The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΝΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΖ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἰσαύρου, Βασιλείου, Ἰννοκεντίου, Ἑρμείου, Φήλικος καὶ Περεγρίνου, καὶ τῶν Ἁγίων Μαρτύρων, Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Τοῦ Ἁγίου Ἰσαύρου καὶ τῶν σὺν αὐτῷ.

Ἦχος δ'

Ἔδωκας σημείωσιν

Πόνοις συντριβόμενοι, καὶ κακουχίαις στενούμενοι, καὶ εἱρκτῇ συγκλειόμενοι, ξίφεσι κοπτόμενοι, καὶ βιαιοτάτῳ, θνῄσκοντες θανάτῳ, οὐκ ἀπηρνήσασθε Χριστόν, οὐ τοῖς ξοάνοις σέβας ἐνείματε· διὸ καὶ ἠξιώθητε, τῆς οὐρανίου λαμπρότητος, δυσωποῦντες τὸν Κύριον, ὑπὲρ πάντων μακάριοι.

σαυρος ὁ ἔνδοξος, καὶ ὁ στερρὸς Ἰννοκέντιος, καὶ ὁ θεῖος Βασίλειος, Φῆλιξ ὁ θαυμάσιος, ὁ κλεινὸς Ἑρμείας, καὶ ὁ Περεγρῖνος, οἱ οὐρανώσαντες τὴν γῆν, ταῖς τῶν θαυμάτων θείαις λαμπρότησι, πιστῶς μακαριζέσθωσαν, ὡς τοῦ Κυρίου θεράποντες, καὶ τὰ πάθη διώκοντες, τῶν ψυχῶν ὑμῶν πάντοτε.

Κρήνη ἀναβλύζουσα, τῶν ἰαμάτων χαρίσματα, ἡ σορὸς ὑμῶν δέδεικται, ἐξ ἧς ἀρυόμεθα, τῶν παθῶν ὑγείαν, καὶ τῶν νοσημάτων, τὴν παντελῆ ἀπαλλαγήν, ἀνευφημοῦντες ὑμᾶς ἑκάστοτε, σεπτοὶ Μεγαλομάρτυρες, τῶν Ἀσωμάτων ἐφάμιλλοι, τοῦ Κυρίου θεράποντες, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

Τῶν Ἁγίων Μανουὴλ καὶ τῶν σὺν αὐτῶν.

Ἦχος ὁ αὐτὸς

Ὡς γενναῖον ἐν Μάρτυσι

ς ἀστέρες πολύφωτοι, Ἀθλοφόροι πανεύφημοι, θεϊκαῖς λαμπρότησι καταυγάζετε, τῆς οἰκουμένης τὰ πέρατα, δαιμόνων σκοτόμαιναν, καὶ παθῶν φθοροποιῶν, καὶ κινδύνων ἐξαίροντες· ὅθεν σήμερον, τὴν φαιδρὰν καὶ φωσφόρον καὶ ἁγίαν, συνελθόντες ἐκτελοῦμεν, ὑμῶν πανήγυριν ἔνδοξοι.

Μανουὴλ ὁ θαυμάσιος, καὶ Σαβὲλ ὁ μακάριος, Ἰσμαὴλ ὁ πάνσοφος μελῳδήμασιν, ἱερωτάτοις τιμάσθωσαν, Τριάδα τὴν ἄκτιστον, ἐναντίον τῶν ἐχθρῶν, ἱερῶς προκηρύξαντες, καὶ πολύθεον, ἀποσβέσαντες πλάνην, τῶν αἱμάτων, ταῖς προσχύσεσι καὶ δόξαν, ἀπειληφότες ἀμάραντον.

Βασιλέα παράνομον, παρανόμως προστάττοντα, ὑποκύπτειν σέβας τε νέμειν ἄλογον, θεοῖς ἀψύχοις μακάριοι, ἐμφρόνως ᾐσχύνατε, Μανουὴλ καὶ Ἰσμαήλ, καὶ Σαβὲλ μεγαλώνυμοι, καὶ ἀθλήσαντες, καρτερῶς καὶ νομίμως τοὺς στεφάνους, ἀνεπλέξασθε τῆς νίκης, ὑπὲρ τοῦ κόσμου πρεσβεύοντες.

Δόξα... Ἦχος πλ. β'

Ἀνατολίου

Εἰλικρινῶς ποθήσαντὲς σε Λόγε Θεοῦ, οἱ ἔνδοξοι Μάρτυρες, τὸ πυρσολατρεῖν ἐάσαντες, λιπόντες καὶ τὴν τῶν Χαλδαίων χθόνα, τῷ σῷ φωτὶ κατηυγάσθησαν, θωρακισθέντες δὲ ὅπλοις τῆς πίστεως, ᾔσχυναν Ἰουλιανὸν τὸν τύραννον, Μανουὴλ ὁ ἔνδοξος, καὶ Σαβὲλ ὁ ἀείμνηστος, καὶ Ἰσμαὴλ ὁ τρισόλβιος, σὺν Πατρὶ καὶ τῷ Πνεύματι ὑμνοῦντές σε, καὶ πρεσβεύουσι τοῦ σωθῆναι τὰς ψυχὰς ὑμῶν.

Καὶ νῦν... Θεοτοκίον Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

Χαίροις οἰκουμένης καύχημα. Χαῖρε Κυρίου ναέ. Χαῖρε ὄρος κατάσκιον. Χαῖρε καταφύγιον. Χαῖρε λυχνία χρυσῆ. Χαῖρε τὸ κλέος τῶν ὀρθοδόξων σεμνή. Χαῖρε Μαρία. Μήτηρ Χριστοῦ τοῦ Θεοῦ. Χαῖρε Παράδεισε. Χαῖρε θεία τράπεζα. Χαῖρε σκηνή. Χαῖρε στάμνε πάγχρυσε. Χαῖρε ἡ πάντων χαρά.

Ἢ Σταυροθεοτοκίον

Τὶ τὸ ὁρώμενον θέαμα, ὁ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι, ὁ πᾶσι νέμων ζωήν; Ἡ Θεοτόκος, κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ὑψούμενον τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.

Ἀπολυτίκιον Ἦχος δ'

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ ἀκόλουθος, οὗ ἡ Ἀκροστιχίς.

Ἴσαυρε Μάρτυς, εὐμενὴς φάνηθί μοι.

Ἐν δὲ τοῖς Θεοτοκίοις.

Γρηγορίου.

Ἐλλείποντος τοῦ πρώτου Ρ, διὰ τῶν Ὠδῶν τὸ ὀκτάριθμον.

Ὠδὴ α' Ἦχος πλ. δ'

Ὑγρὰν διοδεύσας

λέωσαι Μάρτυς τὸν εὐμενῆ, Θεὸν καὶ Σωτῆρα, ἐλεῆσαί με καὶ δεινῆς, ἐπηρείας μάκαρ ῥύσασθαί με, τὸν προσφυγόντα πιστῶς ἐν τῇ σκέπῃ σου.

Στενούμενος πταίσμασι χαλεποῖς, καὶ πλήθει κινδύνων, πιεζόμενος ἐκβοῶ· Ἴσαυρε θεόφρον πρόστηθί μου, τῆς συνεχούσης ἀνάγκης καὶ λύτρωσαι.

θλήσας νομίμως ὑπὲρ Χριστοῦ, ἀνύστακτος φύλαξ, ἐχαρίσθης πόλει τῇ σῇ, γενοῦ δὲ καὶ σκέπη καὶ προστάτης, τῶν προσφυγόντων σοι ἔνδοξε, Ἴσαυρε.

Θεοτοκίον

Γυμνῶν ἀρετῶν με καταστολῆς, εὑρὼν ὁ Βελίαρ, βέλει ἔτρωσεν ἡδονῶν, ἡ τὸν ἰατρὸν Θεὸν τεκοῦσα, τὰ τῆς ψυχῆς μου θεράπευσον τραύματα.

Ὠδὴ γ'

Σὺ εἶ τὸ στερέωμα

νωθεν τοῖς δούλοις σου, τὴν σὴν βοήθειαν δώρησαι, σῴζων ἡμᾶς, πάσης ἐπηρείας, καὶ κινδύνων καὶ θλίψεων.

εῖθρα τῶν ἰάσεων, ἡ σὴ σορὸς ἀναβρύουσα, παντοδαπά, παύει τῶν ἀνθρώπων, ἀρρωστήματα, Ἴσαυρε.

Τίμιος γεγένησαι, τὸ τοῦ Χριστοῦ τιμῶν ὄνομα· διὸ βοῶ· λύτρωσαί με πάσης, ἀτιμίας πρεσβείαις σου.

Θεοτοκίον

νωται ὁ Κτίστης μου, ὑπερφυῶς ἐν σοὶ Δέσποινα, ὅλον ἐμέ, θέλων ἀναπλάσαι, διὰ σοῦ ὡς ηὐδόκησεν.

Ὁ Εἱρμὸς

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Κάθισμα Ἦχος γ'

Θείας πίστεως

Θεῖον φρόνημα, ἀνειλημμένοι, ὦ ὑπέρμαχοι τοῦ Δυρραχίου, καὶ τοῦ Χριστοῦ ὁπλῖται στερρόψυχοι, Ἀπολλωνίου τὸ θράσος καθείλετε, καὶ Τριποντίου τὸ σέβας ᾐσχύνατε, νίκης ἔπαθλα, φαιδρῶς ἐκ Θεοῦ δεξάμενοι, δωρεῖσθε τοῖς πιστοῖς παθῶν ἰάματα.

Θεοτοκίον

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

ἀμίαντος, ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος, Παρθενομῆτορ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι! τέκνον μου, πῶς πάσχεις, θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;

Ὠδὴ δ'

Εἰσακήκοα Κύριε

ψωθεὶς ἀπονοίᾳ μου, ὀλισθήσας πάθεσι κατενήνεγμαι, ἔγειρόν με κατακείμενον, ἐν βυθῷ θεόφρον ἀπογνώσεως.

Σὲ πανένδοξε κέκτημαι, ἀσφαλῆ φρουρόν μου καὶ καταφύγιον, πρόστηθί μου μὴ παρίδῃς με, ἐν ἡμέρᾳ θλίψεως καὶ σῶσόν με.

ν ὀδύνῃ καρδίας μου, τὸν ἐμὸν προστάτην σε τὸν θερμότατον, δυσωπῶ· Μὴ καταλίπῃς με, ἐχθρῶν ἐπηρείαις ἀπολλύμενον.

Θεοτοκίον

Γηγενῶν ἀκαταίσχυντε, σκέπη καὶ βοήθεια σύ μου πρόστηθι, καὶ παντοίας με ἐξάρπασον, συμφορᾶς Παρθένε τὸν οἰκέτην σου.

Ὠδὴ ε'

Ἴνα τὶ με ἀπώσω

Υἱὸς ὤφθης ἡμέρας, ἔχων ἐν καρδίᾳ σου λάμπον φῶς ἄδυτον, δι' οὗ σκοτομήνη, τῆς ἀπάτης μειοῦται καὶ ἅπασι, δᾳδουχεῖται γνῶσις, θείου φωτός· διὸ βοῶ σοι· Φώτισόν με τὸν γνώμῃ τυφλώττοντα.

Μὴ παρίδῃς με Μάρτυς, πίστει σοι προστρέχοντα, μηδὲ ἀπώσῃ με· γλώσσῃ γὰρ δολία, κατ' ἐμοῦ οἱ μισοῦντές με φθέγγονται, πολεμοῦντες μάτην, τοῦ ἀπολέσαι τόν σὸν δοῦλον, ἀλλὰ πρόφθασον σῶσόν με Ἅγιε.

ν νυκτὶ καὶ ἡμέρᾳ, σὲ ἐπικαλοῦμαι τὸν μέγαν προστάτην μου, ἐν παντὶ με τόπῳ καὶ καιρῷ διαφύλαξον Ἅγιε, ἀπὸ πάσης βλάβης, καὶ ἐναντίων, τὸν εἰς σὲ τήν ἐπηρείας ἐλπίδα μου θέμενον.

Θεοτοκίον

λον ἐμὲ μορφοῦται, ἐκ σοῦ Ἀπειρόγαμε Θεὸς ὁ πλάστης μου, ὃν ἀεὶ δυσώπει, οἰκτιρῆσαι λαὸν ἁμαρτάνοντα, διασῶσαι κόσμον, δαιμονικῆς ἁπάσης βλάβης, τὸν εἰς σὲ Θεοτόκε ἐλπίζοντα.

Ὠδὴ ς'

Τὴν δέησιν ἐκχεῶ

Νοός μου τὰς ἐκτροπὰς θεραπεύσας, καὶ καρδίας μου τὰ πάθη θεόφρον, σωματικῶν, ἀλγηδόνων μὲ ῥῦσαι, καὶ ἐπηρείας ἁπάσης καὶ θλίψεως, καὶ δεῖξόν με ταῖς σαῖς λιταῖς, τοῦ ἐχθροῦ τῶν παγίδων ὑπέρτερον.

γίασέ σε ἀθλήσαντα Μάρτυς, ὁ πανάγιος Θεὸς ὃν δυσώπει, ἁγιασμόν, τοῖς σοῖς δούλοις ἐκπέμψαι, καὶ φωτισμὸν καὶ πταισμάτων τὴν λύτρωσιν· προστάτης γὰρ παρὰ Θεοῦ, ἐχαρίσθης ἡμῖν ἀκαταίσχυντος.

Συνεῖναί με τὸν πολλὰ σε ποθοῦντα, πολυπόθητε εὐδόκησον Μάρτυς, σὲ δυσωπῶ, τὸν καλόν μου προστάτην, καὶ πίστει κράζω σοι ἅγιε, Ἴσαυρε. Γενήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.

Θεοτοκίον

ανίσι τῆς σωστικῆς σου πρεσβείας, κατασβέσασα παθῶν μου τὴν φλόγα, τὰς τοῦ νοός, ἐκτροπὰς σαῖς πρεσβείαις, ὑπεραγία Παρθένε θεράπευσον, καὶ κόπασον τὸ χαλεπόν, τῶν παθῶν μου κλυδώνιον πάναγνε.

Ὁ Εἱρμὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ Ἅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς. Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Συναξάριον

Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Ἰσαύρου, καὶ τῶν σὺν αὐτῷ Βασιλείου, Ἰννοκεντίου, Φήλικος, Ἑρμείου καὶ Περεγρίνου.

Στίχοι

Τμηθεὶς Ἴσαυρος σὺν συνάθλων πεντάδι,

Σαύρας νοητῆς καρδίαν τέμνει μέσον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ.

Στίχοι

Σαβέλ, Μανουήλ, Ἰσμαὴλ Πέρσαι γένος.

Τὸ δ' ἀξίωμα, Μάρτυρες διὰ ξίφους.

βδομάτῃ δεκάτῃ κασιγνήτους τρεῖς τάμε χαλκός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὑπατίου τοῦ ἐν Ῥουφιαναῖς.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

Θεοῦ συγκατάβασιν

Φωτὶ ἀστραπτόμενος, τῷ τρισηλίῳ ἔνδοξε Ἴσαυρε, Ἰννοκέντιε θεῖε, Φῆλιξ Ἑρμεία καὶ Περεγρῖνε σοφέ, σὺν Βασιλείῳ θαυμάτων λαμπρότησι, καταφωτίσατε τοὺς εὐφημοῦντας ἡμᾶς.

στέρες πολύφωτοι, ζόφον τῆς πλάνης μειοῦντες ὤφθητε, ἀθλοφόροι Κυρίου· διὸ ψυχήν μου γνώμῃ τυφλώττουσαν, θεογνωσίας φωτὶ καταλάμψατε, τῆς ἀγνωσίας ἀχλύν ἀποδιώκοντες.

Νοσοῦσαν ἀνίατα, τὴν ταπεινήν μου ψυχὴν ἰάσασθε, τὰ τοῦ σώματος πάθη, Μάρτυρες θεῖοι ἐξαφανίσατε, ὦ Περεγρῖνε Ἴσαυρε Βασίλειε, Φῆλιξ Ἑρμεία κλεινὲ καὶ Ἰννοκέντιε.

Θεοτοκίον

σχύς μου καὶ ὕμνησις, καὶ σωτηρία Χριστὸς ὁ Κύριος, ὁ ἐκ σοῦ ἀνατείλας, Παρθενομῆτορ διὰ χρηστότητα, ἐκ τῆς ἀρχαίας ἡμᾶς λυτρωσάμενος, προγονικῆς ἀπειλῆς καὶ ἀποφάσεως.

Ὠδὴ η'

Ἑπταπλασίως κάμινον

γλαϊσμένος κάλλεσι, μαρτυρίου θεόληπτε, καὶ κεκοσμημένος, τοῖς ἐξ ἄθλων στίγμασι, πορφύραν ἐξ αἵματος, ἐνδεδυμένος τῆς σῆς σφαγῆς, καὶ Ἱερωσύνης, καλλυνόμενος δόξῃ, παρέστης τῷ Κυρίῳ, ὃν ἀεὶ ἐκδυσώπει, κοσμῆσαι σωτηρίου, ἡμᾶς περιβολαίῳ.

Θανατωθεὶς ὁ δείλαιος, ἡδονῶν τῷ ἐκπτώματι, ἔρριμμαι εἰς γῆν, θέαμα θρήνων ἄξιον, πανένδοξε, Ἴσαυρε, νῦν ἐπ' ἐμὲ ἐπίβλεψον, δεῖξον ἐν ἐμοί, τὴν τῶν θαυμάτων σου χάριν, βροτῶν ἰδέτω γένος, ὅτι σύ μου προστάτης, καὶ σῴζεις ἐκ θανάτου, τοὺς σοὺς ἀχρείους δούλους.

ερωσύνῃ πρότερον, κοσμηθεὶς ἱερώτατε, καὶ διακονήσας, εὐλαβῶς εἰς ὕστερον, αὐθαίρετον γέγονας, σὺ ἱερεῖον ἄμωμον, ἱερουργηθείς, Χριστῷ διὰ μαρτυρίου· διὸ κἀμοῦ τὸν ὕμνον, ὡς θυμίαμα Μάρτυς, προσκόμισον τῷ Κτίστῃ, καὶ σῶσόν με λιταῖς σου.

Θεοτοκίον

τῶν φωστήρων κάλλεσιν, οὐρανὸν καλλωπίσας Θεός, ἄλλον οὐρανὸν σε, Θεοτόκε ἔδειξεν· ἐκ σοῦ γὰρ ὡς ἥλιος, ἐξανατείλας πᾶσαν τὴν γῆν, τῆς θεογνωσίας, κατελάμπρυνε φέγγει· διὸ οὐδεὶς προστρέχων, ἐν σοὶ κατῃσχυμμένος, πορεύεται τῶν θείων, μὴ τυχὼν δωρεῶν σου.

Ὁ Εἱρμὸς

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τῷ Δημιουργῷ, καὶ Λυτρωτῇ ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Ἐξέστη ἐπὶ τούτῳ

Μεγάλων χαρισμάτων ἀξιωθείς, ἐκ Θεοῦ παναοίδιμε Ἴσαυρε, ἀποσοβεῖς, δαίμονας καὶ νόσους παντοδαπάς, καὶ πειρασμοὺς καὶ θάνατον, πᾶσι τὰ αἰτήματα χορηγῶν· διὸ κἀμοὶ παράσχου, εἰρήνην καὶ ὑγείαν, καὶ τῶν πταισμάτων ἀπολύτρωσιν.

θεῖος καὶ σεβάσμιός σου ναός, τὸ πολύτιμον ἅγιον σῶμά σου, ὡς θησαυρόν, ἔχων ἀναφαίρετον τοὺς πιστούς, καταπλουτίζει πάντοτε, ταῖς τῶν χαρισμάτων διανομαῖς· διὸ κἀγὼ τῶν θείων, τύχοιμι δωρεῶν σου, ὁ προσφυγὼν τῷ θείῳ τάφῳ σου.

δοὺ Μάρτυς Κυρίου καλῶς καμών, τὸν μισθὸν ἐκομίσω τῶν πόνων σου. Πρόστηθι οὖν, πάντοτε θεόφρον τοῦ σοῦ λαοῦ, τὴν σὴν πατρίδα φύλαττε, σῷζε τοὺς προστρέχοντάς σοι πιστῶς, καὶ βράβευσον εἰρήνην, πάσῃ τῇ οἰκουμένῃ, κἀμοῦ τοῦ σοῦ οἰκέτου μέμνησο.

Θεοτοκίον

πέρφωτε νεφέλη Μήτηρ Θεοῦ, τοὺς ἡμῖν πολεμοῦντας πολέμησον, τῇ κραταιᾷ, καὶ παντοδυνάμῳ σου δεξιᾷ, τοῖς ἐν ἀνάγκαις πρόστηθι, τῶν ἀδικουμένων ἀντιλαβοῦ, πταισμάτων λυτρουμένη, ταῖς σαῖς ἱκετηρίαις· ὅσα γὰρ θέλεις πάντα δύνασαι.

Ὁ Εἱρμὸς

ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία, καὶ Ἀπόλυσις.