The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΪΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΖ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 Μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἐπισκόπου Χριστιανουπόλεως.

  

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

 

Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ.

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'.

Ἦχος β'

Ποίοις εὐφημιῶν.

Πάντες οἱ εὐσεβεῖς σήμερον, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τὸν ἀθανασίας ἐπώνυμον, καὶ Ἀθανασίου ἐφάμιλλον, Χριστιανουπόλεως ποιμένα. Δοχεῖον λαμπρὸν γενόμενον τοῦ Πνεύματος, τὸ σῶμα σὺν τῇ ψυχῇ ἀποκαθάραντα, τῆς τῶν παθῶν τρικυμίας, Ὅθεν ἠξιώθη, ἀενάως θαυματουργεῖν, Χριστῷ παριστάμενος, τῷ σώσαντι τὰς ψυχάς ἡμῶν.

Δεῦτε ἐν ἱεροῖς μέλεσι, καταστέψωμεν τὴν θείαν Κάραν, εὐωδίας οὖσαν ἀνάπλεων, καὶ πάμπολλα θαύματα βρύουσαν, καὶ πιστοὺς κινδύνων λυτρουμένην, βοῶντες· Σὲ ἀνυμνοῦμεν παντοδύναμε, προστάτην καὶ ἀρωγὸν ἡμῖν ἐκφήναντα, τὸν Ἀθανάσιον ὄντως, οὗ τὸ θεῖον σκῆνος, εὐωδίας πολλῆς πληροῖς, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Θαῦμα ἐκπληκτικὸν γέγονε, καὶ κατέπληξε τοὺς τολμητίας, τοὺς βεβήλους χεῖρας ἐκτείνοντας, καὶ τὰ λείψανά σου συλήσαντας. Ἐκλονίσθη πᾶσα ἡ οἰκία, καὶ κρότος, φρικτὸς καὶ μέγας καὶ παννύχιος, σὲ ζῶντα καὶ μετὰ θάνατον ἀπέδειξε. Καὶ οἱ αὐτόπται νῦν ζῶσιν· οὗτοι μαρτυροῦσιν, ὅτι σὺ εἶ θαυματουργὸς κλεινὲ Ἀθανάσιε. Εὐχαῖς σου πάντες σωθείημεν.

Πόθῳ θεοτερπεῖ σήμερον, ἀσπασώμεθα τὸ θεῖον σκῆνος, τοῦ ἀξιαγάστου Πατρὸς ἡμῶν, Ἀθανασίου τοῦ μάκαρος, τοῦ κρουνοῖς δακρύων καθαρθέντος, τὸ μέγα τῆς Γορτυνίας ἐγκαλλώπισμα, καὶ θεῖον Μονῆς Προδρόμου στῦλον ἄσειστον, τῆς εὐποιΐας τὸν πλοῦτον, τὸν ἀεὶ δηλοῦντα, ἀγανάκτησιν τοῦ Θεοῦ, τριγμῷ τῆς σῆς λάρνακος, τιμῶμέν σε Ἀθανάσιε.

Δόξα... Ἦχος πλ. α'

ς θαυμαστά σου τὰ ἔργα Χριστέ! Ἀνέδειξας ἐν τοῖς ἐσχάτοις χρόνοις, θαυματουργὸν τὸν Ἱεράρχην σου Ἀθανάσιον. Σὲ γὰρ τὸν βαρύτιμον ποθήσας μαργαρίτην, τόν πλοῦτον καὶ τὴν δόξαν, σκύβαλα ἑλογίσατο. Καὶ τοῖς ἴχνεσί σου ἀκολουθῶν, πνεῦμα καὶ σῶμα ταῖς ἀρεταῖς ἀπεθέωσεν. Ὅθεν τό «ἐπίβλεψον Κύριε» ἐκφωνῶν, λαμπρότατον ἄστρον, πρὸ τοῦ στόματος αὐτοῦ ἑωρᾶτο. Τὴν δ' ὁλολύζουσαν γοερῶς, ἐπὶ τοῦ θείου λειψάνου, νεκρῶς τὴν χεῖρα ὕψωσε, καὶ ταύτην ηὐλόγησε. Μεγαλουργὲ Ἀθανάσιε, πρέσβευε τοῦ ῥυσθῆναι ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ Βελίαρ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον.

Τὰ Ἀναγνώσματα.

 Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. 10, 7 & 3, 13-16 & ἐκλογὴ)

Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ, Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστὸς ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδούς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γάρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. 10, 31-32 & 11, 1-12)

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται· Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας, οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Ἰδιόμελα εἰς τὴν Λιτὴν

Ἦχος α'

Τοὺς ὑπὲρ ἄνθρωπον ἀγῶνάς σου, καὶ τὰς πυκνὰς χαμευνίας, πῶς μὴ θαυμάσωμεν, Ἱεροφάντα θεσπέσιε. Ἀρχῆθεν γὰρ προορισθείς, τὸν τιμαλφῆ καὶ ἰσάγγελον τῆς παρθενίας χιτῶνα, ἄσπιλον διεφύλαξας. Καὶ τοῖς τερπνοῖς καὶ χαμαιζήλοις τοῦ βίου χαίρειν εἰπών, νύκτωρ τε μεθ' ἡμέραν, τῷ Σωτῆρι ἐβόας· «Ἡ ψυχή μου ἐκολλήθη ὀπίσω σου. Γνώρισόν μοι Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι». Ὅθεν ἀνελθών, εἰς τὸ περίβλεπον Ἱεραρχίας ὕψος, ἐπινεύσει τῆς Θεοτόκου, πᾶσαν ἀρετὴν ἑαυτῷ ἐνεθησαύρισας, καὶ θαυματουργὸν σεαυτὸν ἐναπέφηνας. Πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ Ἁγιώτατε.

Τὴν πίστιν τετήρηκε, τὸν δρόμον τετέλεκε, ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, ὁ Χριστιανουπόλεως Ἀθανάσιος. Ποιμαίνων γὰρ καὶ πυκτεύων, καὶ τὴν σάρκα δουλαγωγῶν, τοῖς πᾶσι πάντα γέγονεν, ἵνα πάντας κερδήσῃ. Καὶ τὸν Σωτῆρα μιμούμενος, ὑπὲρ τῶν προβάτων τὴν ψυχὴν αὐτοῦ ἐτίθει. Διό, καὶ τοῦτον ἐδόξασεν ὁ Χριστός. Καὶ ζῶντα καὶ μετὰ θάνατον, τῷ τρισηλίῳ οὖν φωτί, φαιδρὸς παριστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν, τοῦ Εὐαγγελίου κήρυξ διαπρύσιε.

ς ἀργαλέος ἐστὶν ὁ δρόμος τῆς ἀρετῆς! Διὸ καὶ παρὰ Θεοῦ στεφανοῦνται, οἱ ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενοι, καὶ ἀκλινῶς πολεμοῦντες, καὶ κόσμον καὶ κοσμοκράτορα. Ἀλλ' ὦ Κερκύρας βλάστημα, καὶ Γορτυνίας καύχημα, τῆς Χριστιανουπόλεως Ἱερουργὲ καὶ ποιμάντορ, ἐν οὐρανοῖς χοροβατῶν, καὶ ἐπὶ γῆς ἀπείροις θαύμασι δοξασθείς, πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ Ἀθανάσιε.

Δόξα... Ἦχος δ'

Σήμερον σκιρτήσωμεν, καὶ πνευματικῶς εὐφρανθῶμεν, ἐπὶ τῇ μνήμῃ τοῦ Ἱεράρχου. Τὸν γὰρ Σωτῆρα τοῦ παντός, οὗτος ἐπιποθήσας, γονεῖς, μνηστήν, σὺν τοῖς λοιποῖς τοῦ βίου θελγήτροις ἀπηρνήσατο. Καὶ τῇ λυχνίᾳ ἐπιβὰς διὰ τῆς Θεοτόκου, τῇ ἀόκνῳ διδασκαλίᾳ, Θεὸν καὶ ἄνθρωπον ἐκήρυξε. Φόβῳ καὶ τρόμῳ δὲ τοῦτον θύων, ὅλην ἐν αὐτῷ τὴν Τριάδα ἐπεσπάσατο. Καὶ τὴν ψυχὴν τῆς τῶν παθῶν ἀχλύος ἐκκαθάρας, γυμνητιώντων καὶ πειναλέων, χηρῶν τε ὀρφανῶν ὑπῆρξε παραμύθιον. Ὅθεν τοῖς θαύμασιν ἐδοξάσθη, μέλλοντα προειπών, καὶ τοὺς τῆς λίμνης βατράχους ἀφώνους ἀπειργάσατο, αὖθις δὲ τούτοις τὸ κοάζειν, μετὰ καιρὸν ἐχαρίσατο. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, εἰρήνην τῇ πίστει δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον ἀπόστιχα Προσόμοια.

Πανεύφημοι μάρτυρες Ἦχος α'

Διάδοχος ὤφθης ἀληθής, πάτερ Ἀθανάσιε, τῶν Ἀποστόλων. Καὶ ἔνδοξος, καὶ διαπρύσιος, τοῦ Χριστοῦ θεράπων, καὶ ποιμὴν ἐγρήγορος, εἰσάγων καὶ ἐξάγων τὸ ποίμνιον, ὃ ἐλυτρώσατο, ὁ Σωτὴρ ἰδίῳ αἵματι, καὶ ἐλαύνων, πρὸς νομὴν σωτήριον.

Στίχ. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Γορτύνιοι ἅπαντες τορῶς, δεῦτε συναθροίσθητε, καὶ τὸν ποιμένα ὑμνήσατε, κατασπαζόμενοι, ἐν ἀπλέτῳ πόθῳ, σῶμα τὸ μυρίπνοον, καὶ Κάραν τὴν ἁγίαν καὶ πάντιμον, τὴν ἀπελαύνουσαν, τὰ πολλὰ δεινοπαθήματα, καὶ φρουροῦσαν τοὺς πιστῶς προστρέχοντας.

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.

Τῷ πόθῳ Χριστοῦ τρωθεὶς σοφέ, Ἱεράρχα ἔνδοξε, θαυματουργὲ Ἀθανάσιε, καὶ τοῦτον ἀκλινῶς, ἐν τοῖς στέρνοις φέρων σὺν Πατρὶ καὶ Πνεύματι προλέγειν ἠξιώθης τὰ μέλλοντα. Αὐτὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος γ'

Λαμπροφανὴς καὶ πανένδοξος ἐπέφανε νῦν ἡ μνήμη σου, Ἀθανάσιε. Ἀγγελικῶς γὰρ βιώσας, ἐν μέσῳ τύρβης τῆς κοσμικῆς, τὸ χεῖρον τῷ κρείττονι καθυπέταξας, καὶ τὴν σὴν ποίμνην ἀόκνως, τῶν κακοδόξων Αἱρετικῶν ἄτρωτον διεφύλαξας. Ὅθεν τῶν τῇδε ὑπεραρθείς, τῶν Ἀποστόλων ὁμόσκηνος γέγονας. Καὶ ὑπερφυῶς θαυματουργῶν, τοὺς τὴν σὴν μνήμην τελοῦντας ταῖς εὐλογίαις οὐρανόθεν καταστέφεις, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς

Ἀπολυτίκιον Ἦχος α'

Τῆς ἐρήμου πολίτης

Τοὺς τελοῦντας τὴν μνήμην, καὶ τιμῶντας τὸ σῶμά σου, καὶ πανευλαβῶς προσκυνοῦντας τὴν μυρίπνοον Κάραν σου, ὡς ἔχων παρρησίαν πρὸς Θεόν, ἱκέτευε Χριστόν τὸν ἀγαθόν, καὶ ταῖς σαῖς θερμαῖς πρεσβείαις, τῶν κινδύνων σῷζε, ὦ ἅγιε Ἀθανάσιε. Ἔχων δὲ καὶ συμπρεσβευτήν, τὸν μέγαν Κυρίου Πρόδρομον, ἔσο ἀοράτως τῆς Μονῆς, φρουρὸς καὶ προπύργιον.

Δόξα... Καὶ νῦν... τῆς Ἑορτῆς

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολ. Κάθισμα α'

Τὴν ὡραιότητα Ἦχος γ'

Βίον ἰσάγγελον θεομακάριστε, Πάτερ διήνυσας, ἐν μέσῳ κλύδωνος, τοῦ κοσμικοῦ καὶ τῶν κακῶν, καὶ ὕλης τῆς φθειρομένης. Ὅθεν ἀπεξήρανας, τῶν δακρύων τοῖς ῥεύμασι, τῶν παθῶν μακάριε, τὸν ἀκάθεκτον χείμαρρον. Διὸ καὶ πρεπωδέστατα μέλπομεν, πίστει σὴν μνήμην Ἱεράρχα.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Μετὰ τὴν β' Στιχολ. Κάθισμα β'

Τὸν τάφον σου Σωτὴρ Ἦχος α'

Πανήγυριν φαιδράν, ἱερὰν πανδαισίαν, σκιρτῶσα ἐκτελεῖ, ἡ μονὴ τοῦ Προδρόμου, σοφὲ Ἀθανάσιε, ἐν τοῖς κόλποις κατέχουσα, τὴν σὴν πάντιμον, καὶ θεοβράβευτον Κάραν, ἀνυμνοῦσά σου τοὺς ἐναρέτους ἀγῶνας. Διὸ ταύτην φύλαττε.

Δόξα... Καὶ νῦν...

Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε, Παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε, Παρθένος Ἀειπάρθενος, μετὰ τόκον διέμεινας, καὶ Παρθένον σε, ὁμολογοῦμεν Παρθένε, καὶ ἐλπίζομεν, ἐν σοὶ Παρθένε σωθῆναι, Κυρία Ἀειπάρθενε.

Μετὰ τὸν Πολυέλεον

Τὸ προσταχθὲν μυστικῶς Ἦχος πλ. δ'

Τὸν Γορτυνίας, ἀδελφοὶ φρουρὸν καὶ φύλακα, καὶ τοῦ Προδρόμου τῆς μονῆς ἔρεισμα ἄσειστον, Ἀθανάσιον πάντες τὸν ἐν Ἱεράρχαις, προφρόνως νῦν ἑορτάσωμεν ἐν ᾠδαῖς, Βοῶντες ἀκαταπαύστως, φρούρει ἡμᾶς, καὶ περίσῳζε Ἅγιε, παντοδαπῶν ἀσθενειῶν, καὶ πάσης ἄλλης θλίψεως, καὶ παντοίας κακώσεως.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν. 

Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θανατος τοῦ Ὁσίου.

Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.

Τό, Πᾶσα πνοὴ. 

Εὐαγγέλιον

κ τοῦ κατὰ Ἰωάννην.

Κεφ. 10:1-9

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ᾿Αμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν, τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Ν’ Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα... Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

Στίχ. λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

Εἶτα τὸ ἰδιόμελον, Ἦχος πλ. β’

θανάσιε Πάτερ, τῇ πολιτείᾳ Ἰσάγγελε, καὶ πιστὲ Χριστοῦ θεράπον, ὡς ἔχων παρρησίαν πρὸς Αὐτὸν περίσῳζε ἡμᾶς ταῖς εὐπροσδέκτοις πρεσβείαις σου, ἐκ παντοίων κινδύνων, ὅτι πρὸς σὲ καταφεύγομεν.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς

Μέλπω τὸν Χριστοῦ θεῖον Ἱεροφάντην

 Ἐν δὲ τοῖς Θεοτοκίοις

Μαρτῖνος

δὴ α' Ἦχος α'

δὴν ἐπινίκιον

Μολπὴν σοι προσάγοντι, κανόνος τούτου, προσδέχου, ὦ Ἅγιε, καὶ τὰ μὰ πταίσματα, νοός μου τὰς ἐκτροπάς, σαῖς πρὸς Θεὸν θερμαῖς λιταῖς, ἄρδην ἐξάλειψον.

χθρὸν τὸν παμπόνηρον, ᾔσχυνας Πάτερ στερρὲ Ἀθανάσιε, Χριστιανουπόλεως, ποιμὴν καὶ ἱερουργέ, πατήσας ταῖς σαῖς ἀρεταῖς τούτου τὰ ἔνεδρα.

Λαμπρῶς σε ἐδόξασε, θαύμασι πλείστοις Τριὰς ἡ ὑπέρθεος, καὶ τὴν θείαν Κάραν σου, πανέντιμον θησαυρόν, καὶ τῶν δεινῶν ἀπαλλαγὴν πᾶσι δεδώρηται.

Παντοίοις δεδόξασαι, καὶ ἐν τῷ βίῳ Πάτερ, Ἀθανάσιε, θαυμαστοῖς τέρασιν· ἀρᾷ γὰρ σῇ ὑποβαλών, βατράχους κοάζοντας ἀφώνους κατέστησας.

Θεοτοκίον

Μαρία πανάχραντε, εὐλογημένη, φωτὸς οἰκητήριον, καὶ ναὸς τοῦ Πνεύματος σὺ γέγονας ἀληθῶς· τὸν γὰρ Υἱὸν τὸν τοῦ Θεοῦ Παρθένος ἐκύησας.

δὴ γ'

Στερεωθήτω ἡ καρδία μου

Ἀθανάσιε ἰσάγγελε, σὺ ἀπηρνήσω σοὺς γεννήτορας, καὶ ἐγκατέλιπες μνηστὴν καὶ τοῦ βίου τὰ θέλγητρα, καὶ τὸν Κύριον ἠγάπησας, τὸν ἡμᾶς ἀγαπήσαντα.

Τὸν γοητεύτριαν δεσμεύσαντα, καὶ νεκρᾷ χειρὶ εὐλογήσαντα, τὴν ἐπὶ φέρετρον τὸ σόν, γοερῶς ὀλολύζουσαν, ἀνυμνοῦμέν σε προφρόνως, Ἱερὲ Ἀθανάσιε.

τε εὐλόγεις τὸ σὸν ποίμνιον, καὶ ἐξεφώνεις τό «ἐπίβλεψον», οἱ τὴν καρδίαν καθαροί, ἄστρον φεγγοβολώτατον, πρὸ τοῦ στόματός σου ἔβλεπον, εὐλαβῶς ἐξιστάμενοι.

Θεοτοκίον

γιωτέρα πάσης κτίσεως, σὺ ὦ Παρθένε ἀναδέδειξαι, καὶ καθαρώτατος ναός, καὶ πυρίμορφον ὄχημα, καὶ παλάτιον τοῦ Λόγου, τοῦ τὸν κόσμον λυτρώσαντος.

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

Αἰσχύνθητε ἐχθροί, τῆς Χριστοῦ Ἐκκλησίας, καὶ πάντες ὑλισταί, τῆς ἀθέου μωρίας, οἱ θαύματα τεράστια, ἀναιδῶς μὴ πιστεύοντες, καὶ νῦν ἔλθετε, Ἀθανασίου τὸ σκῆνος, ἰδεῖν πῶς αὐτό, εὐωδιάζει ἀρρήτως, καὶ δαίμονας τρέπεται.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

δὴ δ'

Ἐν πνεύματι προβλέπων

Νοσήματα διώκεις, καὶ πάθη χαλεπά, καὶ τὰ σπερματοφθόρα ζιζάνια σοβεῖς. Τῶν ἐν θερμῇ καρδίᾳ σε ἐπικαλουμένων, καὶ τὴν ἁγίαν κάραν σου κατασπαζομένων, ὦ θεοφόρε Ἀθανάσιε.

Χριστὸν ἐπιποθήσας τὸν θεῖον Λυτρωτήν, ἐκ τῶν γηΐνων Πάτερ, ἀνύψωσας σαυτόν. Δι' ἐγκρατείας ἐκάθηρας τὸ σαρκίον, καὶ ὄντως ἀνεδείχθης τροφεὺς τῶν πενομένων. Ὅθεν τὴν μνήμην σου γεραίρομεν.

ηγνύεις σὺ τὸ ὄρος ποινῇ τῇ τοῦ δεσμοῦ, ὡς παρρησίαν ἔχων πρὸς Κύριον πολλήν. Ὅθεν ὑμνοῦμεν Θεόν τόν καλῶς εἰδότα, τοὺς λατρευτὰς καὶ φίλους αὐτοῦ ἀντιδοξάζειν, καὶ θαυμαστοῦν ἀπείροις θαύμασιν.

άσεων πλημμύρα ἡ σὴ λάρναξ σοφέ, καὶ νοσημάτων πέλει ταχὺς φυγαδευτής. Διὸ ἀκέστορα ἔχει σε ἡ Προδρόμου, μονὴ καὶ Γορτυνία καύχημα καὶ προστάτην, Ἱερουργὲ πανιερώτατε.

Θεοτοκίον

οώδη φύσιν κόσμου τῷ τόκῳ σου Ἁγνή, ἐπαναφέρεις αὖθις εἰς ὃ ἦν ἀπ' ἀρχῆς. Διὸ Παρθένον πρὸ τόκου καὶ ἐν τῷ τόκῳ, καὶ μετὰ τόκον πάντες ὦ Κεχαριτωμένη, ὁμολογοῦμεν ἐμμελέστατα.

δὴ ε'

Τὴν σὴν εἰρήνην

Στενὴν καὶ τεθλιμμένην σὺ βαδίσας ὁδόν, ῥεύμασι δακρύων τὴν σάρκα ἐμάρανας, ἐν τῷ κρυπτῷ ταῦτα ποιούμενος. Ὅθεν ὁ Χριστὸς σὲ τοῖς θαύμασι δοξάζει.

Ταῖς σαῖς πρεσβείαις Ἱεράρχα, φρούρει ἡμᾶς, ὅτι πλήν σου ἄλλον ἀρωγὸν οὐ γινώσκομεν, ἐν Γορτυνίᾳ οἱ τιμῶντές σε· ἐλατὴρ γὰρ πέλεις ποικίλων νοσημάτων.

ργὴν Θεοῦ φρικώδη, τριγμῷ δηλοῖς σῆς σοροῦ, καὶ τὰ ἀναρίθμητα στίφη τῆς ἀκρίδος ἀπήλασας, καὶ κατεξήρανας τὸν δάκτυλον, τοῦ τολμήσαντός σου τῇ Κάρᾳ προσεγγίσαι.

γρὰν αὐχμῶσαν σαῖς εὐχαῖς ποιεῖς σὺ τὴν γῆν, καὶ τὴν ἀπειθοῦσάν σοι κώμην ἐρημίᾳ παρέδωκας· τοὺς γὰρ νεκροὺς οὗτοι κατέκαιον, ἐκ πολλῆς ἀνοίας καὶ δεισιδαιμονίας.

Θεοτοκίον

Τὴν σὴν βοήθειαν, Κόρη δίδου ἡμῖν· ἄλλην γὰρ ἐκτός σου Παρθένον οὐκ ἔγνωμεν, μετὰ τὸν τόκον, ὦ Πανάσπιλε. Ὅθεν Σὲ τιμῶμεν Ἁγνὴ ὡς Θεοτόκον.

δὴ ς'

Τὸν προφήτην Ἰωνᾶν

Θαυματόβρυτος πηγή, Ἀθανάσιε σοφέ, ἡ σὴ Κάρα ἀληθῶς, ἀνεδείχθη τοῖς πιστοῖς, καὶ καύχημα, τῶν Γορτυνίων βοώντων πρόφθασον.

χρισὲ σε ὁ Θεός, μύρῳ θείῳ νοητῷ, Ἀρχιποίμενα ἡμῶν, καὶ τὸ σῶμά σου λαμπρῶς, ἐδόξασε, σὺν εὐωδίᾳ νῦν σῳζόμενον.

να σαῖς εὐχαῖς κἀγώ, εὕρω ἵλεων Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ἐν ἡμέρᾳ τῇ φρικτῇ, ἐξύφανα, τὰ τῆς σῆς μνήμης ἑόρτια.

Θεοτοκίον

λεών μοι τὸν Υἱόν, Σοῦ ἀπέργασαι Ἁγνή, τὸν συνάναρχον Πατρί, καὶ τῷ Πνεύματι ὅνπερ, κηρύττομεν, Θεὸν ἀεί τε καὶ ἄνθρωπον.

Κοντάκιον Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

δοξασθεὶς παρὰ Θεοῦ θαυμασίως, δι' εὐωδίας καὶ θαυμάτων ποικίλων, ἐν τοῖς ἐσχάτοις χρόνοις, Ἀθανάσιε, φάνηθι ταχύτατος, καὶ θερμὸς ἀντιλήπτωρ, τῶν δεινῶν λυτρούμενος, τοὺς πιστῶς σε τιμῶντας, καὶ τοὺς τὰ λείψανα κατέχοντας τὰ σά, πρὸς μετανοίας ὁδὸν χειραγώγησον.

Ὁ Οἶκος

Φώτισόν μου τὴν φρένα, σθένωσόν μου τὴν χεῖρα, ὦ Πνεῦμα ζωοποιὸν καὶ αὐτάγαθον, ὅπως ὑμνήσω ἀριπρεπῶς τὸν χθιζά τε καὶ πρώιζα ἐκ Κερκύρας ἀνατείλαντα φαεινόν φωστῆρα τῆς Ἐκκλησίας καὶ λάτρην Χριστοῦ Ἀθανάσιον. Καταφρονήσας γὰρ τῶν γεηρῶν καὶ χαμαιζήλων, ὡς δυνατὸν τὸ κατ' εἰκόνα ἀκηλίδωτον διετήρησεν, ἀγγελικῶς τὸν βίον διήνυσε, καὶ τῷ διττῷ τῆς ἀρχιερωσύνης τε καὶ ἀσκήσεως χαρίσματι λαμπρυνθείς, ἐν οὐρανῷ τὴν ψυχὴν ἀνεβίβασε. Τῶν δὲ νομιζόντων μύθους εἶναι τήν ἀρετὴν καὶ τὰ θαύματα δυσσεβῶν τὰ στόματα κατεφίμωσεν. Ὅθεν τῆς μυριπνόου ἐμπιπλάμενοι εὐωδίας, καὶ τὴν πανίερον αὐτοῦ μνήμην τελοῦντες βοῶμεν· Ὦ θεῖε Πάτερ, πρὸς μετανοίας ὁδὸν ἡμᾶς χειραγώγησον.

Συναξάριον

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ νέου, Ἐπισκόπου Χριστιανουπόλεως, τοῦ θαυματουργοῦ.

Στίχοι

Πέφευγεν ἐχθροῦ τοῦ βροτοκτόνου βέλη

εὐλογητὸς καὶ μέγας Χριστοῦ λάτρις.

λτο ἄημα φαεσφόρον νῦν γε Ἀθανασίοιο.

δὴ ζ'

Τοὺς ἐν καμίνῳ παῖδας

χαμευνίαις καὶ δεήσεσι πυκναῖς, καὶ τῇ ἐγκρατείᾳ τὸν ῥοῦν τῶν παθῶν χειρωσάμενος, πνευματικὴν εὐωχίαν ἐν τῇ μνήμῃ αὐτοῦ σήμερον παρατίθεται, καὶ βοᾶν ἐπείγει· Εὐλογητὸς ὁ Θεὸς Ἀθανασίου.

Νικήσας νίκην κατὰ τοῦ ἐχθροῦ, ἥνπερ κατενίκησαν Προφῆται καὶ Μάρτυρες, καὶ ὁ κλεινὸς τῶν Ἀποστόλων θίασος, Ἀγγέλους καὶ ἀνθρώπους ἐξέπληξας. Ἡμᾶς οὖν σῷζε ἀεὶ τοῦ λαοφθόρου λοιμοῦ.

ερατεύσας νεύσει θεϊκῇ, τοῦ Εὐαγγελίου διαπρύσιος κήρυξ Σὺ γέγονας, καὶ τοῦ Χριστοῦ τοῖς ἴχνεσιν ἑπόμενος, ὑπογραμμὸς ἀρετῆς ἀναδέδειξαι, καὶ εὐλογεῖς τὸν Θεὸν ἐν οὐρανοῖς κατοικῶν.

πὶ τὴν θείαν ἤρθης σκοπιάν, ἀρχιερωσύνης καθαρότητι νοῦ Ἀθανάσιε, καὶ τὸν σταυρόν σου ἐπ' ὤμων ἀράμενος, τῷ κόσμῳ ἐνεκρώθης Ἰσάγγελε, καὶ ἀπεδείχθης τρανῶς τῶν πενομένων τροφεύς.

Θεοτοκίον

Νενεκρωμένον πάθεσι δεινοῖς, καὶ τῶν ἀκαθάρτων λογισμῶν τοῖς βελέμνοις βεβλημένον με ἔγειρον, ὦ Θεοῦ Λόγου ὑπέραγνον σκήνωμα, Μαρία Θεοτόκε Μητράνανδρε, ἡ τέξασα, τὸν Θεὸν δίχα τροπῆς καὶ φυρμοῦ.

δὴ η'

Ὃν φρίττουσιν Ἄγγελοι

αθάμιγγες κόνεως ἐκ λάρνακος τῆς σῆς, ἐκβλύζουσιν Ἅγιε, καὶ πάντας τοὺς πιστοὺς λυτροῦνται κινδύνων, τελοῦντας πιστῶς, καὶ ἀνευφημοῦντας, τὴν γεραράν σου μνήμην.

οὐράνιοι Ἄγγελοι καὶ πᾶσα ἡ σεπτή, Ἱεραρχῶν ὁμήγυρις, κροτοῦσι τοὺς σοὺς πανσέπτους ἀγῶνας, καὶ ἔχουσι νῦν σύσκηνόν σε Πάτερ, εἰς πάντας τους αἰῶνας.

Φαιδρύνεται σήμερον ἐνδόξως καὶ τερπνῶς, ἡ Γορτυνία ἅπασα. Σκιρτᾷ δὲ εὐαγῶς τιμία Προδρόμου καὶ ὁσία μονή, θησαυρὸν εὑροῦσα, τὰ λείψανά σου Πάτερ.

γνείαν ἐξήσκησας, νηστείαν προσευχὴν ἐκ βρέφους, ὦ Ἅγιε πενήτων καὶ γυμνῶν τροφεὺς καὶ προστάτης, διόρθωσις ἀκριβής, τῶν ἁμαρτανόντων σὺ ἀνεδείχθης Πάτερ.

Θεοτοκίον

τόκος σου ἔθλασε πανύμνητε Ἁγνή, τὴν κεφαλὴν τοῦ δράκοντος· κρημνίσας γὰρ δολερῶς τὴν Εὔαν ἀπάτῃ, συνέσυρεν ἅπαν τὸ γένος τῶν ἀνθρώπων, εἰς τὴν παρανομίαν.

δὴ θ'

Τὴν φωτοφόρον Νεφέλην

Νῦν οὖν Γορτύνιοι πάντες, δεῦτε ἀθροίσθητε πόθῳ, καὶ περιπτύξασθε θερμῶς, τὴν πανσέβαστον Κάραν, καὶ ἐμφορήθητε ὀσμῆς εὐώδους, καὶ θείας ἐκ τῆς λάρνακος, ἀνυμνοῦντες καὶ βοῶντες· σῶσον πάντας Ἱεράρχα σαῖς εὐχαῖς.

Τὴν φωτοφόρον σου μνήμην, ἐπιτελοῦμεν ἐνθέως, ᾠδαῖς καὶ ὕμνοις ἱεροῖς, Ἀθανάσιε Πάτερ· θαυματουργὸς γὰρ ἀληθῶς, ἡμῖν ὁσημέραι ἀναδείκνυσαι, καὶ τὴν θείαν σου Κάραν, ἐγκατέλιπες ἡμῖν ὡς θησαυρόν.

νίκα μέλλει ὁ Κτίστης τὰ ἔθνη ἅπαντα κρῖναι, τότε παράστηθι γοργῶς, καὶ λιπάρησον Πάτερ, ἵνα ὁ δύστηνος ῥυσθῶ, τῆς γεέννης ἐκείνης καὶ τοῦ σκώληκος, καὶ τὸ πλῆθος παρίδῃ, τῶν ἐμῶν πταισμάτων ὁ Κριτής.

Νικητικὰ μὲν βραβεῖα, τῆς ἀρετῆς ἤρω Πάτερ· ὡς γὰρ ποιμὴν ἀληθινὸς καὶ τυφλῶν ποδηγέτης, ὑπερετίθεις σὴν ψυχήν, καὶ τοῖς πᾶσι πάντα γέγονας οὐράνιε, ἵνα πάντας κερδήσῃς, καὶ προσάξῃς τὸ σὸν ποίμνιον Χριστῷ.

Θεοτοκίον

Σῶσον ἡμᾶς Θεοτόκε, τοὺς ἐπὶ σοὶ πεποιθότας, καὶ Θεοτόκον ἀληθῶς, καὶ Παρθένον πρὸ τόκου, καὶ μετὰ τόκον ἀψευδῶς, καὶ ἐν τόκῳ σὲ ἀνακηρύττοντας. Προσκυνοῦμεν οὖν Μῆτερ, καὶ λατρεύομεν τὸν τόκον σου Ἁγνή.

Ἐξαποστειλάριον

Τοῖς μαθηταῖς συνέλθωμεν

θανασίου σήμερον, τοῦ σεπτοῦ Ἱεράρχου, καὶ Χριστιανουπόλεως, ὑπερκάλου ποιμένος, καὶ Γορτυνίων προστάτου, χαρμονικῶς ἐκτελοῦντες, μνήμην τὴν παναοίδιμον, ἀπαντλοῦμεν ἀφθόνως, ἐκ τῆς σοροῦ, δαψιλῆ χαρίσματα καὶ ἰάσεις, καὶ πρὸς Θεὸν κεκτήμεθα, ἀκαταίσχυντον πρέσβυν.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ἓξ καὶ ψάλλομεν τὰ ἐφεξῆς Προσόμοια τέσσαρα.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων

Τῆς καλλιγόνου τὸ θρέμμα, Κερκύρας μέλψωμεν, καὶ τὸν τῆς Γορτυνίας, ἀρωγὸν καὶ προστάτην, καὶ θεῖον Ἱεράρχην θαυματουργόν, τῆς Χριστιανουπόλεως. Αὐτῷ βοήσωμεν πάντες εἰλικρινῶς, χαίροις Πάτερ ἁγιώτατε.

Δεῦτε πιστοὶ συνελθόντες, περικυκλώσωμεν, τὴν θήκην τῶν λειψάνων, ἵνα ἐμφορηθῶμεν, εὐώδους καὶ ἀπλέτου θείας ὀσμῆς, καὶ τερπνῶς ἐκβοήσωμεν, τοὺς ἐκ κινδύνων καὶ θλίψεων πολλαπλῶν, τρυχομένους Πάτερ πρόφθασον.

Οὔτε λαμπρότης χρυσίου, οὔτε γονέων στοργή, κατίσχυσαν σαλεῦσαι, τὸν στερέμνιον Πάτερ, πύργον τῆς ψυχῆς σου, ἀλλ' ἀτρεκῶς τῷ Χριστῷ ἠκολούθησας, καὶ ἐκμαγεῖον τοῦ σκεύους τῆς ἐκλογῆς, ἀνεδείχθης ἱερώτατε.

Τέρπου, ἀγάλλου καὶ σκίρτα, μονὴ Προδρόμου λαμπρῶς, κατέχουσα ἐν κόλποις, χρῆμα μέγα καὶ θεῖον, Χριστοῦ τὸν Ἱεράρχην τὸν θαυμαστόν, καὶ σεπτὸν Ἀθανάσιον, τῶν Γορτυνίων προπύργιον ἀρραγές, καὶ φρουρὸν ἀκαταμάχητον.

Δόξα... Ἦχος πλ. α'

ς σμυρναλόης φιάλη, καὶ πολυτίμητος νάρδος, προτέθειται νῦν ἡ πάντιμος Κάρα σου Ἀθανάσιε, τοῖς μετὰ πόθου προσιοῦσι, ῥεῖθρα ἰάσεων πελαγίζουσα. Τὸ γάρ τρισάκτινον φῶς, τῆς ὑπερφώτου Τριάδος λατρεύσασα, φαιδρὰς καὶ αἰγληέσσας ἀστράπτει τὰς μαρμαρυγάς. Ὅθεν καὶ ἡμεῖς σήμερον, μεταρσιούμενοι τῷ πνεύματι, ἐν κατανύξει καρδίας βοῶμεν· Ἄναψον ἡμῖν τὸ πῦρ Χριστὲ τῆς σῆς ἀγάπης, ταῖς λιταῖς τοῦ θεράποντός Σου, καὶ ταῖς ψυχαῖς ἡμῶν ῥίζωσον τὸν φόβον τῶν ἐντολῶν Σου. Ἐνίσχυσον δέ, ὅπως κατ' ἔτος τελῶμεν, τὴν παναγίαν τοῦ Ἱεράρχου σου κοίμησιν.

Καὶ νῦν... τῆς Ἑορτῆς

Δοξολογία Μεγάλη

Εἰς τὴν Λειτουργίαν τὰ Τυπικὰ ἐκ τοῦ κανόνος τοῦ Ἁγίου ᾠδὴ γ' καὶ ς' εἰ δόξει τῷ προεστῶτι, Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει εἰς Ἱεράρχην ΙΓ' Νοεμβρίου.

 

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.

 

ΜΕΓΑΛΥΝΑΡΙΑ

 

Ψαλλόμενα εἰς τὴν ὑποδοχὴν τῆς Τιμίας Κάρας, εἰς Παράκλησιν καὶ εἰς τοὺς Ἁγιασμούς.

 

Χριστιανουπόλεως τὸν καλόν, καὶ σεπτὸν ποιμένα, Ἀθανάσιον τὸν κλεινόν, Τιμήσωμεν πάντες, ὡς μέγαν Θεοῦ φίλον, καὶ Γορτυνίων σθένος ἀκαταμάχητον.

Τὸν ἐν Ἱεράρχαις θαυματουργόν, καὶ τὸν ἐν κινδύνοις, ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ποιμένα, καὶ λειτουργὸν Κυρίου, Ἀθανάσιον τὸν νέον πάντες τιμήσωμεν.

χοντες τὴν Κάραν σου τὴν σεπτήν, Ἀθανάσιε Πάτερ, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ, ἐν πᾶσι τοῖς κινδύνοις, καὶ λοιμικῆς τῆς νόσου ἀπολυτρούμεθα.