The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΕ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Mνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερμανοῦ, τοῦ φωτιστοῦ τῆς Ἀλάσκας καὶ ἰδρυτοῦ τῆς ἐν τῇ Ἀμερικανικῇ ἠπείρῳ Ὀρθοδόξου Ἐκκλησίας.

Ψαλλομενη τῇ ΙΕ ' Νοεμβρίου, ἡμέρᾳ τῆς αὐτοῦ κοιμήσεως, τῇ Θ ' Αὐγούστου, ἡμέρᾳ τῆς αὐτοῦ κατατάξεως ἐν τοῖς δέλτοις τῶν ἁγίων καὶ τῇ ΙΓ Δεκεμβρίου, ἐν ᾗ τιμᾶται ἡ σύναξις πάντων τῶν ἐν Ἀλάσκᾳ Ἁγίων.

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·

Ἦχος α.' Τῶν οὐρανίων ταγμάτων.

ωσίας ἔνθεον γόνον, Μονῆς ἀνάστημα Σεργίου τοῦ Ὁσίου καὶ οἰκήτορα θεῖον Μονῆς τῆς ἐξακούστου τοῦ Βαλαάμ, Γερμανόν, εὐφημήσωμεν, ὡς φωτιστὴν τῆς Ἀλάσκας καὶ ζηλωτὴν ἀποστόλων, ὕμνοις πρέπουσι.

Τὸν μαθητὴν Ναζαρίου τοῦ οὐρανόφρονος Ἀββᾶ καὶ Παϊσίου, καινιστοῦ ἐν Ῥωσίᾳ κινήματος ἐκθύμως ἡσυχασμοῦ, Γερμανόν, τὸν ὁμόζηλον, ἐγκωμιάσωμεν ᾄσμασιν ἱεροῖς καὶ εὐτάκτοις μελῳδήμασι.

Νήφων ἐν πᾶσι, διδάσκων, ἀεὶ εὐχόμενος, φιλοκαλῶν, θερμαίνων τάς ψυχὰς Ἀλεούτων καὶ πάντας κατευθύνων πρὸς οὐρανοῦ τὰς ἐπάλξεις πυξίδι σου σοφῶν ῥημάτων διάκοσμος, Γερμανέ, τῆς Ἀλάσκας ὤφθης πάντιμος.

Άλεουτίοις ἐν νήσοις ἠσυχαστήριον ἐδόμησας, ὃ ἔσχες ὁρμητήριον πόνων ἀόκνων σου ψυχῶν εὐαγγελισμοῦ, Γερμανὲ ἀξιάγαστε, καὶ Βαλαὰμ Νέον ὅπερ πανευλαβῶς, θεοφόρε, ἐπωνόμασας.

Δόξα. Ἦχος β.'

Τὸν ὁλοθύμῳ ψυχῆς ἐφέσει Χριστὸν ἐκ νεότητος ἀγαπήσαντα καὶ Αὐτῷ ὁλοσχερῶς προσκολληθέντα, Γερμανόν, τὸν νεαυγῆ Ῥῶσον ἀσκητὴν καὶ ἱεραπόστολον, εὐτάκτοις μελῳδήσωμεν ᾄσμασιν· οὗτος γὰρ καταλαβὼν πρῶτον τῆς τοῦ Ὁσίου Σεργίου Μάνδρας μετόχιον ἐν Πετρουπόλει καὶ εἶτα τὴν περίφημον τοῦ Βαλαὰμ Λαύραν ὑπὲρ φύσιν ἠγωνίσατο καὶ τὴν κλίμακα τῶν ἀρετῶν ἀνῆλθε δι' ὑπακοῆς καὶ νήψεως· Ἀποστόλων ἐν τέλει ἀκολουθήσας τρίβοις Ἀλάσκας τοὺς αὐτόχθονας εἵλκυσε πρὸς Ὀρθοδοξίαν καὶ καλῶς καὶ θεαρέστως τελέσας τὸν βίον ἀπῆλθε πρὸς Κύριον πρεσβεύων Αὐτῷ ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εἰς τὸν Στίχον.

Ἦχος β΄ Οἶκος τοῦ Ἐφραθᾶ.

σιε Γερμανέ, ὑπείκων Ναζαρίῳ τῷ θείῳ φιλοκάλως διήνυσας τὸν βίον ὡς ἄνθρωπος ἰσάγγελος.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

λαμψας, Γερμανέ, σοῦ Ὀρθοδόξου βίου αὐγαῖς ἐν τῇ Ἀλάσκᾳ καὶ πάντας Ἀλεούτους ἐφωτισας, μακάριε.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πἀνσοφὲ Γερμανέ, λαμπαδηφόρος πρῶτος Ἀμερικῆς ἐδείχθης Ὀρθοδοξίας φέρων τὴν δᾴδα τὴν σωτήριον.

Δόξα. Τριαδικόν.

Δόξα Σοι, Θεός, Τρισήλιε Θεότης, Γερμανὸν φωτίσας κηρῦξαι ἐν Ἀλάσκᾳ τοῦ κράτους Σου τὴν δύναμιν.

Καὶ νῦν. Θεοτοκίον.

Σκέπε, Μῆτερ Θεοῦ τοὺς ἱεραποστόλους καὶ τοὺς νεοφωτίστους λαοὺς ὑπὸ τὴν σκέπην πτερύγων τῆς σῆς χάριτος.

Ἀπολυτίκιον. Ἦχος πλ. α.'

Τὸν συνάναρχον Λόγον.

νατείλας ὡς ἄστρον εὐχῆς καὶ νήψεως ἐν Βαλαὰμ τῷ σεμνεὶῳ Εὐαγγελίου τὸ φῶς, εἰς Ἀλάσκας τοὺς αὐτόχθονας διέσπειρας ἀκολουθήσας ταῖς ὁδοῖς Ἀποστόλων, Γερμανέ, ἐν χρόνοις ὑστέροις, μάκαρ· καὶ νῦν Κυρίῳ πρεσβεύεις παθῶν ἡμῶν σκεδάσαι ζόφωσιν.

Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Άλλο Ἀπολυτίκιον. Ἦχος α'

σιε Πάτερ Γερμανὲ τῆς Ἀλάσκας, Βόρειε ἀστὴρ τῆς Ἁγἰας Ἐκκλησίας τοῦ Χριστοῦ·

τὸ φῶς τοῦ ἁγίου βίου καὶ τῶν μεγάλων ἔργων σου ὁδηγεῖ τοὺς ἀκολουθοῦντας τὴν ὁδὸν τὴν Ὀρθόδοξον. Ὁμοῦ ἀνυψὠνομε τὸν Τίμιον Σταυρὸν ὃν ἐν Ἀμερικῇ στερρῶς ἐφύτευσας. Πάντες ἴδωμεν καὶ δοξάσωμεν Ἰησοῦν τὸν Χριστὸν ἀνυμνοῦντες αὐτοῦ τὴν Ἁγίαν Ἀνάστασιν.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·

Ἦχος δ΄ Ἔδωκας σημείωσιν.

Μάκαρ ἰσαπόστολε, Ῥωσίας θεῖον ἐκβλάστημα, Γερμανὲ ἱερώτατε, σεπτὸν ἐνδιαίτημα Πνεύματος Ἁγίου, τὸ κατ' εἰκόνα καταλιπὼν σῇ ἀκραιφνεῖ ἀσκήσει, πάτερ, ἀνῆλθες κλίμακα Θεοῦ πρὸς καθ' ὁμοίωσιν ἐκ τῆς νεότητος χρόνων σου· ὅθεν νῦν τὴν πανέορτον ἑορτάζομεν μνήμην σου.

Δεῦτε, εὐφημήσωμεν τὸν νέον ἱεραπόστολον, Γερμανὸν τὸν θειότατον, τὸν καθαγιάσαντα γῆν τῶν Ἀλεούτων, πολικῆς Ἀλάσκας καὶ ἀχανοῦς Ἀμερικῆς αὐτοῦ ἱδρώτων τοῖς θείοις χεύμασι καὶ ἀκραιφνοῦς ἀσκήσεως τοῖς ποταμοῖς ὡς ἀρχέτυπον Ὀρθοδόξου βιώματος καὶ κειμήλιον χάριτος.

χων ἀπλανέστατον ἀλείπτην πρὸς ὁλοκλήρωσιν τὸν θεόπνουν Ναζάριον ἠνδρώθης ἐν πνεύματι Βαλαὰμ ἐν Μάνδρᾳ καὶ αὐτοῦ ὑπείκων θελήματι, τῷ ἱερῷ Εὐαγγελίου τὸ φῶς διέσπειρας εἰς τὴν Ἄλάσκαν, Ὅσιε, τὴν ἐν σκοτίᾳ καθεύδουσαν ἀγνωσίας, πανεύφημε Γερμανέ, ἰσαπόστολε.

ωάσαφ πάνσεπτον καὶ θεῖον Ἰουβενάλιον, οὓς Χριστὸς κατηξίωσε στεφάνων ἀθλήσεως, ἔσχες συνεργάτας εἰς Ὀρθοδοξίας διάδοσιν τῆς ἱερᾶς εἰς τὴν Ἀλάσκαν, ἔνθα προσείλκυσας σοῦ βίου παραδείγματι καὶ τῇ σοφίᾳ τῶν λόγων σου, Γερμανέ, τοὺς αὐτόχθονας πρὸς Χριστοῦ πίστιν ἄμεμπτον.

τη τεσσαράκοντα κακοπαθῶν καὶ στερούμενος, ἀγρυπνῶν, προσευχόμενος καὶ νήφων διήνυσας ἐν Ἀλάσκᾳ βίον τὸν ἀσκητικόν σου, πνευματοφόρε Γερμανέ, καὶ θείου Πνεύματος οἰκητήριον ἐδείχθης· ὅθεν ἅπαντες μνήμην τὴν σὴν ἐορτάζοντες μεγαλύνομεν πόνους σου, οὕσπερ ἔτλης πρὸς θέωσιν.

Πάτερ εὐσυμπάθητε, ὅλῃ δυνάμει καρδίας σου Ἀλεούτων συνέδραμες χορῶν εἰς ἐπούλωσιν ἄλγους ἀνεχείας, Γερμανὲ θεόφρον, καὶ ἐν τοῦ βίου συμφοραῖς αὐτῶν ὑπῆρχες ἀκέστωρ ἄγρυπνος, προστάτης ἑτοιμότατος καὶ ἀρωγός, μάκαρ, ἄμεσος· ὅθεν πάντες προσέβλεπον τῇ θερμῇ ἀντιλήψει σου.

Δόξα. Ἦχος πλ. β.'

κούσας τῆς φωνῆς τοῦ Κυρίου τῆς δόξης ἐν νεαρᾷ ἡλικίᾳ ἀπανέστης τῶν τοῦ βίου ἡδέων καὶ ἀράμενος τὸν σταυρόν σου Αὐτῷ ἠκολούθησας, Γερμανέ, σοφίας καὶ ἀρετῆς σύνοικε θειότατε· ἀναδειχθεὶς γὰρ κανὼν ταπεινώσεως καὶ ὑπακοῆς γνώμων ἠξιώθης τὴν ὀρθὴν ἡμῶν πίστιν εἰς Ἀλάσκαν κηρῦξαι καὶ ἰδρυτὴς γενέσθαι ἐν τῇ Ἀμερικανικῇ ἠπείρῳ τῆς τοῦ Χριστοῦ ἁγίας Ἐκκλησίας· σοφῶς οὖν καὶ θεαρέστως πολιτευσάμενος καὶ διπλῶν ἀξιωθεὶς στεφάνων ἐν τῇ οὐρανίῳ μακαριότητι, ἀσκητῶν Ὁσίων καὶ θεοκηρύκων Ἀποστόλων, χάριν εἴληφας πρεσβεύειν Κυρὶῳ ὑπὲρ τῶν τιμώντων τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν.

Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα.

(Κεφ. Β΄ 1 -11)

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἐτοιμασον τὴν ψυχήν σου εἰς πειρασμὸν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τάς ὁδούς σου καὶ ἔλπισον ἒπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. Α΄ 1 -10 )

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτὸν ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτήν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· Ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθωώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμένος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐ δὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

Ἰδιομελα. Ἦχος α΄

Εὐφραίνου ἐν Κυρὶῳ ἡ Ὀρθόδοξος Ἐκκλησία καὶ ἀγάλλου Ἀλάσκα σὺν τῇ 'Ρωσίᾳ τελοῦσαι τὴν μνήμην Γερμανοῦ τοῦ νέου τῆς πίστεως φωστῆρος καὶ φωτολαμποῦς ἱεραποστόλου· οὗτος γὰρ ἐπιτυχῶς συμμίξας ἄσκησιν καὶ ἱεραποστολικὴν δρᾶσιν τὴν κλίμακα τῶν ἀρετῶν ἀνῆλθε καὶ αὐτόχθονας Ἀλεούτους ἐφώτισεν ἀστραπαῖς τῶν αὐτοῦ νουθεσιῶν καὶ διδαγμάτων καὶ νῦν Ἀγγέλων φωτομόρφων συνὼν χορείαις Χριστῷ τῷ Φωτοδότῃ ἐκτενῶς πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β.'

συχίας ἐραστὰ καὶ ἀσκήσεως στῦλε, ὁ τοῦ Νέου Βαλαάμ, τῆς ἐν 'Ἀλάσκα Μονῆς δομῆτορ, ἑκουσίᾳ πτωχείᾳ καὶ σκληραγωγίᾳ Χριστῷ ἠκολούθησας καὶ τρόπαιον ἐν Ἀμερικῇ, Ὀρθοδοξίας Γερμανέ, περιφανὲς ἔστησας· ὅθεν πάντες ἀξίως τιμῶντες τοὺς νυχθημέρους πόνους σου καὶ ὡς Ἀποστόλων ἰσοστάσιον μεγαλύνοντες τάς ἀδιαλείπτους σου εὐχὰς πρὸς Κύριον αἰτούμεθα, τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.

Ἦχος γ.'

Τὸν νεόφωτον ἀστέρα τῆς πίστεως, τὸν φωτίσαντα τάς νήσους τῶν Ἀλεούτων ἀστραπαῖς διδαγμάτων καὶ πράξεων, Γερμανὸν τὸν θεοφώτιστον, μεγαλύνωμεν κράζοντες· Ναζαρίου μαθητὰ θεοτίμητε, τῆς φιλοκαλικῆς Παϊσίου διαδόσεως ἀκόλουθε, ἀξίωσον ἡμᾶς ἐντρυφᾶν ἐν Γραφαῖς ταῖς Ὀρθοδόξοις καὶ ποθεῖν ἐν βίῳ τὰ ἀεὶ διαμένοντα.

Ἦχος δ.'

ς ῥίζα ἐν γῇ διψώσῃ μετεφύης, Γερμανὲ Ὅσιε, εἰς τὴν πολικὴν τῆς Ἀλάσκας χθόνα καὶ ἐν μέσῳ παγετώνων ἐβλάστησας κρίνα πνευματικῆς τελειώσεως καὶ ψυχῶν αὐτοχθόνων σωτηρίας· εὔφρανον οὖν, χαριτόβρυτε πάτερ, καὶ ἡμᾶς τοὺς τιμῶντάς σε θερμῶν πρεσβειῶν σου εὐωδίᾳ, ἵνα ἐκ τῆς δυσώδους χαμαιζηλίας ἁπαλλαχθῶμεν καὶ ὅλοι ἀρετῶν ὀδμαῖς Χριστοῦ εὐωδία γενώμεθα.

Δόξα. Ἦχος ὁ αὐτὸς

Λαξεύσας χερσὶν οἰκείοις σου σμικρὸν σπήλαιον ἐν Ἀλεούτοις νήσοις, Γερμανέ, ὡς θὴρ τῆς ἐρήμου, καὶ πλησίον αὐτοῦ πήξας καλύβην ξυλίνην ὡς στρουθίον φιλέρημον μόνος μόνον τῷ Θεῷ προσωμίλεις, τῷ διαθερμαίνοντι ἀρρήτως τὴν σὴν καρδίαν· ἀπέλασον οὖν εὐχαῖς σου καὶ ἡμῶν τῶν ψυχῶν χειμῶνα καὶ ταχέως ἔαρ ἀνάτειλον ἡμῖν, θεοφόρε, τοῦ διαλῦσαι πάγους τῆς ἡμῶν ἁμαρτίας καὶ ἀγνωσίας καὶ μετανοίας βλαστῆσαι καὶ γνώσεως ἄνθη εὐωδέστατα.

Καὶ νῦν. Θεοτοκίον.

κ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Στιχηρα Προσόμοια.

Ἦχος πλ. α.' Χαίροις, ἀσκητικῶν.

Χαίροις, ἐαρινὴ ἀηδών, ἡ ἐν Ἀλάσκᾳ τὸν Χριστοῦ κελαδήσασα, Ὀρθόδοξον πίστιν πᾶσιν ἐν ἀγνωσίας σκιᾷ καθημένοις, μάκαρ ἰσαπόστολε· Λιπὼν γὰρ τὴν πάνσεπτον Βαλαὰμ Μάνδραν ἔδραμες εἰς Ἀλεούτων νήσους ὄνομα Ἅγιον τοῦ Παντάνακτος, Γερμανὲ ἀξιάγαστε, ὅλῃ ψυχῆς ἐφέσει σου κηρῦξαι καὶ λόγοις σου ἐνθέρμοις τῆξαι τοὺς πάγους ψυχῶν χειμῶνος καὶ ἔαρος, αὐγὴν ἀνατεῖλαι Ἀλεούτοις σωτηρίας τὴν πανευφρόσυνον.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ

Χαίροις, ἡσυχαστῶν καλλονή, τῆς νήσου Σπροὺς θεοειδὲς ἐνδιαίτημα, Ἀλάσκας σεπτὸς οἰκήτωρ καὶ φωτιστής, Γερμανέ, ἱεραποστόλων εὖχος πάντιμον· Βορρᾶ γὰρ τὴν ἔρημον, ἀσκητὰ χριστομίμητε, πολίσας Μάνδραν Βαλαὰμ Νέαν ἔκτισας, ἣν ἀνέδειξας Ὀρθοδόξου φρονήματος λίκνον καὶ ἐργαστήριον περίλαμπρον νήψεως καὶ προσευχῆς ἀενάου· διὸ νῦν μνήμην τὴν θείαν σου σὺν τοῖς Ἀλεούτοις καὶ Ἀμερικῆς τοῖς δήμοις πιστῶν γεραίρομεν.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Μνήμην ἐπιτελοῦντες λαμπρῶς τῆς πανιέρου σου κοιμήσεως, Ὅσιε, ἐν νήσοις τῶν Ἀλεούτων, ὡς θεαυγῆ ἀσκητὴν καὶ Ὀρθοδοξίας ὑφηγήτορα σὲ πόθῳ γεραίρομεν, Γερμανὲ ἱερώτατε,χαρίτων σκεῦος πανσθενοῦς θείου Πνεύματος καὶ θειότατον προσευχῆς οἰκητήριον· μέμνησο οὖν, ἰσάγγελε, ἡμῶν τῶν τιμώντων σε ὡς ζηλωτὴν Ἀποστόλων, τὸν ἐν ἐσχάτοις τοῖς ἔτεσι κηρύξαντα πίστιν τοῦ Χριστοῦ ἐν τῇ Ἀλάσκᾳ τὴν διασῴζουσαν.

Δόξα. Ἦχος πλ. δ.'

λύσεσι δεδεμένος καὶ ὑποπιάζων τὴν σάρκα νυχθημέροις ἀσκήσεσι καὶ νηστείαις τὸ πνεῦμα πρὸς Κύριον ἔτεινας, τὸν σοφὸν ἀγωνοθέτην, Γερμανὲ ἀξιέραστε· καθαγιάσας οὖν τὸ εὐτελὲς σου ἀσκητικὸν τριβώνιον ἱδρῶσι καὶ δάκρυσιν ἀειρρύτοις καὶ Ἀλεούτων τάς νήσους τῇ σῇ παρουσίᾳ καὶ χάριτι μετέστης πρὸς ὃν ἠγάπησας Κύριον ἀδιαλείπτως Αὐτῷ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἀπολυτίκιον. Ἦχος πλ. α.'

Τὸν συνάναρχον Λόγον.

νατείλας ὡς ἄστρον εὐχῆς καὶ νήψεως ἐν Βαλαὰμ τῷ σεμνεὶῳ Εὐαγγελίου τὸ φῶς, εἰς Ἀλάσκας τοὺς αὐτόχθονας διέσπειρας ἀκολουθήσας ταῖς ὁδοῖς Ἀποστόλων, Γερμανέ, ἐν χρόνοις ὑστέροις, μάκαρ· καὶ νῦν Κυρίῳ πρεσβεύεις παθῶν ἡμῶν σκεδάσαι ζόφωσιν.

Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Άλλο Ἀπολυτίκιον. Ἦχος α'

σιε Πάτερ Γερμανὲ τῆς Ἀλάσκας, Βόρειε ἀστὴρ τῆς Ἁγἰας Ἐκκλησίας τοῦ Χριστοῦ· τὸ φῶς τοῦ ἁγίου βίου καὶ τῶν μεγάλων ἔργων σου ὁδηγεῖ τοὺς ἀκολουθοῦντας τὴν ὁδὸν τὴν Ὀρθὀδοξον. Ὁμοῦ ἀνυψὠνομε τὸν Τίμιον Σταυρὸν ὃν ἐν Ἀμερικῇ στερρῶς ἐφύτευσας. Πάντες ἴδωμεν καὶ δοξάσωμεν Ἰησοῦν τὸν Χριστὸν ἀνυμνοῦντες αὐτοῦ τὴν Ἁγίαν Ἀνάστασιν.

Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἐσπερινῷ, μετὰ δὲ τὴν α' Στιχολογίαν Κάθισμα.

Ἦχος α΄ Τὸν τάφον Σου, Σωτήρ.

ωσίας, Γερμανέ,εὐανθέστατον κρίνον, ἀσκήσεως ὀδμαῖς τῆς τιμίας σου ἄρτι, καθήδυνας ἅπαντας τῆς Ἀλάσκας οἰκήτορας, ὧν ἀπήλασας σοῖς λόγοις τὴν δυσωδίαν, πνευματέμφορε, τῆς ἀγνωσίας, πατέρων μυράλειπτρον εὔοσμον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

λέτειρα ἐχθρῶν νοητῶν, Θεοτόκε, καὶ πάντων ὁρατῶν, περιτείχισον δήμους πιστῶν σαῖς ἐντεύξεσι πρὸς Υἱόν σου τὸν εὔσπλαγχνον, τὸν νικήσαντα φθορᾶς θανάτου τὸ κράτος, παντευλόγητε,τῇ παμφαεῖ ἀναστάσει Αὐτοῦ ἐκ τοῦ μνήματος.

Μετὰ τὴν β.' Στιχολογίαν Κάθισμα.

Ἦχος δ.' Ταχὺ προκατάλαβε.

Τῶν τρόπων ὁμοζηλος τῶν ἀποστόλων Χριστοῦ γενόμενος ηὔγασας ἄρτι λαόν, Γερμανέ, Ἀλάσκας καὶ ἤνοιξας χείλη πιστῶν βοᾶν σοι· Χαῖρε, Ὀρθοδοξίας βάθρον ἐν Νέῳ Κόσμῳ καὶ κρηπὶς εὐσεβείας ἠπείρου πάσης Ἀμερικῆς, πάτερ παγκόσμιε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Λυχνία ὑπέρφωτε, ῥάβδος σεπτὴ Ἀαρών, λαβὶς θεία, τράπεζα, ἔνδροσε τοῦ Γεδεών, ἁγνή, πόκε, ἄφλεκτε Βάτε ἡ ἐν Σιναίῳ, Θεοτόκε, καὶ ὄρος σύσκιον, σκέπε πάντας σὲ γεραίροντας πόθῳ καὶ ὕμνοις θαυμασίων πληθὺν σοῦ μεγαλύνοντας.

Μετὰ τὸν Πολυέλεον Κάθισμα.

Ἦχος γ.' Τὴν ὡραιότητα τῆς παρθενίας σου.

Τὸν ἰσαπόστολον Χριστοῦ καὶ Ὅσιον πατέρα μέλψωμεν τὸν ἀνατείλαντα Όρθοδοξίας φῶς τερπνὸν εἰς Κόσμον τὸν Νέον ὕμνοις, Γερμανὸν θειότατον, τῆς Ῥωσίας ἐκβλάστημα καὶ Ἀλάσκας πάμφωτον φωτιστὴν ἀνακράζοντες ψυχῆς ἐν κατανύξει· χαρίτων, χαῖρε, ἀσύλητον ταμεῖον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

Τὸ α´ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ´ ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα.

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ [καθάρσει] ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.

Καὶ νῦν.

γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον Ὁσιακόν

Ζήτει τῇ Παρασκευῇ τῆς Β' Ἑβδομάδος Λουκᾶν.

 

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 6: 17-22

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Ν’ Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...

Ἰδιόμελον. Ἦχος πλ. β'

Τὸν ἐγκωμίοις μακαριζόμενον ὡς νηπτικὸν πατέρα καὶ ἱδρυτὴν τῆς ἐν Ἀλάσκᾳ Ὀρθοδόξου κοινότητος, Γερμανὸν τὸν ἀοίδιμον, εὐφημήσωμεν πιστῶς βοῶντες· Ὁσίων ἀρχέτυπον καὶ χριστοκηρύκων πρόβολε, ὁ πολλὰ κοπιάσας ὑπὲρ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας καὶ οὐρανόθεν δαψιλῶς εἰληφὼς τὴν χάριν τῶν ἰάσεων, τὰ τραύματα ἐκ τῆς πτώσεως εἰς τὴν ἁμαρτίαν ἡμῶν ἐπούλωσον φαρμάκῳ θερμῶν ἐντεύξεών σου πρὸς τὸν τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν ἰώμενον.

Εἶτα ὁ Κανὼν τοΰ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς·

" Γερμανοῦ, ἰσαποστόλου Ὁσίου, αἴνεσις. Χ. "

Ὠδὴ α.' Ἦχος δ.' Ἀνοίξω τὸ στόμα μου.

 

Γεράσμιον Ὅσιον, τῶν Ἀποστόλων ὁμόζηλον, Ὀρθόδοξον σπείραντα ἐν τῇ Ἀλάσκᾳ Χριστοῦ πίστιν, μέλψωμεν νῦν Γερμανὸν τὸν θεῖον, ὡς κήρυκα ἔνθεον ὕμνοις καὶ ᾄσμασιν.

Εὐχῆς ἐνδιαίτημα καὶ ταπεινώσεως σκήνωμα, τὴν πίστιν διέδωσας, θεοειδὲς Γερμανέ, εἰς αὐτόχθονας Ἀλάσκας, θεοφόρε, ἡμῶν τὴν Ὀρθόδοξον τῶν ἀνυμνούντων σε.

οαῖς σου κατέτηξας τὸν παγετόν, ἰσαπόστολε, Ῥωσίας ἐκβλάστημα, τῶν καρδιῶν, Γερμανέ, πάντων, Ὅσιε, Ἀλάσκας οἰκητόρων εὐχαῖς ὁλοθέρμοις σου, μάκαρ, καὶ δάκρυσι.

Θεοτοκίον.

Μητράνανδρε ἄχραντε, θεοχαρίτωτε Δέσποινα, πιστῶν καταφύγιον καὶ ταχινὴ ἀρωγὴ τῶν ἐν κλύδωσι τοῦ βίου καὶ ἀνάγκαις, ἐκλύτρωσαι θλίψεων τοὺς προσιόντας σοι.

Ὠδὴ γ.' Τοὺς σοὺς ὑμνολόγους.

ρέσκειν Κυρίῳ ἢ ἀνθρώποις ἐκ χρόνων νεότητος τῆς σῆς ποθήσας συνηρίθμησαι ἀζύγων ὁμηγύρεσι Μονῆς Σεργίου, Ὅσιε, ἐν Πετρουπόλει τοῦ ἐμφρονος.

Νικήσας μισόκαλον ἀρχαῖον ἀσκήσει συντόνῳ, Γερμανέ, σκληραγωγίᾳ, δάκρυσι καὶ ταπεινῷ φρονήματι Κυρίῳ εὐηρέστησας ἀξίως σε στεφανώσαντι.

δὸν τελειώσεως ἀνῦσαι ποθήσας εἰς Μάνδραν Βαλαὰμ προσῆλθες τὴν περίδοξον, ἧς Ὅσιος Ναζάριος προΐστατο, ὁ ἄριστος ψυχῶν ἀλείπτης πρὸς θέωσιν.

Θεοτοκίον.

πέραγνε Κεχαριτωμένη, πρεσβείαις Ὁσίου Γερμανοῦ, ἀξίωσον τοὺς δούλους σου ὁδὸν ἀνῦσαι δύσβατον πρὸς πόλον τὴν ἀπάγουσαν καὶ εὐφροσύνην αἰώνιον.

Κάθισμα. Ἦχος γ.' Θείας πίστεως.

Νέον καύχημα Ὀρθοδοξίας καὶ ἀγλάϊσμα τῆς Ἐκκλησίας, Γερμανέ, ἰσαποστόλων ὡράϊσμα καὶ νηπτικῶν ἀσκητῶν ἐγκαλλωπισμα, τῶν Ἀλεούτων ψυχὰς κατεφώτισας, ἀμαρύγμασι συντόνων κατορθωμάτων σου καὶ φέγγει θείων λόγων καὶ φθεγμάτων σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Καταφύγιον ἐμπεριστάτων, παραμύθιον τῶν θλιβομένων καὶ χαρίτων οἰκητήριον πάνσεπτον, Θεογεννῆτορ, ἁγνὴ ἀειπάρθενε, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα τοὺς τιμῶντάς σε ἐν ὕμνοις φαιδροῖς καὶ ᾄσμασιν ἐξ ὕψους δόξης Τόκου τοῦ πανσέπτου σου.

Ὠδὴ δ.' Ὁ καθήμενος ἐν δόξῃ.

εραποστόλων κλέος, Γερμανὲ ὀσιώτατε, ἄχρι τελευτῆς σου ταπεινὸν ἐτήρεις τὸ φρόνημα καὶ ζηλωτὴς τῆς Χριστοῦ πτωχείας ἔνθερμος πέλων, πάνσοφε, ἐπολιτεύσω ὡς Ἄγγελος.

Σὺν τῷ Ἰουβεναλίῳ, Γερμανὲ ἱερώτατε, καὶ τῷ Ἰωάσαφ, ἔδραμες τῷ ἄρτῳ τῆς πίστεως τῷ σωστικῷ διαθρέψαι κόσμου πέρατα θείοις ῥήμασιν ὑπείκων τοῦ ἡγουμένου σου.

λεούτων μαργαρίταις σῆς ψυχῆς κατεκόσμησας νήσους καὶ σαπφείροις λόγων σου αὐτὰς πολυτίμητα Ὀρθοδοξίας ἀνέδειξας κειμήλια, πάτερ Ὅσιε, τῶν Ἀποστόλων ὁμόζηλε.

Θεοτοκίον.

Παῦσον σάλον Ἐκκλησίας καὶ τὸν κόσμον εἰρήνευσον, Κεχαριτωμένη, εἰρηνάρχου Μῆτερ φιλόστοργε Χριστοῦ, συντρίψαντος κράτος πολεμήτορος τῇ ἐκ μνήματος Αὐτοῦ ἐγέρσει, πρεσβείαις σου.

Ὠδὴ ε.' Ἐξέστη τὰ σύμπαντα.

σίων τοῖς βήμασιν ἀκολουθήσας κλίμακα, Γερμανέ, ἀνῆλθες ἐν Ῥωσίᾳ καὶ ἐν Ἀλάσκα, ἧς τὸν λαὸν πρὸς νομὰς κατηύθυνας λόγοις σου σεπτοῖς γνῶσιν πρὸς σωτήριον καὶ Ὀρθόδοξον φρόνημα.

Συνέσει κοσμούμενος ἐκ χρόνων σου νεότητος, Γερμανέ, ἡσυχαστῶν ἀκρότης, σοφίας στῦλος καὶ ἀρετῆς ἀκραιφνοῦς θεμέλιος πέφηνας στερρὸς· ὅθεν πάντες σέβομεν τὴν πανέορτον μνήμην σου.

Ταῖς νήσοις ἐπλούτισας τῶν Ἀλεούτων, Ὅσιε Γερμανέ, τῇ θήκῃ σῶν λειψάνων, τῇ ἐκβλυζούσῃ θαυμάτων παντοδαπῶν ὡς φρέαρ ἀκένωτον ἀεὶ νάματα, πανόλβιε, ἀσκητὰ θεοτίμητε.

Θεοτοκίον.

δὸν καθυπόδειξον ἡμῖν Θεογεννήτρια, ἄγουσαν πρὸς δόμους οὐρανίους τοῖς καθ' ἕκαστην μελισταγέσιν ᾠδαῖς ὑμνοῦσιν ὡς χάριτος πηγήν, συμπαθείας χείμαρρον σὲ καὶ ῥεῖθρον χρηστότητος.

Ὠδὴ στ.' Τὴν θείαν ταύτην.

Λαὸν ἐν σκότει καθεύδοντα Ἀλάσκας, Γερμανέ, κατεφώτισας λόγων πυρσεύμασι καὶ ἀστραπαῖς διδαγμάτων σου, νεόφωτε λυχνία Χριστοῦ τῆς πίστεως.

ρθοδοξίας κεφάλαιον καὶ τόμος, Γερμανέ, ἄρτι πέφηνας ὄντως θεόγραφος χρηστοηθείας καὶ νήψεως· διό σε μελῳδοῦμεν πιστοὶ γηθόμενοι.

πὲρ πλησίον φωτίσεως κατέλιπες τὴν πάτριον χθόνα σου, πνευματοφόρητε, καὶ τὴν 'Ἀλάσκαν κατέλαβες, ἧς σκοτομήνην λόγοις φαιδροῖς σου ἔλυσας.

Θεοτοκίον.

Οὐ παύω, Θεογεννήτρια, εἰς πάντας τοὺς αἰῶνας γεραίρων σε καὶ μακαρίζων σε ὡς ἀρωγὸν εὐσυμπάθητον καμνόντων καὶ ἑτοίμην πιστῶν βοήθειαν.

Κοντάκιον. Ἦχος πλ. δ.' Τῇ Ὑπερμάχῳ.

Τὴν φλόγα ἔχων ἀνημμένην θείας πίστεως καὶ θερμαινόμενος πυρὶ τῆς τοῦ Παντάνακτος κοινωνίας ἐν Ἀλάσκᾳ ψυχῶν τοὺς πάγους, Γερμανέ, τῶν νηπτικῶν πατέρων ἔκτυπον καὶ κλεινὲ ἱεραπόστολε, διέλυσας· ὅθεν κράζομεν· Χαίροις, πάτερ πανόσιε.

Ὁ Οἶκος.

γγελε σαρκοφόρε, Γερμανέ, τῆς Ἀλάσκας λαὸν Ὀρθοδοξίας φωτίσας ἀστραπαῖς ἐν ἐσχάτοις καιροῖς, τῆς καρδίας ζόφωσιν ἡμῶν σκέδασον πιστῶς μεγαλυνόντων σε καὶ ᾄσμασι τερπνοῖς βοώντων·

Χαῖρε, ὁ θεῖος Ῥωσίας γόνος· χαῖρε, ὁ νέος Ὁσίων λύχνος.

Χαῖρε, φωτιστὴς τῆς Ἀλάσκας φαιδρότατος· χαῖρε, πολιστὴς τοῦ Βορρᾶ ἐνθεώτατος.

Χαῖρε, ἔμψυχον ἀνάκτορον προσευχῆς καρδιακῆς· χαῖρε, μέλαθρον χρυσότευκτον ἀγωγῆς μοναδικῆς.

Χαῖρε, τοῦ Ναζαρίου μαθητὴς τοῦ Ὁσίου· χαῖρε, τοῦ γλυκυτάτου ἀσκητὴς Ναζωραίου.

Χαῖρε, λαμπὰς φαιδρὰ ταπεινώσεως· χαῖρε, ψεκὰς λαῶν ἀναψύξεως·

Χαῖρε, ἀκρότης ἱεραποστόλων· χαῖρε, φαιδρότης κηρύκων ἐνθέων.

Χαίροις, πάτερ πανόσιε.

Συναξάριον.

Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ΙΕ΄ Νοεμβρίου. Εἶτα λέγομεν·

Τῇ αὐτῇ ἡμερᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερμανοῦ, τοῦ φωτιστοῦ τῆς Ἀλάσκας καὶ ἰδρυτοῦ τῆς ἐν τῇ Ἀμερικανικῇ ἠπείρῳ Ὀρθοδόξου Ἐκκλησίας.

Στίχοι.

ίζα ὁσία, καρποὺς Ὀρθοδοξίας, Γερμανέ, ἐξήνεγκας ἐν τῇ Ἀλάσκᾳ.

Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Γερμανὸς ἐγεννήθη ἐν τῇ πλησιοχώρῳ τῆς Μόσχας πόλει Σερπούκωφ ἐν ἔτει 1756 μ. Χ. Σὺν τῇ προόδῳ τῆς ἡλικίας ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι καὶ ἡ πανσθενὴς τοῦ Κυρίου χάρις ἐνίσχυε αὐτὸν πρὸς ἀρετῆς τελείωσιν.

κ τῶν πρώτων νεανικῶν αὐτοῦ χρόνων ἠσπάσθη τὸν μοναχισμὸν συναριθμηθεὶς τοῖς ἀζύγοις τοῦ ἐν Πετρουπόλει μετοχίου τῆς Ἁγίας Τριάδος τῆς Λαύρας τοῦ Ἁγίου Σεργίου. Ἐν αὐτῷ δι' ἄκρας ὑπακοῆς, καρδιακῆς ἀενάου προσευχῆς καὶ διακριτικῆς ἀσκήσεως ἔθηκε τάς βάσεις τῆς μετέπειτα ἀγγελικῆς αὐτοῦ πολιτείας.

Μετὰ παραμονὴν ἓξ ἐτῶν ἐν τῷ Μετοχίῳ αὐτῷ ὁ Ὅσιος Γερμανός, ἐν ᾧ ἐδέξατο τὴν ἰαματικὴν ἐπίσκεψιν τῆς Κυρίας Θεοτόκου, ἀνεχώρησε διὰ τὴν Μονὴν Βαλαάμ, τὴν εὑρισκομένην ὑπὸ τὴν ἀπλανῆ καθοδήγησιν τοῦ Ὁσίου αὐτῆς καθηγουμένου Ναζαρίου.

Το διάχυτον ἄρωμα τῆς Ὀρθοδοξίας ἐν ἐκείνοις τοῖς χρόνοις καὶ τὸ ἁγιοπνευματικόν μύρον τῆς φιλοκαλικῆς ἀνακαινίσεως τοῦ μοναχισμοῦ ἐν 'Ρωσίᾳ καθήδυναν τὴν ἀγαπῶσαν καρδίαν τοῦ Ὁσίου Γερμανοῦ καὶ τὴν ὤθησαν εἰς ἀδιάλειπτον καρδιακὴν προσευχήν. Ὃ Ἅγιος Γερμανὸς ἂν καὶ σαφῶς νεώτερος τοῦ ἀνακαινιστοῦ Ὁσίου Παϊσίου, τοὐπίκλην Βελιτσκόφσκυ, εἶχε πλήρη πνευματικὴν ἐπαφὴν μετὰ τῶν μαθητῶν αὐτοῦ καὶ μετὰ τοῦ αὐτοῦ ὁμοψύχου, Ὁσίου Γέροντος Ναζαρίου. Οὕτω ἡ ἐπιρροὴ τοῦ Παϊσιανικοῦ ῥεύματος ἦτο ἄμεσος καὶ καταλυτικὴ διὰ τὸν νεαρὸν τότε ἀσκητὴν Γερμανόν, τὸν λαβόντα ἀπόφασιν, καθ' ὑπόδειξιν τοῦ αὐτοῦ Γέροντος, ἔργον ποιῆσαι εὐαγγελιστοῦ καὶ μεταβῆναι εἰς τὸν Νέον ὀνομαζόμενον Κόσμον πρὸς διάδοσιν τῆς Ὀρθοδόξου μαρτυρίας καὶ πίστεως τοῖς αὐτόχθοσι τῆς Ἀλάσκας.

ἱεραποστολικὴ συνοδεία τοῦ Ὁσίου Γερμανοῦ ἐγκατεστάθη ἐν τῇ νήσῳ Κόντιακ, τῇ διαχωριζομένῃ διὰ στενοῦ πορθμοῦ ἐκ τῆς νήσου Sρrυce, ἐν ᾗ αὐτὸς ἔκτισεν ἠσυχαστήριον καὶ τὴν μετενώμασε «Νέο Βαλαάμ», πρὸς ἐνθύμησιν τῆς ἀγαπητῆς αὐτῷ Μονῆς τῆς Ῥωσίας. Ἐκεῖ συνεδύαζε τὸν ἀγῶνα τῆς ἐσωτερικῆς τελειώσεως μετὰ τῆς ἱεραποστολικῆς δράσεως καὶ ἡ ἐπιρροὴ αὐτοῦ τοῖς ταπεινοῖς αὐτόχθοσιν Ἀλεούτοις, ἀλλὰ καὶ τοῖς πλουσίοις ἐμπόροις ὑπῆρξε μεγίστη. Ἡ ἡσυχαστικὴ παράδοσις εὗρεν ἐν τῷ προσώπῳ τοῦ Ὁσίου Γερμανοῦ τὸν πρῶτον αὐτῆς ἰχνηλάτην ἐν τῇ Ἀμερικανικῇ ἠπείρῳ. Ἡ Φιλοκαλία τῶν νηπτικῶν πατέρων, τὸ εἰς αὐτὸν παραδοθὲν ψυχοτονωτικὸν βιβλίον ὑπὸ τοῦ Ἀββᾶ Ναζαρίου, ὑπῆρχεν οὐχὶ μόνον καθημερινὸν αὐτοῦ ἐντρύφημα ἀλλὰ καὶ ἡ πυξὶς τῆς ἡσυχαστικῆς αὐτοῦ ἀσκητικῆς πολιτείας.

Ἅγιος Γερμανὸς ἀποτελεῖ τὴν εὐγενικὴν ῥίζαν, τὴν βλαστήσασαν τὸ εὐῶδες ἄνθος τῆς Ὀρθοδοξίας εἰς ὅλον τὸν Νέον Κόσμον. Διὸ καὶ ὁ Κύριος ἠξίωσεν αὐτὸν δωρεῶν οὐρανίων καὶ θαυμάτων πλείστων ξενοτρόπων. Ὅτε ὁ καιρὸς τῆς ἀναλύσεως τοῦ Ἁγίου Γερμανοῦ ἔφθασεν, εἶχε ἤδη αὐτὸς ἀποκτήσει φήμην Ὁσίου. Διὰ χρονικὸν διάστημα μεγαλύτερον τῶν τεσσαράκοντα ἐτῶν ἒν τῷ ἀπερίττῳ αὐτοῦ κελλίῳ ἐπολιτεύσατο ἰσαγγέλως καὶ δοὺς αἷμα, ἵνα λάβῃ πνεῦμα, ἠναλώθη ἐν τῇ ἀγάπῃ τοῦ πλησίον καὶ ἐν τῇ προσφορᾷ πρὸς ὅλους τοὺς αὐτόχθονας Ἀλεούτους, ὧν πνευματικὸς πατὴρ καὶ ἰθύντωρ ἐχρημάτισε πρὸς ἀρετῆς ἀπόκτησιν καὶ σωτηρίαν.

 

Τὸ χρυσόπλοκον στέφος τοῦ ἱεραποστόλου καὶ τοῦ Ὁσίου ἐδέξατο τῇ 15ῃ Νοεμβρίου τοῦ 1836 μ. Χ., ὅτε ἡ ἁγία αὐτοῦ ψυχὴ ἀνῆλθεν πρὸς τάς αἰωνίους μονάς, Ἀγγέλοις συνευφραίνεσθαι. Ἡμῖν κατέλιπε τὸ χαριτόβρυτον αὐτοῦ σκῆνος καὶ τάς μυροβόλους διδαχάς, τάς ἀποπνεούσας εὐωδίαν ἄρρητον οὐρανίας σοφίας. Ὁ Θεὸς τὸν γνήσιον αὐτοῦ φίλον, Ὅσιον Γερμανόν, ἀντεδόξασε μετὰ τὸν θάνατον αὐτοῦ διὰ πλήθους θαυμάτων. Οὕτως, ὁ ταχὺς βοηθὸς τῶν αὐτὸν ἐπικαλουμένων, συμφώνως ταῖς γραπταῖς μαρτυρίαις, ὄγκους ἀνιάτους ἀφανίζει, ἀσθενεῖς θεραπεύει, παραλύτους συσφίγγει καὶ ἑνὶ ἑκάστῳ πληροῖ τὰ δίκαια πρὸς σωτηρίαν αἰτήματα.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ.' Οὐκ ἐλάτρευσαν.

Στῦλε ἄσειστε, νηστείας, ταπεινώσεως, ἁγνείας, νήψεως, καρδιακῆς προσευχῆς καὶ δουλαγωγήσεως σαρκὸς γηΐνης σου, ἐπεστήριξας σῷ θείῳ παραδείγματι, Γερμανέ, τὸν Νέον Κόσμον.

λαρώτατε καὶ ἄγαν εὐσυμπάθητε ἱεραπόστολε, τῶν Ἀλεούτων πατὴρ φιλόστοργος πέφηνας καὶ ἱερώτατος, χαριτόβρυτε, διδάσκαλος φρονήματος Ὀρθοδόξου ἐν Ἀλάσκᾳ.

φιλόκαλος πατὴρ καὶ ἰσαπόστολος, ὅνπερ ὁ Κύριος πηγὴν θαυμάτων πολλῶν ἀνέδειξε, σήμερον τιμᾶται ᾄσμασιν πανευσχήμοσι παρὰ πιστῶν συστήματος, Γερμανὸς ὁ θεοφόρος.

Θεοτοκίον.

περένδοξε Παντάνασσα, ἁγίαζε τῶν ἀνυμνούντων σε τὰ ἔργα καὶ τὴν ζωὴν καὶ εὔθυνον πάντοτε τὰ διαβήματα πρὸς ἀπόκτησιν τῆς ἀρετῆς τῶν δούλων σου, Κεχαριτωμένη Μῆτερ.

Ὠδὴ η.' Παῖδας εὐαγεῖς.

νθος τῆς Ῥωσίας μυροβόλον, Μονῆς Βαλαὰμ εὐῶδες λείριον καὶ Ἀλάσκας ἴασμε, εὐωδίᾳ χάριτος τῆς θείας σου καθήδυνας πιστῶν ὁμήγυριν, ἐκθύμως, Γερμανέ, σὲ τιμῶσαν καὶ εκδεχομένην σὰς πρὸς Θεὸν πρεσβείας.

εραποστόλων κοσμιότης, θειότατε Γερμανέ, βραβεύων πόνους σου νυχθημέρους Κύριος Ὀρθοδόξου πίστεως διδάσκαλόν σε ἔδειξε καὶ ὑφηγήτορα ὁσίας βιοτῆς· ὅθεν πάντες σὲ ὑμνολογοῦμεν εὐτάκτως εἰς αἰῶνας.

Νήσων πολιστὴς τῶν Ἀλεούτων σεμνότατος, Γερμανὲ αἰδεσιμώτατε, πεφηνὼς ὠνόμασας νῆσον Σπροὺς τὴν σύσκιον εἰς Βαλαάμ, ἰσάγγελε, Νέον τῆς Μάνδρας σου εἰς μνείαν καὶ τιμὴν τῆς ἐνδόξου, ἀποστειλασάσης Βορρᾶ λαὸν φωτίσαι.

Θεοτοκίον.

Εὔσπλαγχνε πανευϊλάτου Μῆτερ Θεοῦ, διαφύλαττε σῇ χάριτι γένος τὸ χριστώνυμον, μέλπον σε ἀείποτε ἡδύστοις μελῳδήμασι καὶ θεῖον Τόκον σου δοξάζον ὁλοθύμως, Παρθένε, Κεχαριτωμένη, μερόπων προστασία.

Ὠδὴ θ.' Ἅπας γηγενής.

Σθένος ἐκ Θεοῦ λαβὼν ἠκολούθησας ἐνδόξων βήμασιν Ἀποστόλων, Ὅσιε, και τῆς Ἀλάσκας λαὸν ἐφώτισας μαρμαρυγαῖς ῥημάτων σου, θεοφορούμενε, ἐν ἐσχάτοις, Γερμανέ, τοῖς ἔτεσι, καὶ σεπτῶν διδαχῶν σου πυρσεύμασι.

λεων ἡμῖν τὸν Κτίστην ἀπέργασαι, Θεὸν καὶ Κύριον, Γερμανὲ θεσπέσιε, τῶν ἀνυμνούντων τάς κακουχίας σου πρὸς πίστεως ἑδραίωσιν Χριστοῦ Ὀρθόδοξον εἰς τὴν χώραν Ἀλεούτων, Ὅσιε, καὶ εἰς Ἀμερικῆς χθόνα ἅπασαν.

Σκέπε, Γερμανέ, καὶ φύλαττε πάντοτε τοὺς ἀνυμνοῦντάς σε ἐκ βελῶν τοῦ δράκοντος, ἀεὶ τὸ γένος ἡμῶν πτερνίζοντος, καὶ στήριζε τοὺς κήρυκας Χριστοῦ τῆς πίστεως, κοπιῶντας διὰ τὴν εὐσέβειαν καὶ Χριστοῦ ἀληθείας διάδοσιν.

Θεοτοκίον.

Χάριτος πηγὴ ἀκένωτε, Δέσποινα, εὐχαῖς σου δρόσιζε τὰς αὐχμώσας, πάναγνε, ψυχὰς σῶν δούλων, Θεογεννήτρια, τῶν ἀνυμνούντων ᾄσμασι τὰ μεγαλεῖά σου καὶ ζητούντων θείαν προστασίαν σου καὶ ἑτοίμην ἐν βίῳ βοήθειαν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὸν τοῦ Χριστοῦ τὸ ποίμνιον τὸ λογικὸν αὐξήσαντα, ἱεραπόστολον θεῖον Ἀλάσκας μέλψωμεν ὕμνοις ὡς ἀσκητὴν φιλόκαλον καὶ φωτιστὴν περίδοξον τῶν Ἀλεούτων κράζοντες· Φῶς, Γερμανέ, Νέου κόσμου ὤφθης ἐν χρόνοις ἐσχάτοις.

Θεοτοκίον.

Φωτὸς κατοικητήριον ἀδύτου, Μητροπάρθενε, ἡμῶν παθῶν σκοτομήνην μεγαλυνόντων σε πόθῳ διάλυσον πρεσβείαις σου πρὸς Φωτοδότην Κύριον, καὶ ἦμαρ ἐξανάτειλον ἡμῖν ταχὺ ἀπαθείας χρυσοφαές, Θεοτόκε.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ.' Ὢ, τοῦ παραδόξου θαύματος !

Πάτερ Γερμανέ, πανόσιε, Ἀλάσκας ὁ φωτιστής, Νέου Κόσμου διδάσκαλε καὶ ἱεραπόστολε θαυμαστὲ καὶ ἀκάματε· Ὀρθοδοξίας ἄσειστον ἔρεισμα καὶ ταμιοῦχε τῆς θείας χάριτος, πρῶτος ἐκήρυξας θεῖον Εὐαγγέλιον Ἀμερικῆς εἰς μεγάλην ἤπειρον, ἥνπερ ἠλλοίωσας.

Πάτερ Γερμανέ, ἀκένωτον τῶν ἰαμάτων πηγὴν τὸ σὸν λείψανον ἔδειξεν ὁ δοξάζων Κύριος εἰς Αὐτὸν τοὺς πιστεύοντας· ἰᾷ γὰρ πάθη ψυχῶν δυσίατα, σαρκὸς διώκεις τὰ ἀσθενήματα καὶ δίδως ἅπασιν ἄμφω τὴν ὑγίειαν τοῖς εὐλαβῶς ἰατρὸν ὡς τάχιστον ἀνευφημούντων σε.

Σκεῦος Παρακλήτου εὔχρηστον, ὁ ἡσυχίαν φιλῶν ἐκ νεότητος χρόνων σου, Ναζαρίου ῥήμασι τοῦ σεπτοῦ ἡγουμένου σου ὑπείκων ἦλθες κηρῦξαι Κύριον εἰς Ἀλεούτους, τὸν πάντας σῴζοντα, καὶ στῆσαι τρόπαιον Ὀρθοδόξου πίστεως εἰς τὸν Βορρᾶν, Γερμανὲ θειότατε, πατέρων κλέϊσμα.

Δεῦτε, Γερμανὸν φιλόκαλον, ἡσυχαστὴν θαυμαστόν, ἀπαθείᾳ κοσμούμενον, ταπεινώσει, δάκρυσιν, ἀσιτίᾳ, στερήσεσι καὶ νήψει ὕμνοις ἐγκωμιάσωμεν καὶ ὁλοθύμως αὐτῷ βοήσωμεν· Πάτερ παγκόσμιε, ὁ βαδίσας ἴχνεσι τῶν θεαυγῶν Ἀποστόλων, Κύριον ἡμῖν ἱλέωσαι.

Δόξα. Ἦχος πλ. α.'

ς νοητὸς εὐσεβείας ἥλιος ἀρτιφανῶς Ἀλεούτων ἐν νήσοις ἀνέτειλας καὶ τῆς ἀγνωσίας τοὺς πάγους κατέτηξας θερμαντικοῖς, Γερμανὲ Ὅσιε, λόγοις σου· ὅθεν ὡς θερμαντῆρα πίστεως καὶ φωτιστὴν λαῶν τιμῶντές σε τάς εὐχάς σου πρὸς Κύριον ἐκδεχόμεθα τὸν ἐκ τοῦ χειμῶνος τῆς φθορᾶς εἰς τὸ ἔαρ τῆς ἀφθαρσίας πάντας ἑλκύοντα.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τὴν Θείαν Λειτουργίαν

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.

Ἀπόστολος.

Ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ ' Ἑβδομάδος.

Προκείμενον. Ἦχος βαρύς  [Ψαλμός 115]

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Στίχ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν;

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ.  5:22-6:2

δελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

λληλούϊα[γ΄].  Ἦχος πλ. β΄ [Ψαλμός 111].

Στίχ.  Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Στίχ. δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.

Εὐαγγέλιον

Ζήτει τῇ Πέμπτῃ τῆς Δ Ἑβδομάδος.

κ τοῦ κατὰ Ματθαῖον.

Κεφ. 11: 27-30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.

Μεγαλυνάριον.

Χαίροις, ἄνθος Μάνδρας τοῦ Βαλαάμ, τὸ ἐν τῇ Ἀλάσκᾳ ἑξανθῆσαν ἀσκητικῶς, Γερμανέ, καὶ πᾶσαν μυρίσαν οἰκουμένην ὀδμαῖς σεπτῶν καμάτων καὶ θείων λόγων σου.