The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΑΥΓΟΥΣΤΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῆς ἐξ Ἐδέσσης ἀνακομιδῆς τῆς ἀχειροποιήτου Εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἤτοι τοῦ Ἁγίου Μανδηλίου, καὶ τοῦ Ἁγίου Μάρτυρος Διομήδους.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας Εἰκόνος τρία.

Ἦχος β'

Ποίοις εὐφημιῶν

Ποίοις οἱ γηγενεῖς ὄμμασιν ἐποψόμεθά σου τὴν εἰκόνα; ἣν τὰ τῶν Ἀγγέλων στρατεύματα, βλέπειν ἀδεῶς, οὐ δεδύνηνται, θεϊκῷ φωτὶ ἀστραπτομένην· ἀπαίρει γάρ ἀπὸ γῆς ἀπίστων σήμερον, καὶ πόλιν πρὸς Βασιλίδα καὶ λαὸν εὐσεβῆ, ἐπιδημεῖ θείᾳ νεύσει, ἧς περ τῇ εἰσόδῳ, ἐπευφραίνονται Βασιλεῖς, προσπίπτοντες ταύτῃ, μετὰ φόβου Χριστὲ καὶ πίστεως.

Ποίαις οἱ χοϊκοὶ ψαύσομεν, τῆς Εἰκόνος σου Λόγε παλάμαις; οἱ ῥερυπωμένοι τοῖς πταίσμασι, τοῦ ἀναμαρτήτου Θεοῦ ἡμῶν; οἱ ἐν μολυσμοῖς, τοῦ ἀπροσίτου; Καλύπτει τὰ Χερουβὶμ τὰς ὄψεις τρέμοντα, οὐ φέρει τὰ Σεραφὶμ ὁρᾶν τὴν δόξαν σου, φόβῳ δουλεύει σοι κτίσις. Μὴ οὖν κατακρίνῃς ἀναξίως σου τὴν μορφήν, Χριστὲ τὴν φρικτήν, ἀσπαζομένους ἡμᾶς ἐκ πίστεως.

Πάλιν Δεσποτικῆς πάρεστι, πανηγύρεως θεία ἡμέρα· ὁ γὰρ ἐν ὑψίστοις καθήμενος, νῦν ἡμᾶς σαφῶς ἐπεσκέψατο, διὰ τῆς σεπτῆς αὐτοῦ Εἰκόνος, ὁ ἄνω τοῖς Χερουβίμ ὢν ἀθεώρητος, ὁρᾶται διὰ γραφῆς οἷς περ ὡμοίωται. Πατρὸς ἀχράντῳ δακτύλῳ, μορφωθεὶς ἀρρήτως, καθ' ὁμοίωσιν τὴν αὐτοῦ· ἣν πίστει καὶ πόθῳ, προσκυνοῦντες ἁγιαζόμεθα.

Καὶ τοῦ Ἁγίου Τρία

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

ατρεύειν παθήματα, φυγαδεύειν νοσήματα, ἀπελαύνειν πνεύματα πονηρότατα, τῇ συνεργείᾳ τοῦ Πνεύματος, παμμάκαρ ἠξίωσαι, ἀφανίσας ἀνδρικῶς, τὰ ἐκείνων σεβάσματα, ταῖς ἐνστάσεσι, τῆς ἀθλήσεως Μάρτυς στεφηφόρε, συμπολῖτα τῶν Ἀγγέλων, τῶν ἀθλοφόρων ὁμόσκηνε.

Τὸν ἀγῶνα ἠγώνισαι, καὶ τὸν δρόμον ἐτέλεσας, καὶ τὴν πίστιν ἔνδοξε συνετήρησας, καὶ πρὸς Θεὸν προσεχώρησας βραβεῖον τὰ θαύματα, παρ' αὐτοῦ ἀπολαβών, καὶ τῆς νίκης τὸν στέφανον, τὸν ἀμάραντον, ὡς ἀήττητος Μάρτυς ὡς τῆς ἄνω, βασιλείας κληρονόμος, ὑπὲρ τοῦ κόσμου δεόμενος.

ν ὁδῷ μαρτυρίου σου, ὡς ἐν πλούτῳ τερπόμενος, Διομήδης Κύριε τῇ βουλήσει σου, αὐτοῦ τὸ πνεῦμα εἰς χεῖράς σου, Χριστὲ παραδέδωκεν, ἐκτμηθεὶς τὴν κεφαλήν, μετὰ τέλος μακάριον, καὶ γενόμενος, ὁδηγὸς ἀληθείας τοῖς ἀθέοις, πηρωθεῖσι παραδόξως, καὶ διὰ πίστεως βλέψασι.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκαλοῦσι τοῦ βοᾶν ἀσιγήτῳ φωνῇ· Χαῖρε, ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα· Χαίροις ἡ τῶν Μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα· Χαίροις ἡ ἐλπὶς καὶ προστασία ἡμῶν· Σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μακαρίζομεν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

Δῆμος τῶν Μαθητῶν, ἤθροισται ἐκ περάτων, Γεθσημανῇ χωρίῳ, Μῆτερ Θεοῦ κηδεῦσαι, τὸ θεοδόχον σῶμά σου.

Στίχ. νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

τῶν ὑπερφυῶν, Ἁγνή σου μυστηρίων! τοῦ Θεοῦ γὰρ ὡς Μήτηρ, πρὸς τοῦτον Θεοτόκε, λαμπρῶς νῦν ἐξεδήμησας.

Στίχ. μοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος τῆς Παρθένου, καὶ Θεοτόκου πέλει, ἀνάγουσα τοὺς πίστει, αὐτὴν ἀεὶ δοξάζοντας.

Δόξα... Καὶ νῦν... Ὅμοιον

τε πρὸς τὸν ἐκ σοῦ, τεχθέντα μετετέθης, συνῆλθον ἐν νεφέλαις, τὸ σῶμά σου κηδεῦσαι, Παρθένε οἱ Ἀπόστολοι.

Ἀπολυτίκιον τῆς Ἁγίας Εἰκόνος

Ἦχος β'

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

Καὶ τῆς Ἑορτῆς

Ἀπολυτίκιον Ἦχος α'

ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Κατεπλάγη Ἰωσὴφ

Καθορῶσαι ἀληθῶς, αἱ τῶν Ἀγγέλων στρατιαί, τὴν Μετάστασιν τὴν σήν, ἄχραντε Μῆτερ τοῦ Θεοῦ, εὐλογημένη πανύμνητε Παναγία, ἔχοντες βουλήν, τοῦ τεχθέντος ἐκ σοῦ, στῖφος Μαθητῶν συναθροίσασαι, ἐν εὐφροσύνῃ ἔφερον τὸ τίμιον, εἰς τὸν Παράδεισον σῶμά σου, Χριστὸν ὑμνοῦσαι, τὸν ζωοδότην, ὄντα εἰς τοὺς αἰῶνας.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν

Καθισμα ὅμοιον

ν χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός σου καὶ Θεός, πρὸς τὴν ἀκήρατον μετέστησεν εὐφροσύνην· ὅθεν σε σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τὰς ψυχάς ἡμῶν.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Οἱ Κανόνες τῆς Ἑορτῆς, τῆς Ἁγίας Εἰκόνος, καὶ τοῦ Ἁγίου.

Ὁ Κανὼν τῆς Ἁγίας Εἰκόνος, οὗ ἡ Ἀκροστιχίς.

Σῆς ἐκσφράγισμα Σῶτερ ὄψεως σέβω. Γερμανοῦ Πατριάρχου.

 

Ὠδὴ α' Ἦχος πλ. β'

Ὡς ἐν ἠπείρῳ πεζεύσας

Σωματικῶς μορφωθῆναι τὸ καθ' ἡμᾶς, ὁ τὸ πρὶν ἀσώματος, εὐδοκίᾳ πατρικῇ, μὴ ἀπανηνάμενος μορφῆς, ἐχαρίσατο ἡμῖν θεῖον Ἐκτύπωμα.

ἀπαράλλακτος φύσις ὁ τοῦ Πατρός, ὄρος ἀκριβέστατος, τὴν βροτείαν ὑπελθών, σάρκα ἰδιώματα ἐν γῇ, καταλέλοιπεν ἡμῖν εἰς οὐρανοὺς ἀνελθών.

Σαλευομένην ἀπάτῃ τοῦ δυσμενοῦς, τὴν κληρονομίαν σου, ἐδικαίωσας Χριστέ, τοῖς σεπτοῖς σου πάθεσιν αὐτήν, ἑδραιώσας, καὶ μορφῆς τῷ ἐκτυπώματι.

Θεοτοκίον

κ τῶν ἀγνῶν σου λαγόνων ὑπερφυῶς, σάρκα δανεισάμενος, ὁ τὸ εἶναι παρασχών, πᾶσι Παναμώμητε βροτοῖς, καθωράθη, οὐκ ἐκστὰς οὗ ἦν τὸ πρότερον.

Κανὼν τοῦ Ἁγίου

Ὠδὴ α' Ἦχος δ'

Ἀνοίξω τὸ στόμα μου

Φωτὶ αὐγαζόμενος, τῷ τρισηλίῳ διάλυσον, τὸν ζόφον μακάριε τῆς ἀγνωσίας μου, τὴν φωσφόρον σου, ὅπως ὑμνήσω μνήμην, καὶ τὰ κατορθώματα, τῆς πολιτείας σου.

Παθῶν ἀνεπίδεκτον, τὸν λογισμὸν ἐργασάμενος, δοχεῖον ἀοίδιμε, ὤφθης τοῦ Πνεύματος, καὶ ἀνέβλυσας, ἰάσεων πελάγη, πᾶσαν κατακλύζοντα, νόσων ἐπήρειαν.

Ζωῆς ἐφιέμενος, ἀτελευτήτου ποτήριον, θανάτου πανεύφημε, πιεῖν κατέσπευσας, καὶ ἐπέτυχες, ὡς εἶδεν ὁ καλῶν σε, πρὸς στέφος ἀμάραντον, Μάρτυς ἀήττητε.

Θεοτοκίον

πόλις ἡ ἔμψυχος, τοῦ Βασιλέως πανύμνητε, ἡ ξένην καὶ γέννησιν, καὶ θείαν κοίμησιν, ἐπιδείξασα, τὴν πόλιν σου ἐκ πάσης, σεισμοῦ καταπτώσεως, δεῖξον ἀλώβητον.

Τῆς Ἁγίας Εἰκόνος

Ὠδὴ γ'

Οὐκ ἔστιν Ἅγιος ὡς σὺ

Καταστολῇ τῶν ἀρετῶν, περιέδησας Σῶτερ, τὴν σεπτὴν Ἐκκλησίαν, κινήσας βασιλικήν, καρδίαν συνασπισμόν, ἐκζητῆσαι σοῦ τὸ ἀφομοίωμα.

Συλῆσαι θέλων τὰ καλά, καὶ χρόνῳ μειῶσαι, ὁ τοῦ φθόνου γεννήτωρ, χερσὶ βεβήλοις αὐτά, περέδωκεν ἀναιδῶς, ἀλλ' ἠλέγχθη, μάτην λογιζόμενος.

Φαιδρῶς ἠγάλλετο ποτέ, ὁ Δαυῒδ προχορεύων, Κιβωτοῦ τῆς ἁγίας, καὶ νῦν ὁ σκῆπτρα λαχών, ἰθύνειν βασιλικά, πλέον χαίρει, θείῳ ἐκτυπώματι.

Θεοτοκίον

ιζόθεν πᾶσαν ἐκτεμεῖν, τοῦ προπάτορος θέλων, ὁ Υἱός σου Παρθένε, φυεῖσαν παρακοήν, ἐκ τῆς γαστρός σου ἁγνή, προσλαμβάνει, ὅλον τὸ ἀνθρώπινον.

Τοῦ Ἁγίου

Τοὺς σοὺς ὑμνολόγους

ρρήτῳ καὶ θείᾳ χειρουργίᾳ καθαίρων τὰ πάθη τῶν βροτῶν, πρὸς τοῦ Θεοῦ δεδώρησαι, πιστοῖς ἰατρὸς ἄριστος, καὶ πρεσβευτὴς θερμότατος, τῶν σὲ τιμώντων πανόλβιε.

δὸν μαρτυρίου σου δραμοῦμαι, καὶ σοῦ ἐκμιμήσομαι στερρῶς, τὸ πάθος τὸ ἑκούσιον, ὁ Μάρτυς ἀνεκραύγαζεν, ἐπὶ σφαγὴν ἑλκόμενος, πρὸς σὲ τὸν μόνον Θεὸν ἡμῶν.

ἔνδοξος Μάρτυς Διομήδης, ἡμᾶς συγκαλέσας μυστικῶς, πρὸς εὐωχίαν σήμερον, προτίθεται τοὺς ἄθλους αὐτοῦ, ὡς καρυκείαν ἄϋλον, δεῦτε πιστοὶ ἀπολαύσατε.

Θεοτοκίον

Τὴν πόλιν σου ταύτην ἀπὸ πάσης, σεισμοῦ καταπτώσεως Ἁγνή, ὡς σοὶ θεοχαρίτωτε, ἀνακειμένην λύτρωσαι, καὶ ἐν εἰρήνῃ φύλαττε, καὶ ὁμονοίᾳ τὴν ποίμνην σου.

Ὁ Εἱρμὸς

Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα τῆς Ἁγίας Εἴκόνος

Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

δέσσης βασιλεύς, Βασιλέα τῶν ὅλων, οὐ σκῆπτρα καὶ στρατόν, ἀλλὰ πλήθη θαυμάτων, τῷ λόγῳ προφέροντα, ἐπιγνοὺς σε ἱκέτευε, τὸν θεάνθρωπον, τοῦ πρὸς αὐτόν ἀφικέσθαι· Ἐκμαγεῖον δέ, ὡς σοῦ ὁρῶν ἀνεβόα· Θεὸς σὺ καὶ Κύριος.

Δόξα... τοῦ Ἁγίου Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

αμάτων τὴν χάριν παρὰ Θεοῦ, κομισάμενος Μάρτυς ὤφθης σοφέ, κοινὸν ἐργαστήριον, τῶν νοσούντων μακάριε, ὑπὸ Πνεύματος θείου, παρέχων ἰάματα, τοῖς προστρέχουσι πίστει, τῇ θείᾳ ἐντεύξει σου· ὅθεν παραδόξως, καὶ δαιμόνων τὰ πλήθη, ἐλαύνεις ἑκάστοτε, ἰατρὲ ἀξιάγαστε, ἀθλοφόρε Διόμηδες. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Τῆς Ἑορτῆς

Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν σου Κοίμησιν.

Τῆς Ἁγίας Εἰκόνος

Ὠδὴ δ'

Χριστός μου δύναμις

πανιστάμενον, τῆς πρὸς ἀνίσχοντα, καὶ πρὸς τὴν ἡμετέραν τὸ ἱερόν, Σῶτερ ἐκμαγεῖόν σου· νῦν ὁ θεόφρων Βασιλεύς, πλησιάσαν ὑποδέχεται.

Γλυκὺ μὲν ἥλιος, αὐγάζων ὄμμασι, γλυκυτέρα δὲ ὄψις ἡ σὴ Χριστέ, τοῦ ἀφομοιώματος, ὅτι ὁ μὲν τὰ αἰσθητά, αὕτη δὲ τὰ νοητὰ φωταυγεῖ.

σχὺς ἐξέλιπεν, Ἰσμαηλίτιδος, δεξιᾶς· τῷ γὰρ ὅπλῳ τῷ τοῦ Σταυροῦ, πᾶσαν τὴν περίβολον, ὁ κραταιόφρων Βασιλεύς, τὴν αὐτῆς εἰς γῆν κατέβαλεν.

Θεοτοκίον

Συντηρηθῆναί σου, τὴν πόλιν Ἄχραντε, ἀσινῆ ἐξ ἐφόδου βαρβαρικῆς, πρέσβευε δεόμεθα· ἴδε γὰρ οἷα κατ' αὐτῆς, οἱ ἀλάστορες τεκταίνουσιν.

Τοῦ Ἁγίου

Τὴν ἀνεξιχνίαστον

Λόγον θείας γνώσεως ὡς ποταμόν, φέρων ἐν καρδίᾳ κατέκλυσε, πλάνης χειμάρρους, καὶ εἰδώλων τὴν ἰσχύν, ὁλοτελῶς ἐβύθισε, Μάρτυς Διομήδης ὁ ἔνδοξος.

λαμψεν ὡς ἥλιος ἐπὶ τῆς γῆς, αἴγλῃ ἀρετῶν, τῶν θαυμάτων τε, περιουσίᾳ, καὶ ἐφώτισε πιστῶν, τὰ εὐσεβῆ συστήματα, Μάρτυς Διομήδης ὁ πάνσοφος.

Τὸ μακαριώτατον τέλος εὑρών, καὶ τῆς ποθουμένης σου ἔκπαλαι, δόξης ἀρρήτου, ἐν χαρᾷ ἐπιτυχών, τῶν σὲ τιμώντων μέμνησο, Μάρτυς ἀθλοφόρε πανόλβιε.

Θεοτοκίον

Ξένη σου ἡ γέννησις ὡς ἡ σεπτή, Κοίμησις ἐδείχθη Πανάμωμε, εὐλογημένη, ἣν ἡ ποίμνη σου τιμᾷ, βαρβαρικὰς ἐκφεύγουσα, βλάβας τῇ θερμῇ προστασίᾳ σου.

Τῆς Ἁγίας Εἰκόνος

Ὠδὴ ε'

Τῷ θείῳ φέγγει σου

Μικρὰ σοι πόλις ὑποδοχήν, πρῴην κατηυτρέπιζε Χριστέ, ἣν ἡ Θαδδαίου ἐπέλευσις, νόσων ἀπαλλάττει, καὶ τῆς χειρός σου γραφήν, καὶ θεῖον ἀπεικόνισμα τοῦ προσώπου σου.

Αἱ τῶν χαρίτων σου δωρεαί, ὑπερεπληθύνθησαν Χριστέ· ἃ γὰρ τὸ πρῴην ἡ Ἔδεσσα, ἐγκολπωσαμένη ἐνεκαυχήσατο, ἡ Νέα δεχομένη Ῥώμη ἀγάλλεται.

Θεοτοκίον

Στῆσον Παρθένε τῶν δυσμενῶν, τὰς ἐπαναστάσεις τὰς πυκνάς· λῦσον αὐτῶν τὰ βουλεύματα, τῇ κληρονομίᾳ τῇ σῇ βοήθησον· ὁρᾷς γὰρ ἀπειρήκαμεν ταῖς κακώσεσιν.

Τοῦ Ἁγίου

Ἐξέστη τὰ σύμπαντα

νευ ὤφθης αἵματος, Μάρτυς ἀξιοθαύμαστος, ἄνευ ἀλγηδόνων στεφανίτης, ἄνευ μωλώπων νικητὴς ἄριστος, στῖφος δυσμενῶν καταβαλών, σοῦ τοῖς ἀγωνίσμασι, γενναιόφρον Διόμηδες.

Φῶς σοι ἀνατέταλκεν, ὄντι δικαίῳ ἄσβεστον, τούτου τε ἡ σύζυγος θεόφρον, σοὶ εὐφροσύνη ἐπηκολούθησεν, ὡς εὐθεῖαν ἔχοντι ψυχήν, πᾶσι καθυπείκουσαν, τοῦ Σωτῆρος προστάγμασιν.

Φωτὸς ὑστεροῦνται μέν, τοῦ σώματος οἱ τύραννοι, σοῦ τὴν κεφαλὴν μετὰ τὸ τέλος ἀποτεμόντες, ἀλλὰ ψυχῆς τηλαυγῶς, κόρας διανοίγονται Χριστῷ, πίστει προσερχόμενοι, ὦ παμμάκαρ Διόμηδες.

Θεοτοκίον

Προπύργιον ἔχουσα, ἡ Βασιλὶς τῶν πόλεων, σὲ τὴν Βασιλίδα καὶ Κυρίαν, τρέπει βαρβάρων τὰς θηριώδεις ὁρμάς, ῥύεται παντοίων πειρασμῶν, αὔξει καὶ κρατύνεται, Θεομῆτορ πανάμωμε.

Τῆς Ἁγίας Εἰκόνος

Ὠδὴ ς'

Συνεσχέθη

ραιώθης, κάλλει παρὰ πάντας, Σῶτερ τοὺς υἱοὺς τῶν βροτῶν· κἂν γὰρ οὐκ εἶδος εἶχες, οὐδὲ κάλλος ἐν καιρῷ τοῦ πάθους, ἀλλὰ τῷ ὄντι πάντα κατεφώτιζες, καὶ δηλοῖ σου τῆς μορφῆς ἡ θέα, ἧς τὸ ὁμοίωμα, ῥάκει ἐκτυπωθέν, ὥσπερ θησαυρὸς ἡμῖν δεδώρηται.

Τῆς ἰσχύος, προσαφαιρεθεῖσα, τῶν Ἀγαρηνῶν ἡ πληθύς, ὥσπερ ἐξ ἀλλοφύλων, κιβωτόν, Ἰσραηλίτῃ νέῳ, τὸ τοῦ προσώπου νῦν προσέτι δέδωκεν, ἐκμαγεῖόν σου Χριστὲ καὶ δόξαν, ἣν προσεκτήσατο· οὐδὲ γὰρ θεμιτόν, Ἅγια προσεπιρρίπτεσθαι.

Θεοτοκίον

κ χειρός σου, Σῶτερ τῆς ἰσχύος, νῦν ὑπεξέλιπον ἐγώ, ἀλλὰ τὰς μάστιγάς σου, ἀποστήσας ἀπ' ἐμοῦ πρεσβείαις, τῆς ἀπειράνδρως Λόγε κυησάσης σε, μὴ τῷ κλύδωνι τῆς ἁμαρτίας καταποντίζεσθαι, καὶ δεινῶς ναυτιᾶν, μόνε λυτρωτὰ ἐγκαταλίπῃς με.

Τοῦ Ἁγίου

Τὴν θείαν ταύτην

Τῶν σῶν ἀγώνων τοῖς ῥεύμασιν, ἐβύθισας ἐχθρὸν τὸν ἀσώματον, καὶ τῶν θαυμάτων σου, τῇ ἀναβλύσει ἐκπλύνεις παθῶν, πολυειδεῖς κηλῖδας, ἀξιοθαύμαστε.

Ταῖς θείαις αὔραις κινούμενος, τῇ ἄνωθεν ῥοπῇ κυβερνώμενος, πρὸς γαληνότατον, ὅρμον εὐθέτως κατήντησας, ὑπὲρ ἡμῶν πρεσβεύων, Μάρτυς πανεύφημε.

Παθῶν πιστοὶ ἐκκαθαίρονται, ἀρρήτῳ χειρουργίᾳ σου ἔνδοξε, καὶ ἀπελαύνεται, φάλαγξ δαιμόνων τῇ θείᾳ σου, ἐπιστασίᾳ Μάκαρ, ἀξιοθαύμαστε.

Θεοτοκίον

ν σοὶ Παρθένε καυχώμεθα, ἐν σοὶ τῶν δυσχερῶν ἐκλυτρούμεθα, τῇ πεποιθήσει σου, ἐπιδρομὰς οὐ πτοούμεθα, τῶν δυσμενῶν βαρβάρων, οἱ ἀνυμνοῦντές σε.

Ὁ Εἱρμὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες Ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

Κοντάκιον τῆς Ἑορτῆς

Ἦχος πλ. β' Αὐτόμελον

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Συναξάριον

Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Διομήδους.

Στίχοι

θλησε καὶ ζῶν, καὶ θανὼν Διομήδης,

Προαιρέσει ζῶν, καὶ νεκρὸς τομῇ κάρας.

κτῃ καὶ δεκάτῃ νέκυς ἐτμήθη Διομήδους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Χαιρήμων ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Λήξει βίου σου χαῖρε, Χαιρήμων μάκαρ.

ρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριακοντατριῶν μαρτύρων τῶν ἐκ Παλαιστίνης, ξίφει τελειωθέντων.

Στίχοι

Στερρὸς στρατός τε καὶ συνασπισμὸς μέγας,

Ξίφει πεσών, στράτευμα δαιμόνων πρέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εἰσόδου τῆς ἀχειροτεύκτου Μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν πόλεως, εἰς ταύτην τήν θεοφύλακτον καὶ Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης.

Στίχοι

ν σινδόνι ζῶν ἐξεμάξω σὴν θέαν,

νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.

 

Εἰς τὸ Κεράμιον

χειρότευκτον χειρότευκτος σὸν τύπον.

Φέρει κέραμος παντοτεῦκτα Χριστέ μου.

κουσταί μοι τὰ περὶ σοῦ καὶ τῶν σῶν ἰαμάτων, τῶν ἄνευ φαρμάκων ὑπὸ σοῦ γινομένων· ὡς γὰρ λόγος, τυφλοὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς περιπατεῖν κατασκευάζεις, λεπροὺς καθαρίζεις, καὶ ἀκάθαρτα πνεύματα καὶ δαίμονας ἐλαύνεις, καί τους ἐν μακρονοσίᾳ βασανιζομένους θεραπεύεις, καὶ νεκροὺς ἐγείρεις, καὶ ταῦτα πάντα ἀκούσας περὶ σοῦ, κατὰ νοῦν ἐθέμην τὸ ἕτερον τῶν δύο, ἢ ὅτι Θεοῦ Υἱὸς εἶ, ποιῶν ταῦτα, ἢ Θεός. Διὰ τοῦτο τοίνυν γράψας ἐδεήθην σου σκυλῆναι καὶ ἐλθεῖν πρός με, ἵνα καὶ τὸ πάθος, ὃ ἔχω θεραπεύσῃς, καὶ μετ' ἐμοῦ ἐνταῦθα συνέσῃ· καὶ γὰρ ἤκουσα, ὅτι καὶ οἱ Ἰουδαῖοι καταγογγύζουσί σου, καὶ βούλονται κακῶσαί σε. Πόλις δὲ σμικροτάτη μοι ἐστὶ καὶ σεμνή, ἥτις ἀρκέσει ἀμφοτέροις ἡμῖν τοῦ κατοικεῖν ἐν εἰρήνῃ.

Μακάριος εἶ, Αὔγαρε, πιστεύσας ἐν ἐμοὶ καὶ μὴ ἑωρακώς με· γέγραπται γὰρ περὶ ἐμοῦ, τοὺς ἑωρακότας μὴ πιστεύειν ἐν ἐμοί, ἵνα οἱ μὴ ἑωρακότες με, αὐτοὶ πιστεύσωσι καὶ ζήσωνται. Περὶ δὲ οὗ ἔγραψὰς μοι ἐλθεῖν πρὸς σέ, δέον ἐστὶ πάντα δι' ἃ ἀπεστάλην, πληρῶσαί με, καὶ μετὰ τὸ πληρῶσαι, ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά με Πατέρα, καὶ ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοι ἕνα τῶν Μαθητῶν μου, ὀνόματι Θαδδαῖον, ὅστις καὶ τὸ πάθος σου θεραπευσει, καὶ ζωὴν αἰώνιον, σοί τε καὶ τοῖς σὺν σοί, καὶ εἰρήνην παρέξει, καὶ ποιήσει τῇ πόλει σου τὸ ἱκανόν, πρὸς τὸ μηδένα τῶν ἐχθρῶν κατισχῦσαι αὐτῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ μεγίστης καὶ ἀνυπερβλήτου φιλανθρωπίας, ἣν ἐδείξατο τότε ἀποστρέψας μέτ' αἰσχύνης τοὺς ἀθέους Ἀγαρηνούς, μεσιτείᾳ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἐν τῷ ναῷ τῆς Ζωοδόχου Πηγῆς ἐξάντλησις τοῦ ἁγιάσματος, καὶ αὖθις ἀνάδοσις.

Στίχοι

Πηγὴ κενοῦται θαυματουργῶν ὑδάτων,

Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη γίνεται τῆς καὶ μετὰ οἰκτιρμῶν ἐπενεχθείσης ἡμῖν ἐν τοῖς καιροῖς ἐκείνοις φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, οὗ παρ' ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Θεός.

Στίχοι

Στῆσον φόβῳ σῷ ἡμῶν τὰς διανοίας,

Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ νέου, σκητοῦ, τοῦ ἐν τῇ νήσῳ Κεφαλληνίᾳ.

Στίχοι

Γέρα πρέπουσι Γερασίμῳ τῷ νέῳ,

Τῷ τοῖς γέρασι τῶν παλαιῶν στεφθέντι.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῆς Ἁγίας Εκνος

Ὠδὴ ζ'

Οἱ παῖδες ἐν Βαβυλῶνι

ήματι μὲν πᾶσαν νόσον, Λόγε Θεοῦ ἐφυγάδευσας, ἐπὶ γῆς νδημν, ἀλλὰ θώκους πρὸς πατρικοὺς ἀνερχόμενος, διὰ τοῦ Ἐκτυπώματος, θεραπεύεις τὰς νόσους ἡμῶν.

κτίσας λόγῳ τὰ πάντα, καὶ μορφωθεὶς τὸ ἀλλότριον, τῆς ἰδίας μορφῆς, καταλέλοιπεν ἡμῖν ἰδιώματα, ἅπερ ὑποδεχόμενοι, ἐν χαρᾷ εὐφραινόμεθα.

Ψυχῆς ἐξ ὅλης ζητήσας, τῆς σῆς ἰδέας ἐκσφράγισμα, ὁ πιστὸς Βασιλεὺς ὡς ἐζήτησεν, οὕτως ἔτυχε Κύριε, κατάλληλον εὑράμενος, θείου πόθου τὸ πλήρωμα.

Θεοτοκίον

λύθη τῆς καταδίκης, τῆς παλαιᾶς τὸ ἀνθρώπινον, τῇ κυήσει τῇ σῇ· σὲ γὰρ μόνην πλατυτέραν εὑράμενος, τῶν οὐρανῶν Πανάμωμε, ὁ Θεὸς κατεσκήνωσεν.

Τοῦ Ἁγίου

Οὐκ ἐλάτρευσαν

τμηθεῖσα, κεφαλή σου φῶς ἀπήστραψε, τοῖς ματαιόφροσιν· ἣν ὥσπερ ζῶσαν ἰδών, ᾐδέσθη ὁ τύραννος, νενεκρωμένος τὸν νοῦν, οὐ συνῆκε δέ, ἀναβοᾶν Πανένδοξε· ὁ Θεὸς εὐλογητὸς εἶ.

πεδύσω, τῆς νεκρώσεως ἀοίδιμε, χιτῶνα δύσμορφον, ἀθανασίας στολήν, ὡραίαν ἐν χάριτι· ὅθεν ἐνδέδυσαι τῷ Δεσπότῃ σου, ἀναβοῶν γηθόμενος· ὁ Θεὸς εὐλογητός εἶ.

Τῷ πυρί, τῆς καρτερίας ἀπετέφρωσας, ὑλώδη πλάνην ἐχθρῶν, θεολαμπὴς δὲ ἀστήρ, ἐφάνης ἰάσεων Μάρτυς ἀστράπτων βολάς, τοῖς κραυγάζουσιν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Βασίλισσα, τοῦ κόσμου ἡ κυήσασα, τὸν Βασιλέα Χριστόν, ῥῦσαι φθορᾶς καὶ σεισμοῦ, ἐθνῶν ἐπηρείας τε, τὴν βασιλεύουσαν πόλιν ψάλλουσαν· Εὐλογητὸς Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Τῆς Ἁγίας Εἰκόνος

Ὠδὴ η'

Νόμων πατρῴων

σπερ ἐν ὄψει, σὲ τὸν Κύριον, ἐλπίζων ἐνδημῆσαι πᾶς ὁ τῆς πόλεως, λαὸς ἔκκριτος ὑπάντησιν, θαυμαστὴν σοι ποιεῖται, Ἀρχιερέων θεῖον ἐπαγόμενος χορόν, ὧν ἐπ' ὤμων ὀχούμενος, καὶ πρὸς κληρονομίαν, εἰσβαλὼν τὴν οἰκείαν Οἰκτίρμον, ἐν τῷ τῆς Μητρός σου, κατέπαυσας τεμένει.

Στόματα παίδων, τῶν ἀκάκων σε, πρὸς τὴν προφητοκτόνον πόλιν ὁδεύοντα, ὑμνολόγουν, ἀλλ' ἡ ἄνομος, συναγωγὴ Ἑβραίων, φονῶσαν χεῖρα, ὥπλιζε λυττῶσα κατὰ σοῦ· νῦν δὲ πόλις ἡ ἔννομος, πανδημεὶ προχυθεῖσα, ὡς οἷά σε τὸν Κτίστην ὁρῶσα, χαίρει δεχομένη τὸν τύπον τῆς μορφῆς σου.

Θεοτοκίον

Σάρκα φορέσαι προελόμενος, τῆς τοῦ Πατρός, μεγάλης βουλῆς ὁ Ἄγγελος, ἐν νηδύϊ σου Πανάχραντε, ἐτελεσιουργήθη, καὶ σὲ Μητέρα κάτω, ἀπεγράψατο σεμνή, καὶ φθαρεῖσαν ἐκαίνισε τὴν βροτείαν οὐσίαν, ὃν πάντες εὐλογοῦμεν ὡς Κτίστην, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ἁγίου

Παίδας εὐαγεῖς

Πόδες οἱ σεπτοί σου ἀθλοφόρε, πρὸς τρίβους τοῦ μαρτυρίου κατηυθύνθησαν· ἐμπεριπατοῦσι δὲ νῦν ἐπαγαλλόμενοι, ἐν χώρᾳ ζώντων πάνσοφε, ἐν Παραδείσῳ τρυφῆς· διὸ καὶ συνελθόντες τιμῶμεν, ἀνυμνολογοῦντες Χριστὸν εἰς τοὺς αἰῶνας.

πλάκη σοι στέφος ἀφθαρσίας, στερρῶς ἀγωνισαμένῳ καὶ νικήσαντι, ὄφιν τὸν ἀρχέκακον, Μάρτυς ἀξιάγαστε, καὶ ἀθλητῶν ὁμήγυρις σὲ ὑπεδέξατο· Τὸν Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θαυμάτων ἐκπέμπεις λαμπηδόνας, τὴν θείαν ἐνδεδυμένος Μάρτυς δύναμιν, παύεις ἀρρωστήματα, λύεις τε νοσήματα, ἀποδιώκεις πνεύματα, τῆς πονηρίας βοῶν· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Πολλαῖς προσβολαῖς ἁμαρτημάτων, κλονούμενοι σοῦ πρὸς τὴν ἀκλόνητον, σκέπην καταφεύγομεν. Στήριξον τοὺς δούλους σου, κατὰ παθῶν ἐνίσχυσον, καὶ ἐκ σεισμοῦ καὶ λιμοῦ, ἐθνῶν ἐπιδρομῆς τε παρθένε, ῥῦσαί σου τὴν πόλιν, ὡς σοὶ ἀνακειμένην.

Ὁ Εἱρμὸς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Ἁγίας Εἰκόνος

Ὠδὴ θ'

Ξενίας δεσποτικῆς

ξέμηνε κατὰ σοῦ, λαὸς ἀσύνετος Σῶτερ, καὶ ἀντ' εὐεργεσίας, σοὶ τὰ ἀνήκεστα, τολμηρῶς ἐπανετείνετο, ἀλλ' ἡμεῖς οἱ μακρὰν ἀπωσθέντες, τοῖς σοῖς πάθεσι Σῶτερ υἱοθετήθημεν.

Βοήθειαν κατ' ἐχθρῶν, τοῖς εὐσεβέσι παράσχου, καὶ πιστοῖς βασιλεῦσιν, ὅτι τὰ σύμβολα τῆς σαρκός σου, ὥσπερ ἄμαχον φρούριον, Δέσποτα κεκτημένοι, δι' αὐτῶν ἀφορῶσι τὴν σωτηρίαν αὐτῶν.

Θεοτοκίον

ράθη τοῖς ἐπὶ γῆς, σωματοφόρος ὁ Λόγος, διπλοῦς κατὰ τὴν φύσιν ἐκ σοῦ Πανάμωμε, ἀντιδόσει τῆς Θεότητος, ὑποστάσει μιᾷ ἀφύρτως, ἑνωθεὶς τῷ φυράματι, ὅν δοξάζομεν.

Τοῦ Ἁγίου

Ἅπας γηγενὴς

Εὗρες ἀμοιβήν, καμάτων τὴν ἄνω σοι, ἑτοιμασθεῖσαν τρυφήν, ἔνθα αὐλιζόμενος, ὡραϊσμένος μάρτυρι καὶ καλλοναῖς, κατατρυφᾷς τοῦ Κτίστου σου τῆς ὡραιότητος, ἱκετεύων, δοῦναι τοῖς τιμῶσί σε, ἱλασμὸν καὶ κακῶν ἀπολύτρωσιν.

Στήλη ἀρετῶν, καὶ πίστεως ἔρεισμα, καὶ στῦλος ἄσειστος, πύργος τε ἀκλόνητος, ἐδείχθης Μάρτυς τῆς Ἐκκλησίας Χριστοῦ, καὶ ποταμὸς ἰάσεων, ἀναβλυστάνων κρουνούς, ἰατρεῖον, ἄμισθον τοῖς πόθῳ σου, ἐκτελοῦσι τὴν μνήμην Διόμηδες.

δυς ἀπὸ γῆς, εἰδώλων τὴν ἄθεον ἐξαφανίσας ἀχλύν, καὶ πρὸς τὴν ἀνέσπερον, αὐγὴν μετῆλθες τῆς ἀρχιφώτου ζωῆς· ἧς τὰς ἐμφάσεις ἔνδοξε, πρῴην ἐκέκτησο, ταῖς ἐκεῖθεν, λάμψεσι λαμπόμενος, καὶ χαρὰς ἀϊδίου πληρούμενος.

Θεοτοκίον

Πόλις τοῦ Θεοῦ, αὐτὸς ἣν κατῴκησεν, ἡ ὄντως ἄσειστος, λύτρωσαι τὴν πόλιν σου, σεισμοῦ Παρθένε τῆς καταπτώσεως, βαρβαρικῆς ἁλώσεως, πυρὸς μαχαίρας ἐχθρῶν, ἀπὸ πάσης, Πάναγνε κακώσεως, τῇ θερμῇ πρὸς Θεὸν παρρησίᾳ σου.

Ὁ Εἱρμὸς

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

Ἐξαποστειλάριον τοῦ Ἁγίου

Γυναῖκες ἀκουτίσθητε

νθέως ἐπορφύρωσας, μεγαλομάρτυς ἔνδοξε, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τοῖς τῶν αἱμάτων σου ῥείθροις, ἀπάτην δὲ κατέσβεσας, εἰδωλικὴν ψυχόλεθρον, Διόμηδες πανόλβιε, καὶ νῦν πρεσβεύων μὴ παύσῃ, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ.

Καὶ τῆς Ἑορτῆς

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, παρόντος καὶ τοῦ Σωτῆρος, σὺν μυριάσιν Ἀγγέλων.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.

Τῆς Ἑορτῆς Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

μνοις σου τὸ σεπτόν, καὶ θεοδόχον σῶμα, προπέμποντες οἱ θεῖοι, ἐβόων θιασῶται· Ποῦ νῦν ἀπαίρεις Δέσποινα;

Στίχ. νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

Δεῦτε οἱ γηγενεῖς, στησώμεθα χορείαν, ἐξόδια βοῶντες, ἐπὶ τῇ Μεταστάσει, τῆς Θεοτόκου σήμερον.

Στίχ. μοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.

Γῆ μὲν τῇ σῇ ταφῇ, εὐλόγηται Παρθένε, ἀὴρ δὲ τῇ ἀνόδῳ, ἡγίασται τῇ ξένῃ, νόμῳ θανούσης φύσεως.

Δόξα... Καὶ νῦν... Ἦχος α'

πρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ, τὴν Κοίμησιν ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ' αὐτῇ μυστήριον, ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς τεκούσης αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι. Διὸ περ πάντοθεν, θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιών κατελάμβανον, καὶ πρὸς οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ. Ἥν καὶ ἡμεῖς, σὺν αὐτοῖς προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.