The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΖ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Προφήτου Δανιήλ, καὶ τῶν Ἁγίων τριῶν Παίδων, Ἀνανίου, Ἀζαρίου, Μισαήλ, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου τοῦ νέου, Ἀρχιεπισκόπου Αἰγίνης τοῦ θαυματουργοῦ, τοῦ ἐκ τῆς νήσου Ζακύνθου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Προφήτου.

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν.

λαμπρότατος ἥλιος, Προφητῶν ὁ περίδοξος, εὐφημείσθω σήμερον θείοις ᾄσμασι, τῶν χαρισμάτων τοῦ Πνεύματος, θεῖον ἐνδιαίτημα, ἡ ἀείρυτος πηγή, ἡ διόπτρα τοῦ Πνεύματος, ὁ ὑπέρτιμος, καὶ πανάριστος στῦλος τῶν δογμάτων, ἡ κρηπὶς τῆς οἰκουμένης, τὸ ἀκατάσειστον ἔρεισμα.

ς ἀστέρα φανότατον, ἑωσφόρον ὡς μέγιστον, ἐπιθυμιῶν τε ἄνδρα τιμῶμέν σε, τῶν ἀρετῶν ταῖς λαμπρότησι, φαιδρῶς ἀποστίλβοντα, καὶ φωτίζοντα πιστῶν, τὰς ψυχάς καὶ τὰ σώματα, καὶ βοῶμέν σοι, Δανιὴλ ὑποφῆτα τὸν Σωτῆρα, ἐκδυσώπει τοῦ σωθῆναι, τοὺς εὐσεβῶς ἀνυμνοῦντάς σε.

Σοῦ ἡ γλῶσσα ὡς κάλαμος, γραμματέως Πολύσοφε, ὀξυγράφου γέγονε ῥητορεύουσα· νόμος Θεοῦ γὰρ ἐγκάρδιος, ἐν σοὶ πεπολίτευται, καὶ τὸ στόμα σου λαλοῦν, κρίσιν ἔνδικον δέδεικται, ἐν οἷς ᾔσχυνας, παρανόμους πρεσβύτας καὶ Σωσάνναν, ἐκ θανάτου ἐλυτρώσω, τῶν Προφητῶν τὸ ἀγλάϊσμα.

Στιχηρὰ Προσόμοια τῶν Ἁγίων τριῶν Παίδων.

Ἦχος  ὁ αὐτὸς.

Ἔδωκας σημείωσιν.

Νόμων ἀντεχόμενοι, τῶν θεοσδότων Πανόλβιοι, μιαραῖς οὐκ ἐχράνθητε, τροφαῖς ἀλλ' ἀκήρατον, τῆς ψυχῆς τὸ κάλλος, διασεσωκότες, διετηρήσατε σαφῶς, ἀδιαλώβητον καὶ ἀμάραντον, τὸ ἄνθος τὸ θαυμάσιον, καὶ τὴν τερπνὴν ὡραιότητα, τοῦ Δεσπότου δοξάζοντος, τοὺς αὐτὸν θεραπεύοντας.

Θείῳ πυρακτούμενοι, οἱ Νεανίαι πυρσεύματι, τοῦ πυρὸς κατεφρόνησαν, ἐν ᾧ  δροσιζόμενοι, οἱ σεπτοὶ χορείαν, ἐκλελαμπρυσμένην, διατυπώσαντες ᾠδήν, τὴν πολυΰμνητον ᾖδον ψάλλοντες, τὴν ὄντως ἀδιάδοχον, καὶ ἀμετάπτωτον πάνσοφοι, Βασιλείαν ποθήσαντες, τὴν οὐράνιον ἔνδοξοι.

Λόγον τῆς σοφίας σου, καταπλαγέντες οἱ Τύραννοι, Δανιὴλ ἀξιάγαστε, καὶ Παίδων τὴν σύνεσιν, τῆς Χαλδαίων χώρας, ἄρχειν καὶ δεσπόζειν, ὑμᾶς κατέστησαν Σεπτοί· τὴν ἀρετὴν γὰρ οἶδε σαφέστατα, θαυμάζειν καὶ πολέμιος, καὶ πολιτείας λαμπρότητα· τῶν παθῶν γὰρ κρατήσαντες, ἡγεμόνες γεγόνατε.

Τοῦ Ἁγίου.

 

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν.

Δεῦτε, ὁ χορὸς Αἰγινητῶν, μετὰ Ζακυνθίων συμφώνως, ἡμῶν τιμήσωμεν, γόνον ἡμεῖς ἔκλαμπρον, ὑμεῖς ποιμένα καλόν, καὶ σκιρτῶντες ἐν πνεύματι, Θεῷ δῶμεν δόξαν, τῷ  καταξιώσαντι, ἄμφῳ πλουτῆσαι λαμπράν, σκέπην τοῦ κλεινοῦ Ἰεράρχου, νῦν Διονυσίου καὶ τοῦτον, θείοις ἐγκωμίοις καταστέψωμεν.

φης, Παγκρατίῳ ἱερεῖ, πτῶσιν ἐκ χειρῶν θείου ἄρτου, ἱερουργοῦντι ποτέ, σφόδρα νουθετῶν αὐτόν, θείοις προσέχειν καλῶς· ὁ δὲ ἄγαν ἐθαύμασε, πλουσίαν ἐξ ὕψους, χάριν τὴν δοθεῖσάν σοι, ἀνακαλύψεως, χάριν ἀρετῶν σου ἐνθέων· ὅθεν καὶ τοῦ Πνεύματος ὄντως, σκεῦός σε ἡγήσατο θεόπνευστε.

τε, σοῦ τὸ πνεῦμα τὸ σεπτόν, ἄμεμπτον τῷ  κτίστῃ ἀπέδως, πρὸς οὐρανίους σκηνάς, τότε σου τὸ ἅγιον, σκῆνος κατέλιπες, ἐπὶ γῆς θαυματόβρυτον, καὶ νῦν ἐν Ζακύνθῳ, θαυμαστῶς ἀπόκειται τῷ  θεοσέπτῳ Ναῷ, ἀεὶ πολιτῶν προστατεῦον, τούτων ἐκπληροῦν τὰς αἰτήσεις, πάντοτε ἐν πᾶσιν, ὦ πανθαύμαστε.

φθης, ἡγουμένῳ Δανιήλ, ὀφθαλμοφανῶς ἐν τεμένει, ἐκτὸς σῆς λάρνακος, πάντα ἀφελῶν αὐτοῦ, τὸν δισταγμὸν τῆς ψυχῆς· αὐτοψεὶ γὰρ ἑώρακε, θυτῶν λευκοφόρων, μέσον σε ἱστάμενον καὶ διακόνων λαμπρῶν, οἷα λειτουργούντων σοι Μάκαρ, ὡς ἀρχιερεῖ ἐν τῷ  βίῳ, θεοπρεπεστάτῳ Διονύσιε.

Δόξα... Ἦχος β'  Ἀνατολίου.

Πνευματικῶς ἡμᾶς πιστοὶ συνήγαγε σήμερον, ὁ Προφήτης Δανιήλ, καὶ τράπεζαν προτίθησιν ἀρετῶν δαψιλῶς, πλουσίοις καὶ πένησι, καὶ ξένοις καὶ αὐτόχθοσι, καὶ κρατῆρα νοητόν, προχέοντα νᾶμα εὐσεβείας, καὶ εὐφραίνοντα καρδίας πιστῶν, καὶ Πνεύματος Ἁγίου χάριν παρέχοντα· Οὗτος γὰρ ὁ προφήτης, ὁ φανότατος λύχνος, ὁ λάμψας ἐν τῷ  κόσμῳ, τὰ σεβάσματα πάντα τῶν Ἀσσυρίων καθεῖλε, καὶ θηρῶν ἀτιθάσων στόματα ἔφραξε. Σὺν τούτῳ καὶ οἱ τρεῖς Παῖδες εὐφημείσθωσαν, οὐ χρυσοῖ τῇ φύσει ὄντες, χρυσίου δὲ δοκιμώτεροι δεικνύμενοι· οὐ γὰρ ἐχώνευσεν αὐτοὺς τὸ πῦρ τῆς καμίνου, ἀλλ' ἐφύλαξεν ἀκεραίους, οὓς νάφθα καὶ πίσσα καὶ κληματίδες ἔστεψαν· Ὁ δὲ ἀγαγὼν ἡμᾶς, εἰς τὴν περίοδον τοῦ χρόνου Κύριος, ἀξιώσαι ἡμᾶς φθάσαι, καὶ ἐπὶ τὴν κυρίαν, καὶ σεβασμίαν ἡμέραν τῶν γενεθλίων Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν ταῖς αὐτῶν ἱκεσίαις, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Εἰ βούλει, λέγε τὸ δοξαστικὸν τοῦ Ἁγίου.

Δόξα... Ἦχος πλ. β’

Τοῦ διδασκάλου Χριστοῦ, ἐν Εὐαγγελίῳ ἀκούσας λέγοντος, ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταὶ ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις, εὐκαίρως τῷ  ἔργῳ μαθητὴς ἀνεδείχθης δόκιμος, ἁγιώτατε Πάτερ· τὸν γὰρ πικρῷ θανάτῳ τοῦ βίου στερήσαντα, Κωνσταντῖνόν σου τὸν γνήσιον σύγγονον, γλυκυτάτοις σου τρόποις ὑπεδέξω γλυκύθυμε, θυμοῦ διωκόντων τόνδε ῥυσάμενος, ἐν ἀποκρύφῳ τηρήσας, καὶ ἀντὶ θανάτου, τὸ ζῆν ἀνταπέδωκας· ἔργον ὄντως παράδοξον, καὶ ὑπὲρ φύσιν εἰργάσω μνησίθεε, τοῖς πέρασι πολυθρύλητον, καὶ ψυχῆς γενναίας καὶ φιλοθέου ἀντάξιον· διὸ παρρησίαν ἔχων πρὸς Κύριον, Ἱεράρχα πανεύφημε, ἐκτενῶς ἱκέτευε, εἰρήνην πλουσίαν δωρηθῆναι τῇ πόλει σου, τῇ ἀγλαοφανῶς ἐκτελούσῃ, τὴν λαμπρὰν καὶ πανέορτον μνήμην σου.

Καὶ νῦν... Προεόρτιον ὁ αὐτὸς.

Σπήλαιον εὐτρεπίζου, ἡ, Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν, Φάτνη δὲ ὑποδέχου, τὸν τῷ  λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς, ποιμένες ἀγραυλοῦντες μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ  βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου μητρός· ὄνπερ καὶ κύψασα δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ  ἐν ἀγκάλαις αὐτῆς, πῶς ἐνεσπάρης μοι ἢ πῶς μοι ἐνεφύης ὁ λυτρωτής μου καὶ Θεός.

Εἴσοδος, τὸ φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας, καὶ τὰ ἀναγνώσματα.

Παροιμιῶν τὸ ἀνάγνωσμα.

(Κεφ. 10: 7 & 3, 13-16 & ἐκλογὴ)

Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς, τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστὸς ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν· ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ· τοιγαροῦν ἀκούσατέ μου, ὦ  τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει· αἱ γὰρ ἔξοδοί μοι ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων, ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν καὶ δόξαν, νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά, ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ, μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου. Οὐδὲν ἐν αὐτοῖς  σκολιὸν οὐδὲ στραγγαλιῶδες, πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν· διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε πνεύματος.

Παροιμιῶν τὸ ἀνάγνωσμα.

(Κεφ. 10: 31-32,  11: 1-12)

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται, χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται, ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν, τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς, οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θύρας ἐκδύνει, ἀντ' αὐτοῦ παραδίδοται ὁ ἀσεβής, ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

(Κεφ. 4: 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἔστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος· εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη, ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον, τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ  ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας, οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς  ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς  ἐκλεκτοὶς αὐτοῦ.

Εἰς τὴν λιτὴν ψάλλομεν στιχηρὰ Ἰδιόμελα.

Ἦχος α’

Τῷ ματαιόφρονι βίῳ ἀποταξάμενος, τοῦ πολυπλάνου κόσμου ἔξω ἐγένου θεόληπτε, καὶ ἀπλέτῳ πὸθῳ τῷ Χριστῷ ἠκολούθησας· ὅπου γὰρ Θεὸς ὁ ποθούμενος, Κόσμος ὅλος καταπεφρόνηται· διὸ ἐρημικῶς τὸν βίον ἄγειν ᾑρέτισας, καὶ ἐν σώματι ὡς ἀσώματος πολιτεύεσθαι, ἡμῖν δὲ ἀστὴρ νεοφανὴς τυγχάνεις, μαργαρυγαῖς εὐσεβείας διαλάμπων, καὶ ψυχὰς τῶν πιστῶς σε ὑμνούντων, φωτίζων ἐν πνεύματι ἀξιΰμνητε.

Ἦχος β’

ρσενος ἄμοιρος γυνή, τυχεῖν ποθοῦσα, εὐσεβῶς σοῦ ἐδέετο· ἧς  τῆς δεήσεως ἐπακούσας, σαφῶς ἐν ὁράματι ὑπέσχου τὰ καταθύμια, εὔελπιν ἐργασάμενος· διὸ περιχαρής γενομένη, καὶ συλλαβοῦσα ταχύ, ἄρσεν χαρίεν κατ' ἔφεσιν, ἐν χάριτι τέτοκεν· ὅθεν εὐχαρίστως ἀνύμνησε, καὶ τὴν σὴν πρὸς Θεὸν παρρησίαν, παρρησίᾳ ἐκήρυξεν, Ἱεράρχα παμμακάριστε.

Ἦχος γ’

Πάθει ἀποπληξίας ποτέ, γυνὴ τις ἄλλη ἐκ τῶν οἰκείων σου Ὅσιε, περιπεσοῦσα δεινῷ, δι' οὗ ἄλαλος μείνασα, ἡμιθανὴς καὶ ἀκίνητος, τῇ μόνῃ ἁφῇ τοῦ τιμίου δακτύλου ἐκ τῆς ἁγίας σου σοροῦ, ἐπὶ τοῦ στόματος αὐτῆς, καὶ τῶν νεναρκωμένων μελῶν, τὴν λαλιὰν αὐτίκα, ὢ  τοῦ θαύματος, σὺν τῇ τελείᾳ ῥώσει ἀνέλαβε, καὶ τὸ θαῦμα κηρύξασα, τὸν σὲ μεγαλύναντα Κύριον ἐμεγάλυνεν, ὃν ἐκτενῶς ἱκέτευε, θαυματουργὲ Διονύσιε, ὑπὲρ τῶν πίστει θαυμαζόντων, καὶ εὐφημούντων, τὰ ἀξιάγαστά σου θαυματουργήματα.

Δόξα... Ἦχος πλ. α’

Εἰς ἀρετῶν ἀκρώρειαν ἀνενεχθείς, πολλῶν ἠξιώθης παρὰ Θεοῦ χαρισμάτων, Πάτερ ὅσιε, ἀνθ' ὧν καὶ ἐκ πολλοῦ τεθνηκυῖαν ἀφορισμῷ δεσμευθεῖσαν ἀλύτῳ, προσευχῇ ἐκτενεῖ σου διέλυσας, καὶ τὸ πτῶμα κατέλυσας. Θράσος ἁλιέων δυσπίστων, παραδόξου ἄγρας κατεύνασας θαύματι· ποταμοῦ ῥοῦν κατέστειλας, καὶ ἀβρόχως διώδευσας, ὑετὸς καθ' ὁδὸν ἐπανελθών, οὐδαμῶς τὴν ἐσθῆτά σου ἴκμασε· τὸ διὰ λήθης πρεσβυτέρου παράπτωμα, νουθετικῶς ἀπεκάλυψας. Πολλά σου τὰ ἐν βίῳ τεράστια, πυκνὰ τὰ μετὰ θάνατον θαύματα· διὸ αἰτοῦμέν σε θαυματοφόρε Διονύσιε, μὴ διαλίπῃς δυσωπῶν τὸν εὐδιάλλακτον Θεόν, ἐκ δεξιῶν παραστῆσαι, τοὺς εἰλικρινῶς εὐφημοῦντάς σε, ἐν τῇ  ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν... ὁ αὐτὸς Προεόρτιον.

Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ, καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε, τῷ  ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν.

Δανιὴλ ὁ θαυμάσιος, τὴν καρδίαν κτησάμενος, καθαρὸν τοῦ Πνεύματος καταγώγιον, καὶ παρ' αὐτοῦ φωτιζόμενος, μελλόντων τὴν δήλωσιν, προθεσπίζει προφανῶς, προφητείας λαμπρότησι, καλλυνόμενος, καὶ τρανῶς σαφηνίζων τῶν κρατούντων, παρανόμων Βασιλέων, τὰ κεκρυμμένα ἐνύπνια.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς  Ἀγίοις αὐτοῦ.

Προστομώσας τὸ σῶμά σου, τῇ νηστείᾳ ἀδάμαστον, τῶν λεόντων στόμασιν ἀπετέλεσας· μέσον γὰρ τούτων ἱστάμενος, Προφῆτα θεσπέσιε, καὶ Θεῷ τῷ  ἀγαθῷ, ἀτενίζων διέμεινας, ἀπαράτρωτος, ἀπορρήτῳ δυνάμει τοῦ τὰ πάντα, ἐνεργοῦντος παραδόξως, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ  γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς

πὶ θρόνου καθήμενον, καὶ Ἀγγέλοις κυκλούμενον, τὸν ὑπὲρ κατάληψιν ἐθεώρησας, κριτὴν ὑπάρχοντα δίκαιον, Προφῆτα θαυμάσιε, ἐκπλαγεὶς δὲ τὸ φρικτόν, τῆς ἐμφόβου ὁράσεως διεσήμανας, τοῖς μετέπειτα πᾶσιν ὑπογράψας, τὴν δευτέραν παρουσίαν, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν.

Καὶ τοῦ Ἁγίου δύο.

Ἦχος πλ. α’

Χαίροις ἀσκητικῶν ἀληθῶς.

νθος ἐκ γῆς Ζακύνθου τερπνόν, ἀναβλαστῆσαν, εὐωδίας τῆς χάριτος, ἐκχέει τὰς μυριπνόους, ταῖς διανοίαις πιστῶν, ὁ κλεινὸς πατέρων Διονύσιος, Πηγή, τε ἀέναος, τῶν ἰάσεων πέφυκε, πέλαγος θεῖον, τῶν θαυμάτων ἀκένωτον, Ἐκκλησίας δέ, ὁ φωστὴρ ὁ λαμπρότατος, φέγγος φαῖνον τὸ ἄδυτον, τοῖς πέρασι σήμερον, ἐν τῇ  λαμπρᾷ αὐτοῦ μνήμῃ, ἣν ἐκτελοῦντες δοξάζομεν, Χριστὸν τὸν Σωτῆρα, τὸν δοξάζοντα τοὺς τοῦτον, θερμῶς δοξάζοντας.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

στερξας συμπαθῶς σπλαγχνισθείς, τὸν μιαιφόνον σοῦ ὁμαίμονος δέξασθαι, καὶ τοῦτον δὴ εἰσοικίσας, μετὰ ἀδόλου στοργῆς, μυχοῖς ἐνδοτάτοις ἐγκατέκρυψας, χειρῶν ἐκρυόμενος, τῶν ζητούντων τὸν ἄνθρωπον, δεινῶς σπαράξαι, ἀπηνῆ ἀλιτήριον, ἐν οἰκήματι, ᾧ  κατώκεις πανόλβιε· τοῦτο δὲ ὅλον ἔπραξας, πληρῶσαι βουλόμενος, τὴν ἐντολὴν τοῦ Δεσπότου, κακοποιοῦντας κελεύοντος, φιλεῖν ὁλοψύχως, καὶ πολλὴν ἀμνησικάκοις, χάριν παρέχοντος.

Δόξα... Τῶν Ἁγίων Παίδων.

Ἦχος πλ. β’

ν ψυχῇ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως, ἐν μέσῳ τῆς καμίνου τοῦ πυρός, τὸν παγκόσμιον ὕμνον ἐμελῳδήσατε, Παῖδες τρισόλβιοι, καὶ τῆς φωνῆς ὑμῶν εἰσήκουσεν, ὁ ὢν ἐγγὺς Κύριος, τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ  πνεύματι σῴζων, καὶ διατηρήσας ἀσινεῖς, προσεδέξατο ὑμᾶς, ὡς θυσίαν καθαράν. Διὸ ἀπόγονοι Ἀβραὰμ τυγχάνοντες, παῖδες Θεοῦ γενέσθαι ἠξιώθητε. Παρρησίαν οὖν ἔχοντες πρὸς αὐτόν, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἰ βούλει, λέγε τὸ τοῦ Ἁγίου.

Δόξα... Ἦχος πλ. δ’

Τῶν κλεινῶν προπατόρων τὰς ἀρετὰς ἐμιμήσω κατ' ἴχνος θεσπέσιε, Ἀβραὰμ τὸ φιλόξενον, Ἰακώβ τε τὸ ἄκακον, καὶ Ἰὼβ τὸ ἄμεμπτον, Μωϋσέως τὸ ἄπλαστον, καὶ Δαβὶδ βασιλέως τὸ πρᾶον, τὸ συμπαθὲς καὶ φιλόστοργον. Διὸ Χριστὸς καὶ ζῶντα καὶ μεταστάντα σε, θεοσημείαις καὶ τέρασιν, ἀφθόνως ἐδόξασε, καὶ τῇ σεπτῇ Ἐκκλησίᾳ, ὡς ἀρετῶν ἐνθέων κειμήλιον παρέθετο. Ἐν ᾗ ἑστῶτες ψαλμικῶς βοῶμέν σοι, τὴν πόλιν σου τὴν ἐνεγκοῦσαν, καὶ πᾶσαν ἀλλοδαπὴν ὀρθοδόξων, ταῖς πρὸς Θεόν σου πρεσβείαις, ἅγιε διαφύλαττε.

Καὶ νῦν... ὁ αὐτὸς.

Προεόρτιον.

πόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει, Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε, ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε· πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.

Ἀπολυτίκιον τῶν Ὁσίων Παίδων καὶ Προφήτου  Ἦχος β’

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ  πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι τρεῖς παῖδες ἠγάλλοντο, καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο, ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Δόξα... τοῦ Ἁγίου.

Ἦχος α’

Τῆς Ζακύνθου τὸν γόνον καὶ Αἰγίνης τὸν πρόεδρον, τὸν φρουρὸν μονῆς τῶν Στροφάδων, Διονύσιον ἅπαντες, τιμήσωμεν συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικρινῶς, σαῖς λιταῖς τοὺς τὴν σὴν μνήμην ἐπιτελοῦντας σῷζε καὶ βοῶντάς σοι· Δόξα τῷ  σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ  σὲ θαυμαστώσαντι, δόξα τῷ  δωρησαμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.

Καὶ νῦν... Θεοτοκίον.

(ἕνα ἀπὸ τὰ ἑξῆς)

Ἦχος β’

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε Μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ἢ Ἦχος α’

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ  ἐνοικήσαντι ἐν σοί, δόξα τῷ  προελθόντι ἐκ σοῦ, δόξα τῷ  ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν πρώτην Στιχολογίαν.

Καθίσματα  Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ.

γάπης τῷ δεσμῷ, συντεθεὶς θεοφόρε, διέλυσας τρανῶς, τὴν κακίαν τῆς ἔχθρας· φονέα γὰρ συγγόνου σου, πεφευγότα τῇ σκέπῃ σου, μὴ εἰδότα σε, τὸν ἀδελφὸν αὐτοῦ εἶναι, δίκης ἔσωσας, ἐπικειμένου θανάτου, καὶ σῶον ἀπέστειλας.

Δόξα... ὅμοιον.

Οὐκ ἔγνω τὸν Θεόν, ὃς ἀγάπη ὑπάρχει, ὁ μὴ ἐχθρὸν φιλῶν, ὃς πλησίον τυγχάνει, διόπερ καὶ ἐπλήρωσας ἐντολὴν θείαν Ὅσιε, καὶ τὸ ἔγκλημα, σοῦ ἀδελφοῦ φονοκτόνῳ, συνεχώρησας, κατὰ Θεὸν ὡς οἰκτίρμων, Θεῷ τ' εὐηρέστησας.

Καὶ νῦν... Θεοτοκίον.

Μεγάλως ὁ Θεός, ἀγαπήσας τὸν κόσμον, τὸν Ἄγγελον βουλῆς, ἑαυτοῦ τῆς μεγάλης, τῷ  κόσμῳ μὲν ἀπέστειλεν, εἰς ἀγάπης ἐπίδειξιν, τὸν Υἱὸν αὐτοῦ, ἐκ τῆς ἁγνῆς σαρκωθέντα, τεχθησόμενον, ἐν Βηθλεὲμ τῷ  σπηλαίῳ, ταχὺ ὃν δοξάσομεν.

Μετὰ τὴν β’ Στιχολογίαν

Κάθισμα  Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Προσενεχθεὶς ἀπὸ παιδὸς τῷ  Κυρίῳ , δι' ἀρετῶν σεβασμιώτατε Πάτερ, θυσία ὄντως γέγονας εὐπρόσδεκτος Θεῷ. Κλέος ἐχρημάτισας, τῶν ὁσίων τρισμάκαρ, θεῖον ἐγκαλλώπισμα ἱερέων ἐφάνης, καὶ νῦν πρεσβεύεις ὑπὲρ εὐσεβῶν, ἑορταζόντων ἐν πίστει τὴν μνήμην σου.

Δόξα... Ὅμοιον.

Οἱ τῶν Στροφάδων θεοφόροι Πατέρες, ἐν ταῖς ἀνάγκαις ἀρωγὸν σε καὶ ῥύστην, καὶ ἰατρὸν πανάριστον γινώσκουσιν ἀεί, πάντων τὰ νοσήματα, θεραπεύοντα τάχει, νέφος τε ἐλαύνοντα, ἐξ ἀγροῦ τῶν ἀκρίδων, καὶ οὐρανόθεν ὄμβρον ἀγαθόν, μάκαρ ἐκπέμποντα γῇ μεσιτείᾳ σου.

Καὶ νῦν... Θεοτοκίον.

δι' ἀγάπην πατρικῆς εὐσπλαγχνίας, πρὸς ἡμᾶς πέμψας τὸν Υἱὸν ἐπ' ἐσχάτων, ἐκ τῆς πανάγνου ἄσπορον φορέσαντα ἐν γῇ, σάρκα τὴν ἀνθρώπινον, ἵνα ῥύσῃ τῆς πλάνης, πλάσμα τὸ ἀνθρώπινον, αὐτὸς πάντας ἐν πίστει, καταξιῶσαι γέννησιν υἱοῦ, τοῦ προσκυνῆσαι ἀξίως δεόμεθα.

Οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν. 

Προκείμενον.

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. κούσατε ταῦτα πάντα τὰ ἔθνη.

Πᾶσα πνοὴ.

Εὐαγγέλιον.

 κ τοῦ κατὰ Ἰωάννην.

Κεφ. 10: 1-9

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει· καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Ὁ Ν’

 Δόξα... Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

Στίχ. λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

Καὶ τὸ Ἰδιόμελον

Ἦχος πλ. β’

γάλλεται σήμερον ἡ Ἐκκλησία Χριστοῦ, καὶ πανηγυρίζει φαιδρῶς, καινὸν Ἱεράρχην ὁρῶσα, ἐν αὐτῇ  μεγαλοπρεπῶς εἰσαχθέντα, τὸν σεπτὸν Διονύσιον, ὃς ἀδιαλείπως πρεσβεύει ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἱερὰν αὐτοῦ κοίμησιν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου, καὶ τὰ ἑξῆς.

Εἶτα οἱ Κανόνες.

Κανὼν τοῦ Προφήτου οὗ ἢ Ἀκροστιχίς.

Σοφὸν Δανιὴλ ᾄσμασι περιστέφω.

Θεοφάνους.

Ὠδὴ α’ Ἦχος πλ. δ’

σμα ἀναπέμψωμεν λαοί, τῷ  θαυμαστῷ Θεῷ ἡμῶν, τῷ  ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι τῷ  μόνῳ Δεσπότῃ».

Σῶτερ εὐεργέτα τοῦ παντός, τῶν ἀγαθῶν ὁ αἴτιος, τῇ φωτοφόρῳ σου, τὴν ἔννοιάν μου αἴγλῃ, φωτίζοις φιλάνθρωπε, ὅπως τοῦ σοῦ Προφήτου, εὐφημήσω τὴν ἔνδοξον μνήμην.

ρθρος ὡς ἀνέτειλας σοφέ, τῆς σωφροσύνης σώφρονα, προκινδυνεύουσαν, Σωσάνναν διασώσας· Θεὸς γὰρ σε ἤγειρε, γνώστης ὁ τῶν κρυφίων, πρεσβυτέρους δεινούς κατακρῖναι.

Φόβῳ στοιχειούμενοι Θεοῦ, οἱ Ἀβραὰμ ἀπόγονοι, τροφὴν παράνομον, ἀπώσαντο γενναίως, καὶ θείῳ τρεφόμενοι, πόθῳ τῆς εὐσεβείας, πρὸς μεγίστην ἐπήρθησαν δόξαν.

Θεοτοκίον.

ρος ἐθεώρεις νοητόν, Δανιὴλ ἱερώτατε, τὴν μόνην ἄχραντον ἀειπάρθενον Κόρην, ἐξ ἧς περ ἐκτέτμηται, λίθος ὁ ἀκρογωνιαῖος, καὶ τὴν πλάνην συνέτριψε πᾶσαν.

Ἕτερος Κανὼν τῶν Ἁγίων τριῶν Παίδων, οὗ ἡ Ἀκροστιχίς.

Τρεῖς Παῖδας ὑμνῶ, Δανιήλ τε τὸν μέγαν.

Θεοφάνους.

Ὠδὴ α’

Ἦχος ὁ αὐτὸς.

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, τῷ  Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Τὸν ἄναρχον Λόγον τὸν ἐκ Πατρός, πρὸ πάντων αἰώνων, γεννηθέντα θεοπρεπῶς, τὸν ἐν τῇ  καμίνῳ Νεανίαις, συμβολικῶς ὁραθέντα δοξάσωμεν.

ημάτων τοῦ τυράννου τοῦ δυσσεβοῦς, οἱ εὐγενεῖς Παῖδες, καταπτύσαντες καρτερῶς, τροφαῖς παρανόμοις μιανθῆναι, Χαλδαϊκῶς οὐ κατηξίωσαν.

τρέφεσθε λόγῳ μὲν ψυχικῶς, τροφαῖς αὐτομάτοις, κεχρημένοι δὲ σαρκικῶς, τῶν ἁβροδιαίτων τὰς ἰδέας, τῷ  Βασιλεῖ ὡραιότεροι δείκνυσθε.

Θεοτοκίον.

ὸν τὸν τοῦ ὄφεως ἀκοαῖς, πικρῶς ἐμπαρέντα, ταῖς τῆς Εὔας ἡ ἐκ Δαυΐδ, βλαστήσασα Κόρη θεραπεύει, τὸν Λυτρωτὴν κυοφορήσασα.

Ὁ Κανὼν τοῦ Ἁγίου.

Ὠδὴ α’  Ἦχος α’  ὁ Εἱρμὸς.

Ὠδὴν ἐπινίκιον.

Νοός μου τὴν ζόφωσιν φωτὶ τῷ  θείῳ, λαμπρύνας ἱκάνωσον, εὐφημῆσαι μέλλοντος, τὴν θείαν μνήμην σου, σαῖς Διονύσιε λιταῖς, Αἰγίνης πρόεδρε.

δοὺ συνευφραίνονται τοῖς Ζακυνθίοις, Πατέρες σεβάσμιοι, τῶν Στροφάδων ἅπαντες, καὶ τῆς Αἰγίνης λαός, ἐπὶ τῇ μνήμῃ τοῦ κοινοῦ αὐτῶν, προστάτου θερμοῦ. 

Κλεινῶν γεννητόρων μὲν υἱὸς ἐγένου, λαμπρῶν καὶ ἐνδόξων τε, ἀλλ' αὐτὸς κατέλιπες ὡς νουνεχέστατος, πᾶσαν προσπάθειαν σοφέ, γηΐνης σχέσεως.

Θεοτοκίον.

Οἱ Μάγοι σκοπούμενοι ἄστρον Περσόθεν, αὐτῷ ἐφεπόμενοι, ταχυδρόμως σπεύδουσιν, εὑρεῖν τὸν Ἄνακτα, ὃν ἐν Σπηλαίῳ σαρκικῶς, τεκεῖν Παρθένος μολεῖ.

Τοῦ Προφήτου.

Ὠδὴ γ’

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Νόησιν καὶ σύνεσιν, παρὰ Θεοῦ λαβὼν ἔλυσας, φωτοφανῶς, τὰ ἐσκιασμένα, τῶν κρατούντων ἐνύπνια.

Δράκοντα ἐνέκρωσας, διὰ τροφῆς βαλὼν Ἔνδοξε, τὸν αἰσθητὸν· τοὺς πρὶν ἀοράτους ἐτροπώσω γὰρ δαίμονας.

Αἴγλῃ φωτιζόμενος, τὸ ἐμφανές, ὁρᾷς Ἔνδοξε, Ὄρος Θεοῦ, τὴν Εὐλογημένην, τὸ βροτῶν ἐγκαλλώπισμα.

Τῶν Ἁγίων Παίδων.

Ὁ αὐτὸς.

Σύνεσιν κτησάμενοι, τὴν θεοδίδακτον Δέσποτα, Παῖδες Δαυΐδ, Νόμους τοὺς πατρῴους, θεοφρόνως ἐτήρησαν.

Πῦρ οὐ κατεφλόγισε, τὰ καθαρώτατα σώματα, τῶν εὐσεβῶν· διὰ γὰρ νηστείας, ψυχοτρόφου ἠρδεύοντο.

Αἶνον τὸν παγκόσμιον, καὶ πολυΰμνητον ᾄδουσι, Παῖδες οἱ τρεῖς, μέσον τῆς καμίνου, θαυμαστῶς δροσιζόμενοι.

Θεοτοκίον.

να τόκον Δέσποτα, ἐκ παρθενεύοντος σώματος, δείξῃς ἡμῖν, σῴζεις ἐν καμίνῳ, παρθενεύοντα σώματα.

Ὁ Εἱρμὸς.

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Τοῦ Ἁγίου  Ὁ Εἱρμὸς.

Στερεωθήτω ἡ καρδία μου.

Λαμπρύνας Πάτερ αἰσθητήρια, τῆς ψυχῆς σου ταύτην ἐτέλεσας, δοχεῖον θείων ἀρετῶν, καταγώγιον πνεύματος, καὶ ἐν σοὶ ἐπανεπαύσατο, Χριστὸς ὁ Θεὸς ἡμῶν.

νεπιστρόφως τρίβον Ὅσιε, τὴν στενὴν καὶ λίαν ἐπίπονον, βαδίσας ἔφθασας αὐτό, ὀρεκτὸν τὸ ἀκρότατον, καὶ πρὸς πλάτος Παραδείσου, κατοικεῖν εἰσελήλυθας.

τὰ κρυπτὰ γινώσκων Κύριος, καὶ νεφροὺς ἐτάζων ὡς γέγραπται, προεγνωκὼς γνώμης τῆς σῆς, τὸ εὐθὲς καὶ ἀκέραιον, σὲ Ποιμένα προχειρίζεται, Αἰγίνης πανάριστον.

Θεοτοκίον.

περνικᾷ οὐ μόνον βρότειον, ἀλλὰ καὶ νοῦν πάντα ἀγγελικόν, συγκαταβάσεως τῆς σῆς, Χριστὲ βάθος τὸ ἄπειρον·Θεὸς γὰρ ὢν σάρκα δούλου, ἔρχῃ νῦν τοῦ ἐνδύσασθαι.

Κοντάκιον τοῦ Προφήτου.

Ἦχος γ'  Ἡ Παρθένος σήμερον.

Καθαρθεῖσα Πνεύματι, ἡ καθαρά σου καρδία, προφητείας γέγονε, φαεινοτάτης δοχεῖον· βλέπεις γὰρ ὡς ἐνεστῶτα τὰ μακρὰν ὄντα, λέοντας, ἀποφιμοῖς δὲ βληθείς ἐν λάκκῳ· διὰ τοῦτό σε τιμῶμεν, Προφῆτα Μάκαρ, Δανιὴλ Ἔνδοξε.

Κάθισμα τοῦ αὐτοῦ.

Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον.

Προφητείας τὴν χάριν πεπλουτηκώς, τῆς Παρθένου τὸν Τόκον σκιαγραφεῖς, καὶ λύεις ὀνείρατα, τῶν κρατούντων σαφέστατα, ἐμβληθεὶς δὲ λάκκῳ, ὡς Μάρτυς ἐδίδαξας, παραδόξως Μάκαρ, νηστεύειν τοὺς λέοντας· ὅθεν καταστρέψας, τῶν ἀθέων τὸ σέβας, τὸν δράκοντα ἔκτεινας, ἀριστεύσας λαμπρότατα, Δανιὴλ Ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Κάθισμα τοῦ Ἁγίου.

Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν ἀγήρω ποθήσας ὄντως ζωήν, καὶ γηΐνων τὸν βίον μεμισηκώς, ἁγίων ἐζήλωσας, πολιτείαν τὴν ἔνθεον, ἐκ νηπίου δὲ ταῦτα, συνέσει διέκρινας, καὶ σαρκὸς μέν τὰ πάθη νοῒ καθυπέταξας· ὅθεν καὶ τὸν ὄλβον, σκυβαλίσας γονέων, ἀπέβαλες ὄλβιε, Διονύσιε ὅσιε, καὶ Χριστῷ ἠκολούθησας· σπεῦσον οὖν πρεσβείαις πρὸς Θεόν, αἰωνίου πάντας πυρὸς ῥύσασθαι, τοὺς ἑορτάζοντας πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Τῶν τριῶν Παίδων.

Τῆς Τριάδος εἰκόνα προφητικῶς, ἐξ ἀΰλων χρωμάτων ἐν τῇ  φλογί, οἱ Παῖδες διέγραψαν, τῷ  καλάμῳ τῆς πίστεως, καὶ τὴν τοῦ Λόγου ἄκραν, εἰς γῆν συγκατάβασιν, μυστικῶς κατεῖδον, καὶ πᾶσιν ἐκήρυξαν· ὅθεν καὶ τὴν δρόσον, οὐρανόθεν λαβόντες, τοῦ Πνεύματος βρύουσι, τοῖς πιστοῖς τὰ χαρίσματα· διὰ τοῦτο βοήσωμεν· Δώρησαι Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἑορταζουσι πόθῳ, τὴν ἁγίαν μνήμην αὐτῶν.

Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, Χαῖρε Κόρη Καθέδρα βασιλική, Κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, Χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον Τέμενος, ἀστραπηφόρον Ἅρμα, Λυχνία πολύφωτε· Χαῖρε Θεοτόκε, δωδεκάτειχε Πόλις, καὶ Πύλη χρυσήλατε, καὶ Παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε Τράπεζα, θεοκόσμητον Σκήνωμα, Χαῖρε Ἔνδοξε Νύμφη ἡλιοστάλακτε, Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.

Τοῦ Προφήτου.

Ὠδὴ δ’

ξ ὄρους κατασκίου, Λόγε ὁ προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε καὶ ἐν φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν.

Νόμον εὐσεβῶς, φυλάξας ὦ  Προφῆτα, τῆς ὄντως σοφίας, ἔγνως τὸν δοτῆρα, τὰ μυστικὰ σε διδάσκοντα καὶ βαθέα, καὶ τὰ ἐν σκότει σε φωτίζοντα.

ερὰν ζωήν, βιώσας Θεοφάντορ, ἐπιθυμιῶν, ἀνὴρ προσηγορεύθης· ἀρρενωπῶς γὰρ τὰ πάθη καταπατήσας, πρὸς τὴν ἀγήρω μετετέθης ζωήν.

ἐνοικοῦσα ἐν σοί, τοῦ Παρακλήτου χάρις, Δανιὴλ σε δεικνύει, ὅλον φωτοφόρον, καὶ νικητὴν τῶν τυράννων καὶ Βασιλέων, καὶ τῆς σοφίας καταγώγιον.

Θεοτοκίον.

Λίθον σε χειρός, τμηθέντα ἄνευ Λόγε, Ὄρους προορᾷ, Παρθένου Θεοτόκου, Δανιὴλ ὁ προφήτης ἀνακραυγάζων, καὶ ἀνυμνῶν σου τὴν Θεότητα.

Τῶν Ἁγίων Παίδων. 

Εἰσακήκοα Κύριε.

Δανιὴλ ὁ σοφώτατος, ἐνθεαστικῶς τὸν νοῦν φωτιζόμενος, τὰ ἐνύπνια διέλυσε, τῶν Αὐτοκρατόρων θείᾳ χάριτι.

παστράπτει τοῖς θαύμασιν, ἡ ἐν τῇ  καμίνῳ τῶν Παίδων Ἄθλησις· τὸν γὰρ τύραννον ἐζώγρησαν, πρὸς ἐπίγνωσίν σου παντοδύναμε.

Συμφωνίας τὰ ὄργανα, καὶ τῆς μουσικῆς μέλη παναρμόνια, τοὺς γενναίους οὐ κατέθελξαν, καὶ χρυσῇ εἰκόνι οὐχ ὑπέκυψαν.

Θεοτοκίον.

μνῳδίαις πανύμνητε, οἱ ἐν Βαβυλῶνι Παῖδες γεραίρουσι, τὸν Υἱόν σου τὸν ὑπέρθεον, ὃν ἐν τῇ  καμίνῳ ἐπεγίνωσκον.

Τοῦ Ἁγίου  Ὁ Εἱρμὸς.

Ἐν Πνεύματι προβλέπων.

ερεύσας Παμμάκαρ ἀδόλως τῷ  Θεῷ, θύων τὴν ἀναίμακτον θυσίαν ἀκραιφνῶς, ψυχὴν καθάρας, μελέτῃ συνεχεῖ νόμου, καὶ τῆς σαρκὸς δουλαγωγήσας τὰς αἰσθήσεις, ὤφθης οἰκητήριον πνεύματος.

πήκουσεν ὁ Κύριος δεήσεως τῆς σῆς, καὶ γυναῖκα θνήξασαν δεσμῷ ἀφορισμοῦ, εὐχῇ σου ταύτην, διέλυσε εἰς κόνιν, ὀστᾶ τε ἅμα μετεποίησεν ἀθρόως, ὢ  ξενοπρεποῦς θεωρήματος!

ητόρων ἀτονοῦσιν εὐγλώττων αἱ φθογγαί, τῆς ἀμνησικάκου σου ψυχῆς τὸ εὐγενές, ἐγκωμιάσαι· τὸν κτείναντα γὰρ ἀδίκως, τὸν σύγγονόν σοι οὐκ ἠμύνω, ἀλλὰ μᾶλλον τοῦτον φιλοφρόνως εἰσδέδεξαι.

Θεοτοκίον.

ξέστησαν ὁρῶσαι ἀγγέλων στρατιαί, ἄνθρωπον γενόμενον τὸν πάντων ποιητήν, ὃς μέτ' ὀλίγον τεχθήσεται ἐν Σπηλαίῳ, ὑπὸ μητρὸς ἀειπαρθένου καὶ ἐν φάτνῃ, νήπιον καθάπερ ὀφθήσεται.

Τοῦ Προφήτου.

Ὠδὴ ε’

ἐκ νυκτὸς ἀγνοίας, φαιδρύνας τὰ πέρατα, φώτισόν με τῷ  ὄρθρῳ τῆς φιλανθρωπίας σου Κύριε.

θλητικοὺς ἀγῶνας, τῆς προφητείας φαιδρύνας κηρύγματι, λάμπεις δι' ἀμφοτέρων, θείας ἐπιπνοίας ἀνάπλεως.

Σοφὸς ἐδείχθης Μάκαρ, ταῖς ὑπὲρ νοῦν τῆς σοφίας ἐλλάμψεσι, μέγιστε θεορρῆμον, Δανιὴλ καὶ πάντας ἐφώτισας.

Θεοτοκίον.

Μυσταγωγεῖ τοὺς τύπους, τῆς ἀπορρήτου σαρκώσεως Ἄχραντε, τῆς ἐκ σοῦ τοῦ Ὑψίστου, Δανιὴλ ὁ Προφήτης ὁ Ἔνδοξος.

Τῶν Ἁγίων Παίδων. 

Ἵνα τὶ με ἀπώσω.

Μυηθέντες τὸν Νόμον, Σῶτερ οὐκ ἠρνήσαντο, οἱ σοὶ θεράποντες, Δανιὴλ ὁ μέγας, σὺν τρισὶ Νεανίαις θεόφροσιν, ἀλλ' ἰσχὺν λαβόντες, τὴν παρὰ σοῦ τοῦ εὐεργέτου, τοὺς τυράννους ἀνδρείως ἐτρέψαντο.

Νοερῶς ἐμυεῖτο, Δανιὴλ φιλάνθρωπε, τὰ σὰ μυστήρια· ἐπὶ γὰρ νεφέλης, ὡς Υἱὸν σε ἀνθρώπου ἐρχόμενον, τῶν Ἐθνῶν ἁπάντων, οἷα Κριτὴν καὶ Βασιλέα, ἐθεώρει νοός καθαρότητι.

ραιώθη ὦ  Παῖδες, ὑπὲρ λίθον σάπφειρον, ὑμῶν τὸ σύνταγμα, ὡς αὐγὴ χρυσίου, εὐσεβείας τῷ  ζήλῳ πυρσεύετε, ἐμπεριπατοῦντες, χαρμονικῶς ἐν τῇ  καμίνῳ, καὶ κροτοῦντες χορείαν τρισάριθμον.

Θεοτοκίον.

Δανιὴλ σε Παρθένε, Ὄρος προδιέγραφε σαφῶς ὁ ἔνθεος, οἱ τριττοὶ δὲ Παῖδες, καθορῶντες τὴν φλόγα δροσίζουσαν, τὸν σὸν θεῖον τόκον, μελῳδικῶς ἀνευφημοῦσιν, ὡς Σωτῆρα καὶ Κτίστην καὶ Κύριον.

Τοῦ Ἁγίου  Ὁ Εἱρμὸς.

Τὸ φαεινὸν.

ς Ἰσραὴλ ὁ πάλαι τὴν Ἐρυθράν, οὕτω καὶ σὺ διέβης Ἀοίδιμε, ἀβρόχοις ἴχνεσι ποταμοῦ ῥεῦμα· οἶδε γὰρ αἰδεῖσθαί σε, καὶ φύσις ἀναίσθητος.

Σοῦ ὑετὸς οὐδόλως τετόλμηκε, Παμμάκαρ καθάψασθαι, χειμῶνος πέλοντος σφοδροῦ, καὶ πάντες οἱ παρόντες ἔκθαμβοι, ὁρῶντες ἐγένοντο.

Γεραίρειν σε οὐ παύσεται Ζάκυνθος, ὡς ἄγρυπνον ὑπάρχοντα φύλακα, τῶν οἰκητῶν αὐτῆς πιστῶν, τρισμάκαρ, οὓς φρούρει δεήσεσι, ταῖς σαῖς Διονύσιε.

Θεοτοκίον.

στὴρ μηνύει μάγοις τὸν Κύριον, Σπηλαίῳ νῦν τεχθῆναι ἐρχόμενον, ὑπὸ μητρὸς Παρθένου ἀπειράνδρου, οὗ προεορτάζομεν, τὴν ἐνσαρκον γέννησιν.

Τοῦ Προφήτου.

Ὠδὴ ς’

ς τὸν Προφήτην ἐρρύσω, ἐκ βυθοῦ κατωτάτου Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι.

γγελικὰς σὺ χορείας, ἐν φωτὶ λαμπροτάτῳ θεώμενος, μιμητὴς πανάριστος, τούτων ἐχρημάτισας, τοῦ παντάνακτος, ἐντρυφῶν ἐλλάμψεσι.

Σωτηριώδη τοῦ Λόγου, παρουσίαν μηνύων προήγγειλας, καὶ Ναοῦ καθαίρεσιν, Νόμου τε τὴν πλήρωσιν, καὶ τῆς χάριτος ὑπὲρ νοῦν δωρήματα.

Θεοτοκίον.

δοὺ Παρθένος ἐν μήτρᾳ, ἐμφανῶς συλλαμβάνει Χριστὸν τὸν Θεόν, ἧς περ τὴν προτύπωσιν, ἐλλαμφθεὶς τῷ  Πνεύματι, προεώρακε Δανιὴλ ὁ Ἔνδοξος. 

Τῶν Ἁγίων Παίδων.

Ἄβυσσος ἁμαρτιῶν.

ρξαντες τῶν ψυχικῶν, παθημάτων τῇ δυνάμει τοῦ λόγου, χώρας Ἐθνῶν Χαλδαίων ἡγεμόνες γεγόνατε· οἶδε γὰρ ἡ ἀρετή, γέρα χαρίζεσθαι, κεκτημένοις, ὦ  τοῦ Δαυῒδ σοφοὶ ἀπόγονοι.

Νέκρωσιν ὁ Δανιήλ, ζωηφόρον ἐνδυσάμενος, πάλαι τὸν ὡς Θεὸν Χαλδαίοις, δυσσεβῶς νομιζόμενον, ἀναιρεῖ διὰ τροφῆς, δράκοντα κάκιστον, ἱερεῖς τε τοὺς δυσμενεῖς, σοφῶς ἀπέκτεινε.

Θεοτοκίον.

λεών μοι τὸν κριτήν, καὶ Υἱόν σου Θεοτόκε Παρθένε, ταῖς σαῖς λιταῖς γενέσθαι, ἐν ἡμέρᾳ τῆς κρίσεως, λυτρωτήν τε τῶν δεινῶν, Μῆτερ δυσώπησον· σοὶ γὰρ μόνη, τὰ τῆς ἐλπίδος ἀνατίθημι.

Ὁ Εἱρμὸς.

βυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως συνωθεῖ ἀπογνώσεως· ἀλλὰ σὺ τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ  Πέτρῳ, καὶ ἐκ φθορᾶς με ἀνακάλεσαι.

Τοῦ Ἁγίου Ὁ Εἱρμὸς.

Τὸν Προφήτην Ἰωνᾶν.

Βεβαιοῦται ἱερεύς, ὁ Παγκράτιος Σοφέ, μύστην εἶναὶ σε Θεοῦ· πεπτωκέναι γὰρ αὐτῷ, σὺ εἴρηκας, τὸν θεῖον ἄρτον, ἱερουργοῦντι ποτέ.

ωμαλέως τὴν ἰσχύν, συμπατήσας τοῦ δεινοῦ, κοσμοκράτορος ἐν γῇ, νῦν τρυφᾷς ἐν οὐρανοῖς, τὰ ἔπαθλα, τῶν σῶν ἀγώνων, Μάκαρ δρεπόμενος.

κετεύειν ὑπὲρ σῶν, εὐλαβῶν συμπολιτῶν, μὴ ἐλλίπῃς ἐκτενῶς, Διονύσιε Χριστόν, τὸν Κύριον· σὲ γὰρ προστάτην, πάντες κεκτήμεθα.

Θεοτοκίον.

Παρθένος τοῦ τεκεῖν, παραγίνεται σαρκί, ἐν Σπηλαίῳ Βηθλεέμ, τὸν ἀχώρητον παντί, ὃν ἄγγελοι, μετὰ ποιμένων, δοξολογοῦσι.

Κοντάκιον.

Ἦχος β’ Αὐτόμελον.

Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ' ἀγράφῳ οὐσίᾳ θωρακισθέντες, τρισμακάριοι ἐν τῷ  σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογός, ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

Ὁ Οἶκος.

κτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι, μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος, ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς, ἀλλ' ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Βαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

Κοντάκιον.

Τοῦ Ἁγίου  Ἦχος γ’

Ἡ Παρθένος σήμερον.

ορτάζει σήμερον, τῶν Ζακυνθίων ἡ πόλις, ἑορτὴν χαρμόσυνον, σὺν τῇ μονῇ τῶν Στροφάδων, Αἴγιναν, τὴν ἐν Κυκλάσι προσκαλουμένη, ᾄσμασιν, ἀξιοχρέως συνευφημῆσαι, καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος, νῦν Διονύσιον.

Τοῦ Ἁγίου  Ὁ Οἶκος.

Σιγησάτωσαν, ἤδη σιγησάτωσαν οἱ μέχρι δεῦρο σφαλερῶς λέγοντες, μὴ εἶναι τῇ θεοσώστῳ Ζακύνθῳ τὸν οἰκεῖον προστάτην, καὶ πρὸς Θεὸν πρέσβυν θερμότατον, καθὰ καὶ ἐν πολλαῖς τῶν ἐπισήμων πόλεων καὶ χωρῶν ὀρθοδόξων. Ἔνεστι γὰρ καὶ μάλα καλῶς ὁ σεπτὸς ἐν Ἱεράρχαις Διονύσιος, ὁ θαυμαστὸς Αἰγίνης πρόεδρος, ταύτης δὲ γόνος εὐκλεὴς καὶ θρέμμα ἀξιέπαινον. Οὐκέτι λοιπὸν ζηλοῖ Ζάκυνθος ἡ εὐδαίμων Κεφαλληνίαν καὶ Κέρκυραν, τὰς φίλας γείτονας, διὰ τὸ αὐτὰς μέγα σεμνύνεσθαι ἐπὶ τοῖς  θείοις καὶ ἱεροῖς λειψάνοις Γερασίμου τε καὶ Σπυρίδωνος, ἀλλοδαποῖς τυγχάνουσιν, ἀλλ' ἐκείνας μὲν προσφιλῶς συγκαλεῖται πρὸς φαιδρὰν πανήγυριν τοῦ ἰδίου αὐτόχθονος, ὥσπερ δὴ καὶ προσφόρως τὴν ἐν Κυκλάσι προσφωνεῖ Αἴγιναν, σὺν τῇ πανσέπτῳ τῶν Στροφάδων Μονῇ, τῇ τὸ θεῖον καὶ ἱερὸν αὐτοῦ σκῆνος εὐτυχῶς θησαυρισάσῃ, τοῦ ἀξίως εὐφημῆσαι καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος, νῦν Διονύσιον.

Συναξάριον.

Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων τριῶν Παίδων, καὶ Δανιὴλ τοῦ Προφήτου.

Στίχοι

παρ, Θεέ, βλέπει σε νῦν ἐπὶ θρόνου,

Τμηθεὶς Δανιήλ, οὐκ ὄναρ καθὼς πάλαι.

Εἰ μὴ θανεῖν τρεῖς Παῖδες ἤρων ἐκτόπως,

ς τοῦ πυρὸς πρίν, ἦρχον ἂν καὶ τοῦ ξίφους.

βδομάτῃ δεκάτῃ Δανιὴλ τάμον, ὃς βλέπει μέλλον.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου τοῦ νέου, Ἀρχιεπισκόπου Αἰγίνης, τοῦ ἐκ τῆς νήσου Ζακύνθου.

Στίχοι

χει μὲν ἡ γῆ σῶμα Διονυσίου

Νέου, Πόλος δὲ τοῦδε τὴν ψυχὴν φέρει.

βδομάτῃ δεκάτῃ θάνεν, Διονύσιος ὁ κλεινός.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Πατερμουθίου, Κόπρι καὶ Ἀλεξάνδρου, μαρτυρησάντων ἐπὶ Ἰουλιανοῦ τοῦ παραβάτου, Καὶ Μνήμη τοῦ Ὁσίου καὶ ἀειμνήστου ὁμολογητοῦ Δουναλέ, τοῦ μετονομασθέντος Στεφάνου.

Στίχοι

Στολαῖς Στέφανος ἀρετῶν ἐστεμμένος,

Λαμπρὸς τις ἥκει πρὸς στεφάνους τοὺς ἄνω.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰάχκου.

Στίχοι

ακχε, κρατύνθητι, καὶ τμηθεὶς κάραν,

Τμηθεῖσαν ἐγγράφηθι, καὶ στέφου κάραν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Τοῦ Προφήτου.

Ὠδὴ ζ’

Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Νόμῳ Προφῆτα πεφραγμένος, οὐκ ἠνέσχου τοῦ χρανθῆναι παρανόμως, ἀλλ' ἐνθέως τὸν νοῦν λαμπόμενος ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Πάντας ἐκπλήττει σου τὸ θαῦμα, ὡς Προφήτῃ γὰρ Προφήτης σοι παρέστη, μεταρσίως τροφήν, κομίζων σοι καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

νδον τοῦ λάκκου καθειργμένος, καὶ τοῖς λέουσι πρὸς βρῶσιν τεθειμένος, διεσώθης Θεοῦ, σκεπάσαντός σε Μάκαρ· Εὐλογητὸς εἶ μέλποντα, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

εῖθρα ἀφθόνως ἀναβλύζεις, ἰαμάτων ὦ  Παρθένε Θεοτόκε· Δανιὴλ γὰρ τρανῶς, ἑώρακέ σε Ὄρος, ἐξ οὗ Σωτὴρ ἀνέτειλεν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ἄλλος. 

Παῖδες θεοσεβεῖς ἐν Βαβυλῶνι.

χος θεοφιλὴς ἐμελῳδεῖτο, ἐκ μέσου πυρὸς τῷ  Παντοκράτορι· Ἀζαρίας γὰρ θεῖον χορὸν συστησάμενος, τὴν ᾠδὴν σὺν τούτοις ἀνέμελπεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Λύρα Νεανιῶν ἐθεολόγει, τὸν πάντων Θεὸν καὶ παντοκράτορα, τὸν αὐτοῖς  ἐν καμίνῳ τρανῶς ὀπτανόμενον, καὶ ᾠδὴν ἀνέμελπον λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τρεῖς τοὺς ἐν τῇ  καμίνῳ βεβλημένους, εἰδὼς ὁ κρατῶν ὡς ἐθεάσατο, τοῦ τετάρτου τὴν θέαν, Υἱὸν προηγόρευσε, τοῦ Θεοῦ καὶ πᾶσιν ἐτράνωσεν· Εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.

Θεοτοκίον.

χων λελαμπρυσμένον θείᾳ αἴγλῃ, τὸν νοῦν Δανιὴλ Θεομακάριστε, τῆς Παρθένου τὸν τόκον, σαφῶς προτεθέασαι, μυστικαῖς εἰκόσι μορφούμενον·Εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.

Τοῦ Ἁγίου  Ὁ Εἱρμὸς.

Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο.

Λύει αὐχμὸν ταῖς σαῖς παρακλήσεσι, καὶ καρποφόρον ὁ Κύριος, ἐκπέμπει οὐρανόθεν, παραδόξως τῇ τῶν Στροφάδων μονῇ.

Οὐ μόνον ζῶντα μάκαρ σε Κύριος, ἀλλὰ καὶ μετὰ τέλος ἐπλούτισε, θαύμασι παμποικίλοις, ὡς πιστὸν αὐτοῦ θεράποντα.

Πληθὺς ἡ τῶν ἀκρίδων ἡ φθείρουσα, Στροφάδων τῆς μονῆς τὰ γεννήματα, εὐχῇ σου δραπετεύει, καὶ βυθῷ καταποντίζεται.

Θεοτοκίον.

Οἱ μάγοι τῷ ἀστέρι ἑπόμενοι, σὺν δώροις Περσικοῖς παραγίνονται, ἄνακτα προσκυνῆσαι, τεχθησόμενον Παρθένῳ μητρί.

Τοῦ Προφήτου.

Ὠδὴ η’

Οἱ θεορρήμονες παῖδες ἐν τῇ  καμίνῳ, σὺν τῷ  πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

εροφάντωρ ἐδείχθης ὦ  Προφῆτα, καὶ πρακτικῇ θεωρίᾳ, τοῖς ἀσωμάτοις συνέψαλλες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σὲ παμμακάριστε πάντες εὐφημοῦμεν, καὶ τῇ σεπτῇ πανηγύρει, σοῦ γεγηθότες κραυγάζομεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Τὴν ὑπερθαύμαστον Κόρην θεηγόρε, τυπικοῖς ἐν συμβόλοις, κατανοήσας ἐκραύγαζες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τῶν Ἁγίων Παίδων.

Ἑπταπλασίως κάμινον.

Τὴν Ἀβραὰμ εὐγένειαν, διασώζειν σπουδάζοντες, τὴν οἰκειοτάτην, πρὸς αὐτὸν ἐκτήσασθε, κρηπῖδα τῆς πίστεως, καὶ τῆς ἐλπίδος ὅσιοι, καὶ ὑπομονήν, καὶ πειρασμῶν καρτερίαν, βοῶντες ἀνενδότως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Οἱ ὡς φωστῆρες λάμποντες, καὶ τὴν γῆν οὐρανώσαντες, καὶ τῆς εὐσεβείας, φωτισμῷ πυρσεύοντες, παγκόσμιον στήσαντες, χοροστασίαν ᾄδουσι, σοὶ τῷ  εὐεργέτῃ καὶ Δεσπότῃ τῶν ὅλων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νεανικῶς οἱ σβέσαντες, ἐπηρμένην τὴν κάμινον, καὶ τὰς τῶν λεόντων, ἀκωκὰς πεδήσαντες, Δαυῒδ οἱ ἀπόγονοι, νῦν γεγηθότες, ψάλλουσι· Τὸν ἐκ πειρασμῶν, ἐκσεσωκότα Δεσπότην· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς παντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Μυσταγωγεῖται Πάναγνε, Δανιὴλ ὁ σοφώτατος, καὶ προζωγραφοῦσι, Παῖδες τρεῖς τὴν γέννησιν, τὴν σὴν οἱ θεόφρονες, διὰ συμβόλων βλέποντες, τὸν ἐκ τῆς γαστρός σου, προελθόντα, ἀφράστως, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ἁγίου  Ὁ Εἱρμὸς.

Ὃν φρίττουσιν Ἄγγελοι.

μνοῦντές σε Ἅγιε ζεούσῃ τῇ ψυχῇ, κινδύνων ἀπάλλαξον παντοίων σαῖς λιταῖς, βραβεύων τοῖς πάσιν ἐν τῷ  βίῳ τῷ  νῦν, τὰ πρὸς σωτηρίαν, αἰτήματα τρισμάκαρ.

Λευχείμονας θύτας μέν, ἐδόκει Δανιήλ, ὁρᾶν παριστάναι σοι καθ' ὕπαρ ἐναργῶς· ὅθεν ἀδιστάκτῳ ὡμολόγει φθογγῇ, ἅγιόν σε εἶναι, Διονύσιε μάκαρ.

ρᾷ ἐν ὁράματι σὲ Πάτερ τις γυνή, αὐτῇ τέξειν φάσκοντα, υἱὸν ὡς εὐλαβῶς ᾐτήσατο, συλλαβοῦσα ταχύ, ἄρσεν τέκνον τίκτει, ὡς ἡ ἐπαγγελία.

Θεοτοκίον.

Υἱὸν μήτηρ ἄναδρος ἐγγίζει τοῦ τεκεῖν, καὶ μάγοι πορεύονται, ἐκ χώρας τῶν Περσῶν, αὐτὸν προσκυνῆσαι ὡς Θεὸν τοῦ παντός, εἰ καὶ βροτωθέντα, ὁρῶσιν ἐν σπηλαίῳ.

Τοῦ Προφήτου.

Ὠδὴ θ’

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.

δρέψω σου τῶν πόνων, τὰς ἐπικαρπίας, ἐν οὐρανοῖς σὺν Προφήταις χορεύων ἀεί, περὶ τὸν ὕψιστον θρόνον, τοῦ Παντοκράτορος.

Φωτὶ τῷ  τρισηλίῳ, νῦν στεφανηφόρος, τῶν ἐφετῶν ἀκροτάτῳ παρίσταται, ταῖς ἀσωμάτων χορείαις, συναγαλλομενος.

Θεοτοκίον.

ραῖόν σου τὸ κάλλος, οὗ νῦν ἀπολαύεις· τὴν γὰρ πανύμνητον Κόρην, Προφῆτα σοφέ, διὰ συμβόλων μηνύειν, πᾶσαν ἠξίωσαι.

Τῶν Ἁγίων Παίδων. 

Ὁ αὐτὸς.

φθάσατε τὸ τέλος, τὸ πεποθημένον, καὶ ὀρεκτῶν ἀκροτάτῳ παρέστητε, ἐν οὐρανίοις θαλάμοις, Παῖδες πανόλβιοι.

Γηθόμενοι τὸ δράγμα, τῆς μετὰ δακρύων, καλῆς ὑμῶν γεωργίας κομίζεσθε, τῆς ἀφθαρσίας τὸν στάχυν, καρποφορήσαντες.

νέτειλε λαμπρότης, νῦν ὑμῖν ἀξίως, καὶ εὐφροσύνῃ καρδίας ἐξήνθησεν· ἔνθεν ἀπέδρα γὰρ λύπη, κατεσκηνώσατε.

Θεοτοκίον.

Νομὴν τὴν τοῦ θανάτου, ἔστησας Παρθένε, τὸν ζωοδότην τεκοῦσα καὶ Κύριον, ζωοποιοῦντα τοὺς πίστει σε μεγαλύνοντας.

Ὁ Εἱρμὸς.

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.

Τοῦ Ἁγίου  Ὁ Εἱρμὸς.

Τὴν Ζωοδόχον πηγὴν.

Κλέος Ζακύνθου σοφὲ Διονύσιε, φρουρεῖν ἡμᾶς μὴ ἐλλίπῃς ἀπήμονας, ταῖς πρὸς τὸν Δεσπότην σου ἱεραῖς δεήσεσιν, ἐκ πάσης νόσου, κακώσεως καὶ βλάβης· σὲ γάρ προστάτην θερμὸν πεπλουτήκαμεν.

ήματι σῷ ἁλιεῖς ὑπακούσαντες, πληθὺν ἰχθύων εὐθὺς ἐσαγήνευσαν, καὶ ὁρῶντες ἔφριξαν, πῶς καὶ φύσις ἄλογος, τῷ  σῷ ὑπεῖξε κελεύσματι· διόπερ δοῦλον Θεοῦ σε ἐπέγνωκαν γνήσιον.

Πάντων βροτῶν ἐμαυτὸν οἶδα χείρονα· καὶ γὰρ αἰσχρῶς τὴν ζωὴν ἐδαπάνησα· ὅθεν μοι, τολμήσαντι ὕμνους προσενέγκαι σοι, σύγγνωθι Πάτερ καὶ δίδου σαῖς πρεσβείαις καλῶς βιῶσαι, ζωῆς τὸ ὑπόλοιπον.

Θεοτοκίον.

Τὸν ἐκ πατρὸς μὲν ἀμήτορα πέλοντα, δίχα πατρὸς ἡ Παρθένος ἐπείγεται, τοῦ τεκεῖν ὡς νήπιον, οὗπερ τὴν γενέθλιον ἡμέραν πάντες εὐξωμεθα προθύμως, ἀξιωθῆναι ἰδεῖν, ἁγνοῖς ὄμμασι.

Ἐξαποστειλάριον.

Τοῖς μαθηταῖς συνέλθωμεν.

ἐν Προφήταις μέγιστος, Δανιὴλ νῦν τιμάσθω· Χριστὸν γὰρ τὸν Θεὸν ἡμῶν, εἶδε λίθον τμηθέντα, ἄνευ χειρῶν ἀπὸ Ὄρους, τῆς Ἁγνῆς Θεοτόκου, Σὺν τούτῳ εὐφημείσθωσαν, καὶ οἱ τρεῖς Παῖδες, οὓς περ, σῴζει πυρός, ἀβλαβεῖς καμίνου τύπος Παρθένου, ὁ θεῖος καὶ ἀπόρρητος, δι' οὗ σέσωσται κόσμος.

Δόξα... Τοῦ Ἁγίου.

Γυναῖκες ἀκουτίσθητε.

Ζάκυνθος καὶ Αἴγινα, καὶ ἡ Στροφάδων ἅπασα, ὁμήγυρις μοναζόντων, ἀξίως ἀνευφημοῦσι, τὸν θεῖον Διονύσιον, κλεινὸν κοινὸν ὑπέρμαχον, φωστῆρα τὸν ἐκλάμποντα, θαυματουργίαις τοῖς πᾶσι, θερμῶς αὐτὸν καλουμένοις.

Καὶ νῦν... Προεόρτιον ὅμοιον.

Οἰκουμένη χόρευε, ἀκουτισθεῖσα σύμπασα, δόξασον μέτ' Ἀγγέλων, καὶ ἀγραυλούντων ποιμένων, Θεὸν τὸν τεχθησόμενον, ἐν Βηθλεὲμ ὡς νήπιον, δι' οἶκτον πρός τὸν ἄνθρωπον, ὃν ἔπλασε κατ εἰκόνα, καὶ ἐγερεῖ πεπτωκότα.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.

Ἦχος β’ Οἶκος τοῦ Εὐφραθᾶ.

Δεῦτε τὴν Δανιήλ, τριῶν τε Παίδων μνήμην, τελέσωμεν ὑμνοῦντες, τὴν τούτων πολιτείαν, δι ἧς ἐμεγαλύνθησαν.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς  Ἀγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ  λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεὸς

Λάκκῳ κατακλεισθείς, θηρσὶ συνῳκισμένος, Δανιὴλ ὁ Προφήτης, ἀμέτοχος τῆς τούτων, ἐδείκνυτο κακώσεως.

Καὶ δύο τοῦ Ἁγίου.

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσι.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ  γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Κατὰ χρέος συνέλθωμεν, τῆς Ζακύνθου οἱ ἔκγονοι, ἑορτὴν πανίερον ἑορτάζοντες, πνευματικῶς ἀγαλλόμενοι, ὡς ἄφθαρτον ἄσυλον, εὐσεβείας θησαυρόν, κεκτημένοι πολύτιμον, ἐν πατρῴᾳ γῇ· διὸ ὕμνους προπέμψωμεν Κυρίῳ , τῷ  ἡμῖν δωρησαμένῳ, πλοῦτον πολύολβον ἄνωθεν.

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται

Θησαυρὸς ὃν κεκτήμεθα, Διονύσιος πέφυκε, τῆς Ζακύνθου βλάστημα ἱερώτατον· διὸ συμφώνως Ζακύνθιοι, αὐτῷ ἐκβοήσωμεν· χαῖρε δόξα καὶ τιμή, τῆς πατρίδος πολύδοξε, Διονύσιε, χαῖρε στήριγμα στέφος εὐπατρίδων, χαῖρε σκέπη ὀρθοδόξων, τῶν ἐκτελούντων τὴν μνήμην σου.

Δόξα... Ἦχος β’

Πνευματικῶς ἡμᾶς πιστοὶ συνήγαγε σήμερον, ὁ Προφήτης Δανιήλ, καὶ τράπεζαν προτίθησιν ἀρετῶν δαψιλῶς, πλουσίοις καὶ πένησι, καὶ ξένοις καὶ αὐτόχθοσι, καὶ κρατῆρα νοητόν, προχέοντα νᾶμα εὐσεβείας, καὶ εὐφραίνοντα καρδίας πιστῶν, καὶ Πνεύματος Ἁγίου χάριν παρέχοντα. Οὗτος γὰρ ὁ προφήτης, ὁ φανότατος λύχνος, ὁ λάμψας ἐν τῷ  κόσμῳ, τὰ σεβάσματα πάντα τῶν Ἀσσυρίων καθεῖλε, καὶ θηρῶν ἀτιθάσων στόματα ἔφραξε, σὺν τούτῳ καὶ οἱ τρεῖς Παῖδες εὐφημείσθωσαν, οὗ χρυσοῖ τῇ φύσει ὄντες, χρυσίου δὲ δοκιμώτεροι δεικνύμενοι· οὐ γὰρ ἐχώνευσεν αὐτοὺς τὸ πῦρ τῆς καμίνου, ἀλλ' ἐφύλαξεν ἀκεραίους, οὓς νάφθα καὶ πίσσα καὶ κληματίδες ἔστεψαν, ὁ δὲ ἀγαγὼν ἡμᾶς, εἰς τὴν περίοδον τοῦ χρόνου Κύριος, ἀξιώσαι ἡμᾶς φθάσαι, καὶ ἐπὶ τὴν κυρίαν, καὶ σεβασμίαν ἡμέραν τῶν γενεθλίων Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν ταῖς αὐτῶν ἱκεσίαις, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Εἰ δὲ βούλει, λέγε Δοξαστικὸν τοῦ Ἁγίου.

Δόξα... Ἦχος πλ. δ’

ορτὴν χαρμόσυνον ἑορτάζει σήμερον Ζάκυνθος, ὦ  φιλέορτοι, ἱεράρχου καινοῦ μνήμην τελοῦσα, Διονυσίου τοῦ ἐξ αὐτῆς ἀνατείλαντος, καὶ συγκαλεῖται τὰς φίλας πόλεις καὶ νήσους, τὰς γείτονας, Κεφαλληνίαν καὶ Κέρκυραν, τὴν μὲν ὡς ἐν τοῖς  ἄλλοις οἷς κέκτηται, Σπυρίδωνα αὐχοῦσαν τὸν πολυθαύμαστον, τὴν δέ, ὡς τόν θαυματουργὸν πλουτοῦσα νέον Γεράσιμον, συνευφρανθῆναι πνευματικῶς, καὶ πανηγυρίσαι θεοπρεπῶς· μεθ' ὧν καὶ ἡμεῖς ψάλλοντες εἴπωμεν, ὁ ἐν ἁγίοις θαυμαστός Κύριος, ταῖς αὐτῶν ἱκεσίαις, τὰ ἐπὶ γῆς τῶν Ὀρθοδόξων συστήματα, ἐκ παντοίων κινδύνων λύτρωσαι, καὶ τῆς οὐρανίου βασιλείας ἀξίωσον ὡς φιλάνθρωπος.

Καὶ νῦν...  Ὁ αὐτὸς Προεόρτιον.

Βηθλεὲμ ἑτοιμάζου, εὐτρεπίζου ἡ φάτνη, τὸ σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα· διὸ Ἀδὰμ ἀνανεοῦται, σὺν τῇ Εὔᾳ κράζοντες ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῷσαι τὸ γένος ἡμῶν.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

Μεγαλυνάριον τοῦ Ἁγίου.

Χαίροις τῆς Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αἰγίνης, καὶ Στροφάδων μέγας φρουρός, χαίροις Ἐκκλησίας, φωστὴρ νέος τρισμάκαρ, ἀρχιερέων κλέος ὦ  Διονύσιε.