέσποινα· πάντας γὰρ σκέπεις ἐν ταύτῃ τοὺς σὲ πιστῶς ἀνυμνοῦντας.

Σκέπη κραταιά, ὑπάρχεις Παντάνασσα, σκέπουσα ἅπαντας τοὺς προσκαλουμένους σου, τὴν ἀπροσμάχητον χάριν πάντοτε, δικαιοσύνης ἥλιον καὶ γὰρ ἐκύησας, τὸν τῆς πλάνης, νέφη διαλύσαντα, καὶ τὸ φῶς ἀληθείας αὐγάσαντα.

γγελοι καὶ ἄνθρωποι τῆς Πανάγνου, τὴν Σκέπην μεγαλύνομεν· σκέπει γὰρ αὕτη καὶ σώζει, πάντας τοὺς ταύτην τιμῶντας.

ψος οὐρανοῦ, καὶ βάθος γὴς ἄπειρον τὶς ἑρμηνεύσειεν; Σκέπης δέ σου Πάναγνε, εὖρος καὶ μῆκος τὶς ἂν μετρήσειεν· τῶν οὐρανῶν γὰρ ὕπερθεν αὕτη διικνεῖται, καὶ τοὺς πάντας, σκέπει διασώζουσα, ἐκ πυρὸς τοῦ ἀσβέστου σῇ χάριτι.

χραντε Παρθένε Θεοκυῆτορ, τὴν ποίμνην σου περίσωζε, σκέπουσα ταύτην σῇ Σκέπῃ, καὶ προνοοῦσα ἐν πᾶσι.

λης ἐκ ψυχῆς, συνδράμωμεν σήμερον, πάντες φιλόχριστοι, τῇ πανδήμῳ ἑορτῇ, τῆς θείας Σκέπης τῆς Θεομήτορος, ὡς δι' αὐτῆς σκεπόμενοι καὶ συντηρούμενοι, ἀνυμνοῦντες, ταύτης τὴν ἀντίληψιν, καὶ γεραίροντες χάριν τὴν ἄφθονον.

Ἄλλος. 

Τὴν φωτοφόρον νεφέλην.

Μεγάλυνον ψυχή μου τῆς Ἁγνῆς Παρθένου, Σκέπην τὴν χαριτόπνουν.

γαλλιώμεθα πάντες, οἱ μετὰ πόθου τιμῶντες, Σκέπην τὴν θείαν τῆς Ἁγνῆς, Θεοτόκου Μαρίας, τὴν περισκέπουσαν ἡμᾶς, ἐκ πάσης κακώσεως καὶ ἕλκουσαν, εἰς ὁδόν σωτηρίας, τοὺς εἰς βάθη, ὀλισθαίνοντας κακῶν.

Μεγάλυνον ψυχή μου τῆς εὐλογημένης, Παρθένου θείαν Σκέπην.

Καλῶς προέφησε πάλαι, πόλιν Θεοῦ ὁ Προφήτης, ἐφ' ἣν ἐσκήνωσε Θεός, ὁ τὸ πᾶν οὐσιώσας, καὶ ἀνεπλάσατο ἡμᾶς, ἐκ σοῦ Παναμώμητε καὶ ἔσωσε· διὸ Σκέπην σου θείαν προσκυνοῦμεν, καταφεύγοντες ἐν σοί.

Μεγάλυνον ψυχή μου τῆς Μητρανάνδρου Κόρης, ἡλιόμορφον Σκέπην.

ραῖος Πάναγνε πέλει, καὶ ὑπερπόθητος πᾶσιν, ὁ ἀγεώργητος καρπὸς ὃν ἐβλάστησας Κόρη· ἐπαγγελίας γὰρ ἡ γῆ, καὶ τὸ κλῆμα τῆς ζωῆς ὄντως πέφυκας, ἡ τεκοῦσα τὸν βότρυν σωτηρίας, τὸν γλυκαίνοντα ἡμᾶς.

Μεγάλυνον ψυχή μου Σκέπην τῆς ὑπεράγνου, Μητρὸς τοῦ Θεοῦ Λόγου.

Βίβλῳ γραφῆναι δυσώπει, τὸν σὸν Υἱὸν Θεοτόκε, τοὺς ἀνυμνοῦντας εὐλαβῶς, τὴν ἁγίαν σου Σκέπην, καὶ προσκυνοῦντας εὐσεβῶς, χαρακτῆρα σῆς μορφῆς παντευλόγητε, ὡς διάδημα κάλλους σωτηρίας, μόνη πέλουσα Ἁγνή.

Μεγάλυνον ψυχή μου τὴν τῆς ὑπεράρχου Τριάδος Ἁγνὴν Νύμφην

ν ἐσωμάτωσας Κόρη, Παρθενομῆτορ Μαρία, ὑπὲρ ἡμῶν τῶν εὐλαβῶς, προστρεχόντων τῇ Σκέπῃ τῇ ἱερᾷ σου καὶ σεπτῇ, βραβευούσῃ τοῖς  πᾶσι, μαρμαρυγὰς χαρισμάτων παντοίων, μὴ διαλείπῃς ἱκετεύουσα.

Μεγάλυνον ψυχή μου τὴν Ἁγνὴν Παρθένον, καὶ μόνην Θεοτόκον.

Σὲ οὐρανῶν πλατυτέραν, καὶ Σεραφὶμ ἀνωτέραν, καὶ πάσης κτίσεως Ἁγνή, ὑπερτέραν ὁ πάντων, ἀνέδειξέ σε Ποιητής· διὰ σοῦ γὰρ ἡμᾶς ἀνεκτήσατο, εὐχαρίστῳ καρδίᾳ· διὸ σὲ ἀνυμνοῦμεν, ὡς Βασίλισσαν ἡμῶν

Καταβασία.

 Ἅπας γηγενὴς.

Ἐξαποστειλάριον.

Ὁ οὐρανὸν τοῖς  ἄστροις.

θεία Σκέπη σου Κόρη, ἐπισκιάζει τοὺς πιστοὺς ἡμᾶς δὲ τοὺς μονοτρόπους, σκέπει διέπει καὶ φρουρεῖ, ἀπὸ παντοίων κινδύνων, ἀπήμονας Θεοτόκε.

Ἕτερον ὅμοιον.

Τῇ κραταιᾷ σου Σκέπῃ, καί ἀκοιμήτῳ πρεσβείᾳ, ἡμᾶς Ἁγνὴ τοὺς σοὺς δούλους, φύλαττε πάντας ἀβλαβεῖς· σὲ γὰρ κεκτήμεθα πάντες, καταφυγὴν ἐν ἀνάγκαις.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ παρόντα προσόμοια.

Ἦχος α’  τῶν   οὐρανίων Ταγμάτων.

Σκέπη τοῦ κόσμου ὑπάρχεις, καὶ προστασία ἡμῶν, σκέπουσα καὶ φρουροῦσα, τοὺς πιστῶς σε τιμῶντας, πόθῳ ἐκτελοῦντας τὴν ἱεράν, τῆς σῆς Σκέπης ἀνάμνησιν, τήν σεπτήν σου εἰκόνα πανευλαβῶς, προσκυνοῦντας χάριν βρύουσαν.

ς θαυμαστὸν καὶ παράδοξον θαῦμα ἔβλεψεν, ὁ θαυμαστὸς Ἀνδρέας, ἐν ναῷ σου ἁγίῳ, τὴν Σκέπην σου Παρθένε τὴν θαυμαστήν, τοὺς πιστοὺς περισκέπουσαν, καὶ ἐκπλαγείς προσεκάλει τὸν Ἱερόν, Ἐπιφάνιον θεάσασθαι.

Δεῦτε ἀρύσασθε χάριν πάντες φιλόχριστοι, ἐκ τῆς ἀχράντου Σκέπης, τοῦ σεπτοῦ μαφορίου· καὶ γὰρ ἀφθόνως βρύει ῥῶσιν ψυχῆς, καὶ τοῦ σώματος ἴασιν, σκέπουσα πάντας τοὺς πίστει εἰλικρινεῖ, αἰτουμένους τὴν ἀντίληψιν.

φθόνως πᾶσι παρέχει χάριν ἀέναον, ἡ πάντιμός σου Σκέπη, ἱεροῦ μαφορίου, ὃ ἔδωκας τῇ ποίμνῃ σου θησαυρόν, καὶ πηγὴν τῶν   ἰάσεων· σὲ γὰρ μεσίτιν καὶ σκέπην καὶ ἱλασμόν, ἀκαταίσχυντον κεκτήμεθα.

Δόξα... Καὶ νῦν... ἦχος πλ. α’

που ἐπισκιάσει ἡ Σκέπη σου Πανάχραντε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις, πᾶς δὲ πιστὸς σώζεται ὁ ταύτην προσκαλούμενος· διὸ καὶ ἡμεῖς τῇ ἀστραπομόρφῳ αὐτῆς αἴγλῃ προστρέχοντες ταῖς τοῦ Πνεύματος ῥανίσι καθωραϊζόμενοι, καὶ μυριπνόου χάριτος ὀσφρανθέντες, πνευματικῶς εὐφραινόμεθα, τὰς ἀκτινοβόλους ἀστραπάς τῶν   θαυμάτων ἀπαρυόμενοι, ἀνεξάντλητος καὶ γάρ ἡ πηγὴ τῶν   ἀγαθῶν αὐτῆς πέλει, καὶ ἀέναος ἡ προχοὴ τῶν   ἰαμάτων βραβεύεται, καὶ δεόμεθα ἐκτενῶς, σκέπασον ἡμᾶς Πανεύσπλαγχνε, ἐν ὥρᾳ τῆς κρίσεως, καὶ λύτρωσαι τοὺς ταπεινοὺς ἡμᾶς τῶν   αἰωνίων βασάνων· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. Ψάλλομεν τὴν γ’ ὠδὴν τοῦ πρώτου κανόνος καὶ τὴν ς’ τοῦ δευτέρου κανόνος.  

Προκείμενον. Ἦχος γ’ Ὠδή τῆς Θεοτόκου [Λουκ. α]

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου

Κεφ.  9:1-7

δελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ῞Αγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτῃ ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ῞Αγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ῞Αγια ῾Αγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος ᾿Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω· δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

λληλούϊα [γ΄].  Ἦχος πλ. β΄ [Ψαλμός 44]

Στίχ. κουσον, θύγατερ, καὶ ἴδε.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. 

Εὐαγγέλιον.

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 10:38-42; 11:27-28

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς κώμην τινά. γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ, ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά, ἑνὸς δέ ἐστι χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. ᾿Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ φυλάσσοντες αὐτόν.

Κοινωνικὸν 

Ποτήριον σωτηρίου λήψομαι.

Μεγαλυνάρια.

Σκέπη χαριτόβρυτε τῆς Ἁγνῆς, μαφόριον θεῖον, τῶν   χαρίτων ὁ θησαυρός, σκέπε τοὺς σοὺς δούλους, πιστῶς σε προσκυνοῦντας, καὶ βράβευσον ὑγείαν, ψυχῆς καὶ σώματος.

Σκέπη ὡς ὑπάρχουσα τῶν   πιστῶν, σκέπασον Παρθένε, ἐν τῇ Σκέπῃ σου τῇ σεπτῇ, τοὺς ἐπικαλοῦντας, τὴν κραταιάν σου Σκέπην, καὶ λύτρωσαι γεέννης, ἐν ὥρᾳ κρίσεως.

Σκέπην καὶ κραταίωμα τοῖς  πιστοῖς, φύλακα καὶ ῥύστην, τὴν Εἰκόνα σου τὴν σεπτήν, δέδωκας Παρθένε, Σκέπης σου τῆς ἁγίας, ἣν πόθῳ προσκυνοῦντες, σὲ μεγαλύνομεν.

Λύσιν ἡμῖν βράβευσον δυσχερῶν, καὶ ἀρίστων κτῆσιν, Σκέπη Πάντιμε τῆς Ἁγνῆς, τοῖς  προσκαλουμένοις, τὴν σην ἄμαχον χάριν, ἰάσεων πελάγη, ἀναπηγάζουσαν.