The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΙΑΝΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ 

Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, καὶ μεγάλων Ἀρχιεπισκόπων Ἀλεξανδρείας, Ἀθανασίου καὶ Κυρίλλου.

   

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἀθανασίου.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

Διωγμοὺς ἐκαρτέρησας, καὶ κινδύνους ὑπέμεινας, θεορρῆμον Ὅσιε Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου τὴν ἄθεον· καὶ τὴν Ποίμνην τῆς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τῷ Πατρὶ δογματίζων τὸν Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως, Ἱερουργὲ παμμακάριστε.

στραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων τῆς Πίστεως, στερρὲ Ἀθανάσιε, ὡς ποιμὴν ἀληθινός, ὡς ἑδραίωμα ἄσειστον, παναοίδιμε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι.

ρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως Θεόπνευστε, καὶ χρισθεὶς τῷ Πνεύματι χρῖσμα ἅγιον, Ἱερουργὸς Ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ Ποιμὴν ἀληθινός, καὶ τῆς Πίστεως πρόμαχος· ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.

Τοῦ Ἁγίου Κυρίλλου ὅμοια

Τοῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται ὕλη Πάνσοφε· τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν, τοῖς δὲ δόγμασι Κύριλλε, τῆς σοφίας σου, καλλωπίζεται Μάκαρ καθ᾿ ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε.

Εὐφραδίᾳ τῶν λόγων σου, ἱερώτατε Κύριλλε, Ἐκκλησία ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ σου ἱερῶς, τὴν ἁγίαν καὶ εὔσημον, μνήμην ἔνδοξε, Ὀρθοδόξων τὸ κλέος, τῶν Πατέρων, κορυφαῖε τῆς Συνόδου, τῆς Παναγίας ὑπέρμαχε.

Τῆς Χριστοῦ ἀπεδίωξας, νοητοὺς λύκους Κύριλλε, Ἐκκλησίας σκίμπωνι τῶν δογμάτων σου· καὶ ταύτην κύκλῳ ἐτείχισας, λόγων ὀχυρώμασι, παραστήσας τῷ Χριστῷ, ἀσινῆ καὶ ἀλώβητον, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα... Ἦχος πλ. β'

Κυρίλλου Πατριάρχου Κωνσταντινουπόλεως

εραρχῶν τοὺς ἀρχηγούς, Πατριαρχῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, τῶν ἐννοιῶν τοῦ Χριστοῦ τοὺς ἐκφάντορας, συνελθόντες ὧ φιλέορτοι, πνευματικοῖς ἐγκωμίοις αἰνέσωμεν λέγοντες· Χαίροις σοφὲ Ἀθανάσιε, ἐπώνυμε τῆς ἀθανασίας, ὁ τὸν ληρώδη Ἄρειον, καθάπερ λύκον ἐκσφενδονήσας τοῖς ποίμνης τοῦ Χριστοῦ, τῇ ἐλαστικῇ σφενδόνῃ τῶν θεοσόφων δογμάτων σου. Χαίροις ἀστὴρ παμφαέστατε, ὑπέρμαχε τῆς Ἀειπαρθένου, ὁ στεντορείως αὐτὴν Θεοτόκον, ἐν μέσῳ τοῦ ἐν Ἐφέσῳ ἱεροῦ συλλόγου, ἀνακηρύξας λαμπρῶς, καὶ τῶν Νεστορίου ληρημάτων καθαιρέτα, παμμακάριστε Κύριλλε· Χαίρετε θεολογίας πηγαί, θεοσοφίας ποταμοὶ ἀέναοι, καὶ βρύσεις θείας γνώσεως. Ἀλλ᾿ ὦ Πατέρες τρισόλβιοι, μὴ παύσησθε πρεσβεύοντες Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν, τὴν πανίερον καὶ θείαν πανήγυριν.

Καὶ νῦν... Θεοτοκίον

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Δευτερονομίου τὸ Ἀνάγνωσμα

(Κεφ.1,8-11,15-17)

Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἴδετε παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς αὐτήν, καὶ τῷ σπέρματι αὐτῶν μέτ᾿ αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν προσθείη ὑμῖν, ὡς ἐστέ, χιλιοπλασίως καὶ εὐλογήσαι ἡμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἠγεῖσθαι ἐφ᾿ ὑμῶν, χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ἡμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνετε δικαίως ἀνὰ μέσον ἀνδρός, καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσεσθε πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.

Δευτερονομίου τὸ Ἀνάγνωσμα

(Κεφ. 10, 14-18, 20-21)

Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς. Πλὴν τοὺς Πατέρας ἡμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι. Ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων· ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐ δ᾽ οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ, καὶ ὀρφανῷ, καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κοληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεὸς σου ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 3, 1- 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ, προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.

Ἦχος α' Γερασίμου Ἀλεξανδρείας

σοφία τοῦ Θεοῦ, τὰς ἐν κόσμῳ θλίψεις, καὶ τὰ τῶν ἐχθρῶν παλαίσματα, ὡς χωνευτήριον τίμιον ἡτοιμάσατο, ἐν ᾧ τὸ καθαρώτατον χρυσίον, Ἀθανάσιον τὸν πάνσοφον Ἱεράρχην, τὸν Ἀλεξανδρείας λαμπρότατον φωστῆρα, ἀξιοπρεπῶς ἐδοκίμασε· καὶ ἄξιον εὑραμένη, ὡς δακτύλιον δεξιᾷ τῇ ἁγίᾳ κατεσκεύασε. Διὸ καὶ τὴν μακαρίαν αὐτοῦ ψυχήν, ὡς νύμφην ἰδίαν ἐνυμφεύθη, ταύτῃ εὐφραινομένη εἰς τοὺς αἰῶνας.

Ὁ αὐτὸς

σοφία τοῦ Θεοῦ, τοὺς ἑαυτῆς θησαυρούς, ἐν τῷ Κυρίλλῳ κατέκρυψε· διὸ μηκέτι γῆν διορύξαντες, φθορᾶς θησαυρῶν φροντίσωμεν, καὶ τούτοις πλουτισθῆναι σπεύσωμεν· πρόσκαιρον γὰρ τὴν ἀπόλαυσιν ἕξομεν· τῶν δὲ τῆς θεοσοφίας θησαυρῶν Κυρίλλου τοῦ Τρισμάκαρος αἰωνίως ἀπολαύοντες, ἐν ταῖς ψυχαῖς ἡμῶν φυλάξωμεν.

Ὁ αὐτὸς

σοφία τοῦ Θεοῦ, ἄνθρωπον ἐν ἀρχῇ ἔπλασεν, ἐκ ψυχῆς καὶ σώματος αὐτὸν συστησαμένη, ἐν ᾧ τὰ πάντα τεθαύμασται, ἀλλ᾽ ἐν τῇ καινῇ ἀναπλάσει, ἄνθρωπον Θεῷ ἡρμόσατο, οὗ τὴν ἄρρητον καὶ δυσερμήνευτον ἕνωσιν, περέδωκαν ἡμῖν, οἱ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἱερώτατοι Διδάσκαλοι, τὴν ἐν τῷ Υἱῷ μίαν τοῦ συνθέτου ὁμολογοῦντες ὑπόστασιν, καὶ δύο τὰς θελήσεις, ἐν αὐτῇ τῇ μιᾷ ὑποστάσει. Ξένον ἄκουσμα! ξένον θέαμα! ξένον ψυχῶν ἀγαλλίαμα.

Ἦχος γ' Γερμανοῦ Πατριάρχου

μεγάλη τῆς Ἐκκλησίας σάλπιγξ, ὁ πολύαθλος Ἀθανάσιος, πρὸς εὐωχίαν σήμερον συγκαλεῖται τὴν Ἐκκλησίαν. Φαιδρῶς πάντες πιστοί, πρὸς τὴν πανήγυριν ὑπαντήσωμεν τοῦ καλοῦ Ποιμένος, ὕμνοις γεραίροντες τοὺς ἱεροὺς αὐτοῦ πόνους· ὅπως ταῖς πρεσβείαις αὐτοῦ, λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα ἔλεος.

Ὁ αὐτὸς τοῦ αὐτοῦ

Τὸ μέγα κλέος τῶν Ἱερέων, Ἀθανάσιον τὸν ἀήττητον ἀριστέα, ἱεροπρεπῶς εὐφημήσωμεν· τὰς φάλαγγας, τῇ δυνάμει τοῦ Πνεύματος, τὰ τῆς Ὀρθοδοξίας τρόπαια, ἀνεστήσατο καθ᾿ ὅλης τῆς οἰκουμένης, ἀριθμῶν εὐσεβῶς, τὸ τῆς Τριάδος μυστήριον, διὰ τὴν τῶν προσώπων ἰδιότητα· καὶ πάλιν συνάπτων ἀσυγχύτως εἰς ἓν, διὰ τὴν τῆς οὐσίας ταυτότητα, καὶ χερουβικῶς θεολογῶν, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος πλ. β'

Γερασίμου Ἀλεξανδρείας

Δεῦτε συνευφρανθῶμεν, πάντες οἱ γηγενεῖς, ἐπὶ τῇ μνήμῃ τῶν σοφωτάτων Διδασκάλων ἡμῶν, Ἀθανασίου τε καὶ Κυρίλλου· οὗτοι γάρ, ὡς ἀξιόθεοι παλαισταί, καὶ πρόμαχοι τῆς ἀληθείας πιστότατοι, ἐχθροῖς τοῖς ἀοράτοις καὶ ὁρατοῖς, εὐσεβοφρόνως ἀντέστησαν· διὸ ἐν οὐρανοῖς, στεφάνοις τῆς ἀθανασίας αὐτοῦ κατέστεψεν, ὁ τῶν ἁπάντων Βασιλεύς. Καὶ νῦν μέτ᾿ Ἀγγέλων χορεύοντες, ὑμνοῦσιν ἀκαταπαύστως αὐτόν, τρισαγίοις ᾄσμασι, τὸν ἐν Τριάδι ὁμοούσιον.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τῶν Διδασκάλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

Ἦχος πλ, α' Χαίροις ἀσκητικῶν

Χαίροις Ἱεραρχῶν ἡ Δυάς, τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια, οἱ στῦλοι τῆς εὐσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός, τῶν αἱρετιζόντων ἡ κατάπτωσις. Χριστοῦ οἱ ποιμάναντες, τὸν λαὸν θείοις δόγμασι, καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες· οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες· νόμους οἱ προεκθέμενοι, Χριστοῦ τῷ πληρώματι· οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω· τοῦ Παραδείσου αἱ εἴσοδοι· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν

Χαίροις Ἱεραρχῶν ἡ Δυάς, οὐρανοβάμονες ἐπίγειοι Ἄγγελοι, τοῦ κόσμου ἡ σωτηρία, ἡ τῶν ἀνθρώπων χαρά, καὶ τῆς οἰκουμένης οἱ Διδάσκαλοι· τοῦ Λόγου οἱ πρόμαχοι, ἰατροὶ ἐπιστήμονες, τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ σώματος· οἱ ἀείροοι, ποταμοὶ οἱ τοῦ Πνεύματος, λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἅπαν πρόσωπον· οἱ θεολόγοι, αἱ βάσεις, οἱ ὑψηγόροι οἱ ἔνθεοι· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται

Χαίροις ἡ ἱερὰ Ξυνωρίς, τοῦ ἐπιγείου στερεώματος Ἥλιος, ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ Τρισηλίου αὐγῆς, τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις· τὰ ἄνθη τὰ εὔοσμα, τοῦ Παραδείσου τὰ κάλλιστα· ὄντως ὁ Μέγας, καὶ σοφὸς Ἀθανάσιος, θεῖος Κύριλλος· τὰ πυξία τοῦ Πνεύματος· πλάκες αἱ θεοχάρακτοι, μαζοὶ οἱ ἐκβλύζοντες, τῆς σωτηρίας τὸ γάλα· τὸ τῆς σοφίας ἀγλάϊσμα. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. δ'

εραρχῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἀθανάσιον σὺν τῷ Κυρίλλῳ, καὶ Χριστῷ ἐκβοήσωμεν χαρμονικῶς· Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Διδασκάλων, ἄφεσιν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις, δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων. Νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον Ἦχος γ'

Θείας πίστεως

ργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα τοῦ Ἁγίου Ἀθανασίου

Ἦχος πλ. α' Τὸν συνάναρχον Λογον

Τὸν λειμῶνα τῶν λόγων τῶν θεοπνεύστων Γραφῶν, τὸν ἡμᾶς ὁδηγοῦντα πρὸς τὴν εὐσέβειαν, τὸν τοὺς ποικίλους πειρασμοὺς ὑπομείναντα, Ἀθανάσιον πιστοί, ὡς διδαχθέντες ὑπ᾿ αὐτοῦ, τιμήσωμεν κατὰ χρέος· πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τοῦ Ἁγίου Κυρίλλου

Ἦχος γ' Θείας πίστεως

Θεῖον ἕδρασμα τῆς Ἐκκλησίας, Πάτερ Κύριλλε, σὺ ἀνεδείχθης· τὴν δωδεκάδα ἐκθεὶς γὰρ τῶν λόγων σου, τὴν Νεστορίου κακόνοιαν ἤλεγξας, καὶ Θεοτόκον κυρίως ἐτράνωσας. Ῥητόρων ἔξαρχε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θρόνος πάγχρυσος τοῦ Βασιλέως, καὶ Παράδεισος διηνθισμένος, ἀνεδείχθης Θεοτόκε πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν· ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.

Μετὰ τὸν Πολυέλεον

Κάθισμα ἀμφοτέρων

Ἦχος α' Τὸν τάφον σου Σωτὴρ

Τριάδος τῆς σεπτῆς, Ἀθανάσιον ὕμνοις, καὶ Κύριλλον ὁμοῦ ἐπαινέσωμεν πάντες, τοὺς θείους θεράποντας, καὶ προμάχους τῆς πίστεως, τοὺς τοῖς βάθεσι, τῶν εὐσεβῶν νοημάτων, στρατὸν ἔκφρονα, Αἱρετικῶν ἀπειθούντων, ἀξίως βυθίσαντας.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

 

Προκείμενον Ἦχος δ'

Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. Τὸ Στόμα μου λαλήσει σοφίαν.

Πᾶσα πνοὴ

 

Εὐαγγέλιον

κ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 10: 9-16

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. kαθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Ν’ Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα... Ταῖς τῶν Διδασκάλων...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

Στίχ. λέησόν με ὁ Θεός...

Ἰδιόμελον, Ἦχος πλ. β'

ξεχύθη ἡ χάρις ἐν χείλεσιν ὑμῶν, Ὅσιοι Πατέρες· καὶ γεγόνατε Ποιμένες τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκοντες τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ θεότητι.

Ὁ Κανὼν τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς ς' καὶ τῶν Ἁγίων εἰς η'.

Κανὼν τοῦ Ἁγίου Ἀθανασίου, οὗ ἡ Ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων.

Ἀθανάσιος εὖχος ὀρθοδοξίας ἔφυ. Θεοφάνους.

 Ὠδὴ α' Ἦχος πλ. δ'

ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα.

θανασίῳ προσκομίζων ἔπαινον, ὡς ἀρετὴν εὐφημῶν, πρὸς τὸν Θεὸν φέρω, μᾶλλον τὸ ἐγκώμιον, παρ᾿ οὗ τοῖς βροτοῖς δέδοται, ἀξιέπαινον χρῆμα, τῆς ἀρετῆς, ἧς περ γέγονεν, ἔμψυχος εἰκὼν καὶ ἐκσφράγισμα.

Θεοσοφίας χρηματίσας ἔμπλεως, καὶ ὑπὲρ ἥλιον, βίῳ ἀπαστράπτων, καὶ πολιτευσάμενος, Ὅσιε ὑπερβέβηκας, ἐγκωμίων τοὺς νόμους, τοὺς παρ᾿ ἡμῶν, ἀλλ᾿ ἀνάσχοιο, Πάτερ παρ᾿ ἀξίαν ὑμνούμενος.

ξιοχρέως μὲν ᾠδὴν ὑφαίνομεν, σοῦ μνήμῃ τῇ εὐκλεεῖ· ἀλλὰ ἀποροῦντες πλεῖστον Ἀθανάσιε, τῶν κατ᾿ ἀξίαν ὕμνων σου, ἐξαιτοῦμεν συγγνώμην, ἡμῖν δοθῆναι καὶ ἄφθονον, χάριν διὰ σοῦ τὴν τοῦ Πνεύματος.

Νεανικῶς τῶν σαρκικῶν κατήργησας, παθῶν σκιρτήματα ἐν νεότητί σου, γηραλέον φρόνημα, καὶ εὐσταθὲς κτησάμενος, Ἀθανάσιε Μάκαρ· τῆς γὰρ σοφίας τῷ ἔρωτι, πάσας τὰς αἰσθήσεις ἐρρύθμισας.

Θεοτοκίον

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, Ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.

Κανὼν τοῦ Ἁγίου Κυρίλλου, οὗ ἡ ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων.

Θεωριῶν Κύριλλος ἐνθέων λύρα.

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ

Ὠδὴ α' Ἦχος δ'

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Θεόθεν τὴν φωτοδότιν Κύριλλε, χάριν δεξάμενος, καὶ τηλαυγὴς φωστὴρ ἀναδειχθείς, λογικὰς ἐναστράψας ἡμῖν, μαρμαρυγὰς τὴν μνήμην σου, ὅπως ἀξίως ἀνυμνήσωμεν.

πλήσθης τῆς δᾳδουχίας Κύριλλε, σοφὲ τοῦ Πνεύματος, τῶν ἐντολῶν ὡς φύλαξ τοῦ Χριστοῦ· καὶ παθῶν καθῃράμενος, τῆς ὑπερθέου γέγονας, ὄντως Τριάδος ἐνδιαίτημα.

ς ζήλου καὶ παρρησίας ἔμπλεως, Κύριλλε ἔνδοξε, τὰς θεομάχους πάσας ἀψευδῶς, γλωσσαλγίας διήλεγξας, τῶν δυσσεβῶν αἱρέσεων, ὀρθοδοξίας προϊστάμενος.

Θεοτοκίον

Πατήσας τὴν ἐντολὴν τοῦ Κτίσαντος, τρυφῆς ἐκβέβληται, δελεασθεὶς ὁ πρῶτος ἐν βροτοῖς· ἀλλὰ τοῦτον πεσόντα δεινῶς, τὸν Λυτρωτὴν κυήσασα, ἀνεκαλέσω Μητροπάρθενε.

Καταβασία

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

Τοῦ Ἀθανασίου

Ὠδὴ γ'

στερεώσας κατ᾿ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστὲ τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε φιλάνθρωπε.

νακαθάρας μολυσμοῦ, παντὸς ψυχήν τε καὶ σῶμα, Ἀθανάσιε, ναὸς ἀνεδείχθης ἀξιόθεος· διὸ τὸ τῆς Τριάδος πλήρωμα, ἐπανεπαύσατό σοι, Ἱερομύστα πανόβλιε.

Σοῦ ὡς ἐπόθει τὴν ψυχήν, τοῦ Παρακλήτου ἡ χάρις, ἐκ παθῶν κεκαθαρμένην εὑροῦσα, διαδήλους ἐν αὐτῇ, τὰς ἐνεργείας δείκνυσι, καὶ τηλαυγῆ φωστῆρα, Πάτερ τῷ κόσμῳ σε τίθησιν.

εραρχίας μὲν κανών, ὡς Ἱεράρχης ἐδείχθης, πρακτικῆς ὑπογραμμὸς δὲ ὁ βίος· ὁ δὲ λόγος σου Σοφέ, τῆς θεωρίας τύπος τρανῶς· Θεολογία δέ σου, ὄντως ἡ δίδαξις πέφηνε.

Θεοτοκίον

Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω τὸν ἄχραντον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοὶ σε πάντες, ὕμνοις Ἁγνὴ μακαρίζομεν.

Τοῦ Κυρίλλου

Εὐφραίνεται ἐπὶ σοὶ

ωννύμενος ἐν Χριστῷ, τὰς μηχανὰς τοῦ σκολιοῦ δράκοντος, γνώμῃ στερρᾷ Κύριλλε, ὡς ἱστὸν ἀράχνης διέλυσας.

λὺν παθῶν ἐκ ψυχῆς, ἐξετινάξω καθελὼν Κύριλλε, πᾶν λογισμῶν ὕψωμα, κατὰ τοῦ Χριστοῦ ἐπαιρόμενον.

ς εὔστοχος ἀθλητής, Πάτερ ἐξέκλινας στερρῶς ἅπασαν τὴν τῆς σαρκὸς εὐπάθειαν, ὡς ἐπιβλαβῆ καὶ ἐπίβουλον.

Θεοτοκίον

Ἄγγελος Γαβριήλ, τὴν ὑπὲρ λόγον σοι χαρὰν ἔφησε· Χαῖρε Θεοῦ σκήνωμα, ὃ κατασκηνῶσαι ηὐδόκησε.

Καταβασία

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

Κοντάκιον τοῦ Ἁγίου Ἀθανασίου

Ἦχος β' Τοῖς τῶν αἱμάτων σου

ρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, πληθύνας τὸν σπόρον τῆς Πίστεως, τῇ ἑπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε· διὸ σε ὑμνοῦμεν Ἀθανάσιε.

Εἶτα, Κάθισμα

Ἦχος δ' Ταχὺ προκατάλαβε

Φωστῆρες ὑπέλαμπροι, τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κόσμον ἐφωτίσατε, ταῖς διδαχαῖς ὑμῶν, Πατέρες Θεόσοφοι, τήξαντες τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παρθένε πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε, καὶ ἀπειρόγαμε, Πιστῶν ἡ ἀντίληψις, ῥῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε τοὺς ἐν πίστει καὶ πόθῳ, τῇ σκέπῃ σου προσφεύγοντας μόνη Θεόνυμφε.

Τοῦ Ἀθανασίου

Ὠδὴ δ'

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

λη ἐν σοί, πνεύσασα ἡ ζωηφόρος πνοή, ἡ ἐξ ὕψους, πρὶν ἐπιφοιτήσασα, θεοπρεπῶς, Πνεύματος Χριστοῦ, ἐν τῷ ὑπερώῳ, καὶ Μαθητὰς ἐμφορήσασα, Ἀπόστολον δεικνύει, τρισκαιδέκατον Πάτερ, τὴν ὀρθόδοξον Πίστιν κηρύττοντα.

Σὺ θεϊκῷ, ζήλῳ σφοδρῶς πυρπολούμενος, τῇ Συνόδῳ συναγωνιζόμενος, καὶ πρὸ τοῦ σέ, Πρόεδρον τελεῖν, ἐν τῇ Νικαέων, κυρύττεις τὸ Ὁμοούσιον· διὸ τῆς Ἐκκλησίας, ὁ Χριστὸς Ποιμενάρχην, καὶ Διδάσκαλον σὲ προχειρίζεται.

γχειρισθείς, τῆς Ἐκκλησίας τοὺς οἴακας, ἐκ προνοίας, θείας Ἀθανάσιε, αἱρετικῶν τὰς ψυχοβλαβεῖς, πάσας γλωσσαλγίας, οἷά τις πέλυξ ἐξέτεμες, προρρίζους, ὡς ἀκάνθας· καὶ τὸν σπόρον τοῦ λόγου, ἐπαρδεύων σοφῶς ἐγεώργησας.

πὸ τῆς σῆς, γλώσσης πυρίνης ἐκκέκαυται, ἡ Ἀρείου, ἔκφυλος διαίρεσις, σύγχυσίς τε Σαβελλιανή, τὰ ἐκ διαμέτρου, κακὰ καὶ πρὸς τὴν ἀσέβειαν, ὁμότιμα καὶ πᾶσα, σὺν αὐτοῖς βλασφημία, αἱρετίζουσα ὦ Ἀθανάσιε.

Θεοτοκίον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε· σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον Ἁγνὴ σε γινώσκοντας.

Τοῦ Κυρίλλου

Ἐπαρθέντα σε ἰδοῦσα

Νενικηκότα τὰ πάθη τὰ ψυχοφθόρα, καὶ λογισμῷ κρατήσαντα σαρκὸς θεοφόρε, Κύριλλε ἰδὼν ὁ Χριστός, τῆς θείας σε Πρόεδρον, Πάτερ Ἐκκλησίας καθίστησι.

Κληρονομήσας ὡς γόνος ἠγαπημένος τὴν πατρικὴν τοῦ Μάρκου, ἀρετὴν καὶ τοῦ θρόνου, γέγονας διάδοχος, τοῦ θείου τοῖς ἴχνεσιν, Εὐαγγελιστοῦ παρεπόμενος.

πὸ Χριστοῦ μὲν ὡς πρόβατον ἐποιμάνθης, ὡς δὲ ποιμὴν ἐποίμανας, τὸ ποίμνιον Πάτερ, λόγοις ψυχοτρόφοις σου, ὡς πόαις καὶ ἄνθεσι, δαψιλῶς ἐκτρέφων τῆς χάριτος.

Θεοτοκίον

Νεμομένην τοῦ θανάτου τὴν τυραννίδα, Μήτηρ Θεοῦ κατέπαυσας, Ζωὴν τὴν ἀγήρω, Πάναγνε κυήσασα· διὸ σοι κραυγάζομεν, Χαῖρε Θεοτόκε πανύμνητε.

Καταβασία

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Τοῦ Ἀθανασίου

 Ὠδὴ ε'

να τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ᾿ ἐπίβλεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

Χριστὸν ἔχων λαλοῦντα, Πάτερ ἐν ὀργάνῳ εὐήχῳ τῇ γλώττῃ σου, στηλιτεύεις Μάκαρ, τῶν εἰδώλων ἐγγράφως τὴν αἵρεσιν, τοὺς πεπλανημένους, ποδηγετῶν καὶ ἐπιστρέφων, πρὸς τὸν ὄντως Θεὸν Ἀθανάσιε.

λεθρίους αἱρέσεις, Πάτερ ἐθριάμβευσας λόγοις καὶ γράμμασι, τὴν ποικίλην πλάνην, ἐξορίζων σοφαῖς ἀποδείξεσιν, ἐκ τῆς οἰκουμένης, διατρανῶν ἀναντιρρήτως, τὴν Ὀρθόδοξον πίστιν μακάριε.

Σὲ διδάσκαλον ὄντως, μέγαν Διδασκάλων σοφὲ Ἀθανάσιε, ἀκομψεύτῳ φράσει, μετὰ τοὺς Ἀποστόλους εὐμοίρησεν, Ἐκκλησία Πάτερ, ἡ τοῦ Χριστοῦ διασαφοῦντα, τὸν ἀμώμητον λόγον τῆς Πίστεως.

Θεοτοκίον

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα· ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Τοῦ Κυρίλλου

Σὺ Κύριέ μου φῶς

εῦμα ὄντως σφοδρόν, πλημμυροῦντος χειμάρρου ὁ σός, ὦ Κύριλλε ἐκμιμεῖται λόγος, τῶν κακοδόξων, ἐκτρέπων μηχανήματα.

σως τὴν βδελυράν, τοῦ Ἀρείου διαίρεσιν, ὦ Κύριλλε μιαράν τε, Σαβελλίου ἐκ βάθρων, συναλοιφὴν καθῄρηκας.

Λόγους πλουτοποιούς, οὐ χρυσὸν καταλέλοιπας, ὦ Κύριλλε θησαυρούς τε, ὥσπερ λίθους τιμίους, τοὺς σοὺς τῇ Ἐκκλησίᾳ Χριστοῦ.

Θεοτοκίον

ντως χαρακτήρ, τῆς ἁγίας μορφῆς σου Σεμνή, τοὺς δαίμονας φυγαδεύει, τοὺς πιστοὺς δ᾿ ἁγιάζει, καὶ σῴζει τὰς ψυχὰς ἡμῶν.

Καταβασία

ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Τοῦ Ἀθανασίου

 Ὠδὴ ς'

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

θνείου σπόρου σπορεύς, φανεὶς ὁ Ἀπολλινάριος, βροτείου λόγου καὶ νοῦ, Χριστοῦ τὸ ἀνθρώπινον, στερρῶς ἐξελήλεγκται, ὑπὸ σοῦ Παμμάκαρ, ὥσπερ ἄνους καὶ φρενόληπτος.

ευμάτων τῶν λογικῶν, χυθέντων διὰ χειλέων σου, ἐξ ἀενάου πηγῆς, τῆς χάριτος Ὅσιε, γλυκύτερα μέλιτος, ὡς ἐκ κρήνης ῥεῖθρα, οἱ πιστοὶ ἀπαρυόμεθα.

Θαυμάσειέ τις τοῖς σοῖς, εἰκότως Πάτερ συγγράμμασι, σοφῶς ἐμφιλοχωρῶν, μελλούσας φυήσεσθαι, αἱρέσεις θεώμενος, προανατραπείσας, ὑπὸ σοῦ προφητικώτατα.

Θεοτοκίον

υσθείημεν τῶν δεινῶν, πταισμάτων ταὶς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Τοῦ Κυρίλλου

 Θύσω σοι, μετὰ φωνῆς

Λαβίδι, Σεραφὶμ τῷ Προφήτῃ τὸν ἄνθρακα, τῇ Ἐκκλησίᾳ Χριστοῦ δέ, ταῖς χερσί σου προσνέμεις ἱερομύστα, τὸ ἐκ θείου, πυρὸς ἠνθρακωμένον καθάρσιον.

μόρους, ὡς ὁ Σαμψὼν ἀλλοφύλους οὐκ ἔθραυσας, τὰ δὲ ἀλλόκοτα πάντα, τῶν ἑτεροδόξων διδάγματα, καὶ τὸ κράτος, τοῖς ὀρθοδόξοις δέδωκας Κύριλλε.

Συνόδου, θεολέκτου σαφῶς προηγούμενος, τὸ δυσμενὲς Νεστορίου, χριστομάχον θράσος Πάτερ καθεῖλες, ζήλου πνέων, ὑπὲρ τῆς ἀληθοῦς Θεομήτορος.

Θεοτοκίον

Φωτίζεις, τῷ τοκετῷ σου πάντα τὰ πέρατα, Θεογεννῆτορ Παρθένε· σὺ γὰρ μόνη ὤφθης κεκαθαρμένη, ἀπ᾿ αἰῶνος, δικαιοσύνης Ἥλιον ἔχουσα.

Καταβασία

βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοὶς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

Κοντάκιον Ἦχος δ'

Ἐπεφάνης σήμερον  

εράρχαι μέγιστοι τῆς εὐσεβείας, καὶ γενναῖοι πρόμαχοι, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, πάντας φρουρεῖτε τοὺς μέλποντας. Σῶσον Οἰκτίρμον, τοὺς πίστει τιμῶντάς σε.

Ὁ Οἶκος

καταλήπτῳ σου χειρί, καὶ σθένει ἀπορρήτῳ, τὴν σὴν νῦν Ἐκκλησίαν οὐρανώσας Οἰκτίρμον, ἔδειξας ὄντως φαεινοὺς τοὺς δύω φωστῆρας, μεγίστους τε καὶ τερπνούς, τὸν κόσμον καταυγάζοντας, σὺν Ἀθανασίῳ τῷ πανσόφῳ, Κύριλλον τὸν θεῖον. Ταῖς αὐτῶν οὖν ἱκεσίαις, ἐξάρας τὴν νύκτα, ἐχθρῶν πᾶσαν ἀχλὺν διάλυσον Σῶτερ, καὶ φωτὶ τῷ φρικτῷ τῶν πιστῶν τὰ πλήθη καταύγασον, πρὸς τὸ κράζειν καὶ βοᾶν σοι· Σῶσον Οἰκτίρμον, τοὺς πίστει τιμῶντάς σε.

Συναξάριον

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας.

Στίχοι

θανάσιον καὶ θανόντα ζῆν λέγω.

Οἱ γὰρ δίκαιοι ζῶσι καὶ τεθνηκότες.

Φυγῆς Κυρίλλου σήμερον μνήμην ἄγει,

λλ' οὐ τελευτῆς τῆς ἀειμνήστου κτίσις.

Τάρχυσαν ὀγδοάτῃ δεκάτῃ νέκυν Ἀθανασίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδούλης.

Στίχοι

Τὴν θεοδούλην ἐκ ξίφους τεθνηκέναι,

Δοῦλοι Θεῶν κρίνουσι τῶν ψευδωνύμων.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ξένη πυρὶ τελειοῦται.

Στίχοι

Χριστὸς ἦλθεν πῦρ βαλεῖν εἰς τὴν γῆν πάλαι,

Ξένη τρέφουσα καρτερεῖ τὸ πῦρ ξένως.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἀθανασίου

Ὠδὴ ζ'

Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

μότιμον σύνθρονον, Πατρὶ τὸν Λόγον, μονογενῆ τε Υἱόν, ὀρθοδόξως κηρύξας, ἀθανασίας Πάτερ ἐπώνυμε, αὖθις διδάσκεις, τὸ Πνεῦμα Γεννήτορι, καὶ τῷ Υἱῷ συμφυές καὶ ὁμοούσιον.

Διδάσκαλον κήρυκα, ἱεροφάντην τοῦ τρισηλίου φωτός, διαγγέλλοντα πᾶσιν, ὀρθοδοξίαν μέχρι τερμάτων τῆς γῆς, εὐσεβείας ὁρῶν ὁ γεννήτωρ σε, τοὺς πειρασμοὺς κατὰ σοῦ ἐπανετείνετο.

Οἱ κίνδυνοι ἄπειροι, οὓς ἔτλης Μάκαρ ἀγωνιζόμενος, ὑπὲρ τῆς εὐσεβείας· οἱ στέφανοι δὲ ὡσαύτως ἄπειροι· καὶ γὰρ ἀδάμας ὑπῆρχες τοῖς παίουσι, πρὸς δὲ σαυτόν, ὡς μαγνῆτις εἷλκες ἅπαντας.

Ξενίζοντα δόγματα, ἀλλότριά τε τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἐξορίσας Τριάδα ἐθεολόγησας ὑποστάσεων, θεότητος δὲ μονάδα, ᾗ ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Μαρίαν τὴν ἄχραντον, καὶ παναγίαν ἀνευφημήσωμεν· διὰ ταύτης γὰρ χάρις, ἡμῖν πηγάζει τῶν ὑπὲρ νοῦν δωρεῶν, ὡς ἐκ χειμάρρου τῆς θείας νῦν χρηστότητος, ἥν εὐσεβεῖ λογισμῷ, νῦν μακαρίζομεν

Τοῦ Κυρίλλου

Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι

ν τῷ Σιναίῳ, ἀκρωτηρίῳ πάλαι γνόφον εἰσδύς, Νόμον εἷλε μάκαρ Κύριλλε, ὁ Μωσῆς ἀναιροῦντα τὸν τοῦ γράμματος, σὺ δὲ ἀνέπτυξας, τὸ κεκρυμμένον κάλλος τοῦ Πνεύματος.

Νομοθεσίας, δι᾿ αἰνιγμάτων ὡς νηπίοις τὸ πρίν, Πάτερ δεδομένης κάλυξι καλυπτά, ὥσπερ ῥόδα τὰ νοήματα, σὺ ἀπεκάλυψας, ἑρμηνεύσας τοὺς τύπους σαφέστατα.

Θεοκηρύκων, καὶ θεολήπτων τὰ δυσέφικτα, τεύχη Προφητῶν τῇ χάριτι ἐμπνευσθείς, τοῦ ἐκείνους ἐμφορήσαντος, Πνεύματος Κύριλλε, εἰλικρινῶς ἡμῖν διεσάφησας.

ν ἀσυγχύτῳ, ἑνώσει θείᾳ καὶ ἀτμήτῳ σαφῶς, Πάτερ διαιρέσει τρεῖς μὲν θεολογῶν, ὑποστάσεις ἔφης Κύριλλε, ἀπαραλλάκτους δέ, ἐν οὐσίᾳ μιᾷ καὶ θεότητι.

Θεοτοκίον

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξί, πανάμωμε Δέσποινα.

Καταβασία

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τοῦ Ἀθανασίου

Ὠδὴ η'

πταπλασίως κάμινον τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

εραρχῶν ἀγλάϊσμα, εὐκλεὲς Ἀθανάσιε, στῦλε τοῦ φωτός, τῆς Ἐκκλησίας ἔρεισμα, Τριάδος ὑπέρμαχε, θεολογίας σάλπιγξ χρυσῆ, βίου τε μονήρους, ἀκριβὴς νομογράφε, ἡμῖν συνεορτάζοις, ἱερεῖς καταρτίζων, λαοὺς πιστοὺς προσάγων, Χριστῷ εἰς τους αἰῶνας.

θανασίας γέγονας, σὺ τῷ ὄντι φερώνυμος· τοὺς γὰρ πρακτικούς, τῷ λόγῳ ὑπερήλασας· δοκίμους ἐν λόγῳ δέ, δι᾿ ἀκριβείας βίου νικῶν, τοὺς ἐν ἀμφοτέροις, ὑπερβέβηκας ἄκρους· διὸ ἀνυπερβλήτῳ, ἀρετῇ διαλάμψας, ἀθάνατον ἐκτήσω, τὴν μνήμην εἰς αἰῶνας.

Σὺ λαμπροτέραν ἔδειξας, Μυστιπόλε θεόληπτε, τὴν ἱεραρχίαν, τοῖς γενναίοις ἄθλοις σου· τὴν πλάνην ἐξώρισας, ταῖς σαῖς ὑπερορίαις πυκνῶς, ὑπὲρ τῆς Τριάδος, ἣν κηρύττων ἐβόας· Πατέρα προσκυνεῖτε, Υἱὸν θεολογεῖτε, τὸ Πνεῦμα ἀνυμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Φωτὸς ἀδύτου γέγονας, ἐνδιαίτημα Πάναγνε· Φῶς γὰρ τοῖς ἐν σκότει, καὶ σκιᾷ γεγέννηκας, φωτίζον τὰ σύμπαντα, θεογνωσίας χάριτι· ᾧ ἀκαταπαύστως, οἱ πιστοὶ μελῳδοῦμεν· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Κυρίλλου

Χεῖρας ἐκπετάσας Δανιὴλ

ς κῦμα θαλάσσης ἀληθῶς, ἐν σοὶ ἐξέβλυσεν, ἡ τῆς σοφίας πηγή· καὶ γὰρ ἀέναοι ἔρρευσαν, ποταμοὶ ἐκ τῆς κοιλίας σου, Πάτερ δογμάτων εὐσεβῶν, καθὼς προέφη Χριστός· ὑπερβαίνει ψάμμον γάρ, τεύχη τὰ σὰ τὰ θεόλεκτα.

Νομεὺς καὶ διδάσκαλος σοφός, τῆς Ἐκκλησίας δειχθείς, τὰς δύω Κύριλλε, σαφῶς ἀνέπτυξας Ὅσιε, Διαθήκας· ὡς γὰρ ἄγκυραν, καὶ πατρικὸν κλῆρον τοὺς σούς, ἔχουσα λόγους βοᾷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Λόγου σαρκωθέντος δι᾿ ἡμᾶς, τοῦ παντεχνήμονος, σὺ τὴν ἀπόρρητον, διδάσκεις ἕνωσιν Κύριλλε, ἀδιαίρετον ἀσύγχυτον, τὰς ἐφ᾿ ἑκάτερα ῥοπάς, ἴσως ἐκκλίνας βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Μαρία Κυρίου τοῦ παντός, κυριευθεῖσάν μου, τὴν παναθλίαν ψυχήν, τοῖς τῆς σαρκὸς δεινοῖς πάθεσι, καὶ αἰσχίστοις πλημμελήμασι, σὺ ἐλευθέρωσον τῇ σῇ, δυνάμει τῇ κραταιᾷ, καὶ παράσχου, λύσιν πταισμάτων, καὶ δόξαν ἀκήρατον.

Καταβασία

στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ἀθανασίου

Ὠδὴ θ'

ξέστη ἐπὶ τούτου ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

ξέλαμψεν ὁ βίος ὡς ἀστραπή· εξεχύθη δὲ πάτερ ὁ φθόγγος σου, ὥς περ βροντή, πᾶσιν, οὓς ὁ ἥλιος ἐφορᾷ· ἐξ οὐρανοῦ γὰρ ἔσχηκας, ἄνωθεν τὴν ἔμπνευσιν ἀληθῶς· διὸ οὐκ ἔσβεσέ σου, ὁ πρόξενος τῆς λήθης, τὴν μνήμην τάφος Ἀθανάσιε.

Φωτὶ τῷ τρισηλίῳ καὶ τριφεγγεῖ, τηλαυγέστερον νῦν ἐλλαμπόμενος, τοῖς ὑμνηταῖς, σοῦ ἀντανακλάσεις αὐγοειδεῖς, διαφανὲς ὡς ἔσοπτρον, ἄνωθεν ἐκπέμπεις ἡλιακάς, καὶ σοὶ συστήσαις Μάκαρ, κἂν μέγα καὶ ἐξόχως, ὑπὲρ ἀξίαν τὸ αἰτούμενον.

μνοῦντες δυσωποῦμέν σε ἐκτενῶς· Ὑπὲρ τῆς Ἐκκλησίας ἱκέτευε, διὰ Σταυροῦ νίκας δωρηθῆναι τῷ βασιλεῖ, τῇ ὀρθοδόξῳ Πίστει τε, κράτος καθ᾿ αἱρέσεων δυσμενῶν· ἡμῖν δὲ σωτηρίαν, εἰρήνην τε τῷ κόσμῳ, ἐν τῇ σῇ μνήμῃ Ἀθανάσιε.

Θεοτοκίον

Σωτῆρα ὡς τεκοῦσα καὶ Λυτρωτήν, σωτηρίας με Κόρη ἀξίωσον, ἐπιτυχεῖν, Πάναγνε πταισμάτων μου τὰς σειράς, ταῖς σαῖς πρεσβείαις λύσασα· πάντα γὰρ ὡς θέλεις νῦν κατορθοῖς, ὡς φέρουσα ἐν κόλποις, τὸν πάντων Βασιλέα, τὸν ἀγαθότητι ἀσύγκριτον.

Τοῦ Κυρίλλου

Εὔα μὲν τῷ τῆς παρακοῆς

ψωμα Χριστοῦ κατεπαρθὲν τῆς γνώσεως, καὶ τῆς τούτου Θεομήτορος, Κύριλλε ἄπαν κατὰ κράτος, καθεῖλες Νεστορίου τὴν ἄθεον, υἱῶν δυάδα ὡσαύτως καὶ σύγχυσιν, τῶν Ἀκεφάλων τὴν τῶν φύσεων.

ώσει τῶν φρενῶν καὶ φωτισμῷ τῆς χάριτος, τὴν Τριάδα ὁμοούσιον, τόν τε Υἱὸν σεσαρκωμένον, Θεὸν θεολογήσας Μακάριε, ὀφθείς τε τῆς Θεοτόκου ὑπέρμαχος, ἐν τοῖς ὑψίστοις νῦν δεδόξασαι.

νωθεν ἡμᾶς σοὺς ὑμνητὰς ἀοίδιμε, ἐποπτεύοις Πάτερ ἵλεως, Ἄνακτι νίκας σταυροφόρῳ, βραβεύων καὶ ὑψῶν ταὶς πρεσβείαις σου, τῶν Ὀρθοδόξων τὸ κέρας φαιδρύνων τε, τοὺς τὴν σὴν μνήμην μεγαλύνοντας.

Θεοτοκίον

Στειρεύουσαν θείων ἀρετῶν πανάχραντε, Θεοτόκε τὴν καρδίαν μου, δεῖξον Παρθένε καρποφόρον, ἐκ στείρας ἡ τεχθεῖσα βουλήματι, τοῦ πάντα μεταποιοῦντος τῷ πνεύματι, ἵνα ὑμνῶ σε τὴν Πανύμνητον.

Καταβασία

ν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.

Ἐξαποστειλάριον

Τοῖς Μαθηταῖς συνέλθωμεν
Τῆς ὑπερθέου πάνσοφοι, ἀνεδείχθητε μύσται, Τριάδος καὶ ὑπέρμαχοι, Ἀθανάσιε μάκαρ, καὶ Κύριλλε θεοφάντορ, Ἄρειον καθελόντες, καὶ σὺν αὐτῷ Σαβέλλιον, καὶ Νεστόριον αὖθις, τὸν δυσσεβῆ, καὶ σὺν τούτοις ἅπασαν ἄλλην πλάνην, τῶν δυσσεβῶν αἱρέσεων, Ἱεράρχαι Κυρίου.

Θεοτοκίον ὅμοιον

ρος Θεοῦ πανάγιον, καὶ λυχνίαν καὶ στάμνον, καὶ κιβωτὸν καὶ τράπεζαν, ῥάβδον τε καὶ πυρεῖον, καὶ θεῖον θρόνον καὶ πύλην, καὶ ναὸν καὶ παστάδα, ὑμνήσωμεν θεόφρονες, τὴν ἁγνὴν καὶ Παρθένον· ἐξ ἧς Θεός, σαρκωθεὶς ἀτρέπτως, καὶ ὑπὲρ φύσιν, ἐθέωσε τὸ πρόσλημμα, ἀπορρήτῳ ἑνώσει.

Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων

Δεῦτε φιλέορτοι πάντες πανηγυρίσωμεν, τὴν μνήμην τῶν ἐνδόξων, Διδασκάλων τιμῶντες· ἐν Πνεύματι γὰρ θείῳ καθεῖλον ὀφρύν, ἀκαθέκτων αἱρέσεων· καὶ θεοφθόγγοις διδάγμασι τὴν Χριστοῦ, Ἐκκλησίαν ὑπεστήριξαν.

ρθοδοξίας ἀκτῖσι περιλαμπόμενοι, οἱ νοητοὶ ἀστέρες, ὑπερηύγασαν λόγοις· ὁ μὲν γὰρ τὴν Ἀρείου θεοστυγῆ, γλωσσαλγίαν ἐφίμωσεν· ὁ δὲ Νεστόριον αὖθις καὶ ἐμμανῆ, καταβέβληκε Σαβέλλιον.

Τὴν ἱερὰν Ξυνωρίδα τῶν Διδασκάλων ἡμῶν, τοὺς ζηλωτὰς Κυρίου, εὐφημήσωμεν ὕμνοις, Κύριλλον τὸν θεῖον, φλόγα πυρός, καὶ στερρὸν Ἀθανάσιον· ἐν οὐρανοῖς γάρ συνόντες ὑπὲρ ἡμῶν, τῷ Θεῷ ἀεὶ πρεσβεύουσι.

Ταῖς ἱκεσίαις τῶν θείων Ἱεραρχῶν σου Χριστέ, ἐπίσκεψαι ἐξ ὕψους, ἐκλογάδα σου ποίμνην, ἐν μέσῳ νεμομένην λύκων δεινῶν, ὧν τὰ θράση κατάβαλε· οὐ γὰρ ἐπαύσατο ἔτι καὶ νῦν ἰδού, τῶν αἱρέσεων τὰ σκάνδαλα.

Δόξα... Ἦχος πλ. α'

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε τῶν Πιστῶν ἡ ὁμήγυρις, δεῦτε ὀρθοδόξων χορεῖαι, ᾄσμασιν ἐγκωμίων στέψωμεν, τὴν ἀεισέβαστον δυάδα τῶν Διδασκάλων ἡμῶν· οὗτοι γὰρ πάντα ζόφον κακίστης αἱρέσεως, πᾶσαν ἀπάτην τῶν δυσμενῶν, νεανικῶς καθελόντες, τῇ ἀηττήτῳ τοῦ Πνεύματος ἰσχύϊ, τὸν κόσμον κατηύγασαν, θεογνωσίας ἐλλάμψεσι· καὶ νῦν πρεσβεύουσιν ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτῶν.

Καὶ νῦν... Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία μεγάλη

 Εἰς τὴν Λειτουργίαν

 Τυπικὰ καὶ ἐκ τῶν Κανόνων Ὠδὴ γ' καὶ ς'.