The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΓ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τῶν ἐγκαινίων τῆς ἁγίας τοῦ Χριστοῦ ἡμῶν Ἀναστάσεως, καὶ Προεόρτια τῆς Ὑψώσεως τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, καὶ τοῦ Ἁγίου Μάρτυρος Κορνηλίου τοῦ Ἑκατοντάρχου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τῶν Ἐγκαινίων γ’ καὶ τοῦ Ἁγίου Προσόμοια γ’.

Τῶν Ἐγκαινίων.

Ἦχος πλ. β’

γκαίνια τιμᾶσθαι, παλαιὸς νόμος, καὶ καλῶς ἔχων· μᾶλλον δὲ τὰ νέα τιμᾶσθαι δι᾿ Ἐγκαινίων· ἐγκαινίζονται γὰρ νῆσοι πρὸς Θεόν, ὥς φησιν Ἡσαΐας· ἅς τινας ὑποληπτέον τὰς ἐξ ἐθνῶν Ἐκκλησίας, ἄρτι καθισταμένας, καὶ πῆξιν λαμβανούσας βάσιμον τῷ Θεῷ· διὸ καὶ ἡμεῖς, τὰ παρόντα Ἐγκαίνια πνευματικῶς πανηγυρίσωμεν.

Ὁ αὐτὸς.

γκαινίζεσθε ἀδελφοί· καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενοι, ἐν καινότητι ζωῆς πολιτεύεσθε, πᾶσι χαλινὸν ἐπιθέντες, ἐξ ὧν ὁ θάνατος· πάντα τὰ μέλη παιδαγωγήσωμεν, πᾶσαν πονηρὰν τοῦ ξύλου βρῶσιν μισήσαντες, καὶ διὰ τοῦτο μόνον μεμνημένοι τῶν παλαιῶν, ἵνα φύγωμεν· Οὕτως ἐγκαινίζεται ἄνθρωπος, οὕτω τιμᾶται ἡ τῶν Ἐγκαινίων ἡμέρα.

Ὁ αὐτὸς Ἀνατολίου.

θου πύργον ἰσχύος, τὴν Ἐκκλησίαν σου Χριστέ, προαιώνιε Λόγε· ἐθεμελίωσας γὰρ αὐτήν, ἐπὶ πέτραν τῆς πίστεως· διὸ ἀσάλευτος διαμένει εἰς τὸν αἰῶνα, ἔχουσά σε τὸν δι᾿ αὐτὴν ἐπ᾿ἐσχάτων, ἀτρέπτως γενόμενον ἄνθρωπον, εὐχαριστοῦντες οὖν, ἀνυμνοῦμέν σε λέγοντες· Σὺ εῖ ὁ πρὸ τῶν αἰώνων, καὶ ἐπ᾿ αἰῶνα, καὶ ἔτι βασιλεύς ἡμῶν· δόξα σοι.

Τοῦ Ἁγίου.

Ἦχος δ’

Ἔδωκας σημείωσιν.

Χριστὸς ἐπινεύσας σου, ταῖς εὐποιΐαις Κορνήλιε, καὶ ταῖς θείαις ἐντεύξεσιν, Ἄγγελόν σοι Ἅγιον, ἀποστέλλει ὅλον, σὲ φωταγωγοῦντα· καὶ Ἀποστόλων Ἱερῶν, τὸν Κορυφαῖον ἀνακαινίζοντα, δι᾿ ὕδατος καὶ Πνεύματος, σὲ πανοικὶ ἀξιάγαστε, καὶ μυοῦντα τὰ κρείττονα, τῇ τοῦ Πνεύματος χάριτι.

Χρῖσμα περικείμενος, ἱερωσύνης διέδραμες, τὸ σωτήριον κήρυγμα, κηρῦξαι τοῖς ἔθνεσιν, ἐκριζῶν τῆς πλάνης, ἀκάνθας θεόφρον, καὶ ἐμφυτεύων ἀπλανῆ, διδασκαλίαν ψυχαῖς ἐν πνεύματι· διὸ σε μακαρίζομεν, ὡς Ἱεράρχην θεόληπτον, καὶ ἀήττητον Μάρτυρα, γεγηθότες Κορνήλιε.

Τρόποις σου χρηστότητος, ἀκολουθοῦντες οἱ ἄφρονες, ἀπεδείχθησαν ἔμφρονες, θανὼν δὲ καὶ φύσεως, νόμῳ κατοικήσας, μακάριον τάφον, τοῦτον πηγὴν ἀποτελεῖς, πολλῶν θαυμάτων, σοφὲ Κορνήλιε, ἰώμενος τοὺς κάμνοντας, καὶ φυγαδεύων τὰ πνεύματα, πονηρίας ἐν Πνεύματι, τῷ Ἁγίῳ θεόπνευστε.

Δόξα... Ἦχος πλ. Β’

Ἰωάννου Μοναχοῦ.

Τὴν μνήμην τῶν Ἐγκαινίων, ἐπιτελοῦντες Κύριε, σὲ τὸν τοῦ ἁγιασμοῦ δοτῆρα δοξάζομεν, δεόμενοι ἁγιασθῆναι ἡμῶν, τὰ αἰσθητήρια τῶν ψυχῶν, τῇ πρεσβείᾳ τῶν ἐνδόξων ἀθλοφόρων, ἀγαθὲ Παντοδύναμε.

Καὶ νῦν... Ὁ αὐτὸς.

Σήμερον ξύλον ἐφανερώθη, σήμερον γένος Ἑβραίων ἀπώλετο, σήμερον διὰ πιστῶν Βασιλέων, ἡ πίστις φανεροῦται· καὶ ὁ Ἀδὰμ διὰ τοῦ ξύλου ἐξέπεσε, καὶ πάλιν διὰ ξύλου δαίμονες ἔφριξαν, Παντοδύναμε Κύριε, δόξα σοι.

Εἴσοδος, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Βασιλειῶν τρίτης τὸ Ἀνάγνωσμα

(Κεφ. 10, 22-23, 27-31)

στη Σολομὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διαπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπε· Κύριε ὁ Θεός Ἰσραήλ, οὐκ ἔστι Θεὸς ὡς σὺ ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πῶς ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα ἐν τῷ ὀνόματί σου; Πλὴν καὶ ἐπιβλέψεις ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούειν τῆς δεήσεως καὶ τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου· πρὸς σὲ σήμερον, τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεῳγμένους εἰς τὸν οἶκον τοῦτον, ὃν εἴπας, ἔσται τὸ ὄνομά σου ἐκεῖ. Τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. Καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου, καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ἃ ἂν προσεύχωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ εἰς τὸν τόπον τῆς κατοικήσεώς σου ἐν τῷ οὐρανῷ, καὶ ποιήσεις, καὶ ἵλεως ἔσῃ αὐτοῖς.

Παροιμιῶν τὸ ἀνάγνωσμα.

(Κεφ. 3, 19-34)

Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Ἐν αἰσθήσει αὐτοῦ ἄβυσσοι ἐρράγησαν, νέφη δὲ ἐρρύει δρόσον. Υἱέ, μὴ παραρρυῇς, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχή, καὶ χάρις ᾗ περὶ τῷ τραχήλῳ· ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου· ἵνα πορεύῃ πεποιθώς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. Ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἠδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, μὴ ἀγρευθῇς. Μὴ ἀπόσχου εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τὶ τέξεται ἡ ἐπιοῦσα. Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακά, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, ἵνα μήτι εἰς σὲ ἐργάσητε κακόν. Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδὲ ζήλου τὰς ὁδούς αὐτῶν· ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδρευει. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Kεφ. 9, 1-11)

σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα. 'Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με· καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν. Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολίπετε ἀφροσύνην καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ ἁγίων, σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τὸν Στίχον, Στιχηρὰ τοῦ Σταυροῦ.

Ἦχος πλ. α’

Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα, δι᾿ οὗ ἐξηφάνισται, ἡ φθορὰ καὶ κατήργηται, καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια. Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων, Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Χαίροις ὁ τοῦ Κυρίου Σταυρός, δι᾿ οὗ ἐλύθη τῆς ἀρᾶς τὸ ἀνθρώπινον, τῆς ὄντως χαρᾶς σημεῖον, ὁ καταράσσων ἐχθρούς, ἐν τῇ σῇ ὑψώσει πανσεβάσμιε· ἡμῶν ἡ βοήθεια, βασιλέων κραταίωμα, σθένος δικαίων, Ἱερέων εὐπρέπεια, ὁ τυπούμενος, καὶ δεινῶν ἐκλυτρούμενος, ῥάβδος ἡ τῆς δυνάμεως, ὑφ᾿ ἧς ποιμαινομεθα· ὅπλον εἰρήνης ἐν φόβῳ, ὃ περιέπουσιν Ἄγγελοι, Χριστοῦ θεία δόξα, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχ. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενούντων ἰατρὸς ἡ ἀνάστασις, ἁπάντων τῶν τεθνεώτων, ὁ ἀνυψώσας ἡμᾶς, εἰς φθορὰν πεσόντας, Σταυρὲ τίμιε· δι᾿ οὗ διαλέλυται, ἡ φθορὰ καὶ ἐξήνθησεν, ἡ ἀφθαρσία, καὶ βροτοὶ ἐθεώθημεν, καὶ διάβολος, παντελῶς καταβέβληται. Σήμερον ἀνυψούμενον, χερσὶ καθορῶντές σε, Ἀρχιερέων ὑψοῦμεν, τὸν ὑψωθέντα ἐν μέσῳ σου, καὶ σὲ προσκυνοῦμεν, ἀρυόμενοι πλουσίως, τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος β’

Ἀνατολίου.

Τὸν ἐγκαινισμὸν τελοῦντες, τοῦ πανιέρου ναοῦ τῆς σῆς Ἀναστάσεως, σὲ δοξάζομεν Κύριε, τὸν ἁγιάσαντα τοῦτον, καὶ τελειώσαντα τῇ αὐτοτελεῖ σου χάριτι· καὶ τερπόμενον ταῖς ἐν αὐτῷ ἱερουργουμέναις, ὑπὸ πιστῶν μυστικαῖς καὶ ἱεραῖς τελεταῖς· καὶ προσδεχόμενον ἐκ χειρὸς τῶν δούλων σου, τὰς ἀναιμάκτους καὶ ἀχράντους θυσίας· ἀντιδιδόντα τε τοῖς ὀρθῶς προσφέρουσι, τὴν τῶν ἁμαρτημάτων κάθαρσιν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν... Ὁ αὐτὸς.

Θεῖος θησαυρὸς ἐν γῇ κρυπτόμενος, τοῦ Ζωοδότου ὁ Σταυρός, ἐν οὐρανοῖς ἐδείκνυτο Βασιλεῖ εὐσεβεῖ, νίκης κατ᾿ ἐχθρῶν, ὑπογραμμὸν δηλῶν νοερόν· ὃν γεγηθὼς πίστει καὶ πόθῳ, θεόθεν ἀναδραμὼν πρὸς θεωρίας ὕψωσιν, σπουδῇ μεγίστῃ, ἐκ γῆς λαγόνων ἀνέφηνεν, εἰς κόσμου λύτρον, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον τῶν Ἐγκαινίων.

Ἦχος δ’

ς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν, τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, πρεσβείαις τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις.

Δόξα... Καὶ νῦν...

Τοῦ Σταυροῦ . Ἦχος β’

Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετα τὴν α’ Στιχολογίαν

Κάθισμα  Ἦχος δ’

Ταχὺ προκατάλαβε.

Τὰ πάντα ἐφώτισε τῇ παρουσίᾳ Χριστός, τὸν κόσμον ἀνεκαίνισε Πνεύματι θείῳ αὐτοῦ· ψυχαὶ ἐγκαινίζονται· οἶκος γὰρ ἀνετέθη, νῦν εἰς δόξαν Κυρίου, ἔνθα καὶ ἐγκαινίζει, τῶν πιστῶν τὰς καρδίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, εἰς σωτηρίαν βροτῶν.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

Μετὰ τὴν β’ Στιχολογίαν.

Κάθισμα  ὅμοιον.

όρτιος σήμερον τῶν Ἐγκαινίων πιστοί, ἡμέρα κατέλαβε, τὴν ἐκλογὴν τοῦ Χριστοῦ, ἡμᾶς καὶ προτρέπεται, πάντας ἐγκαινισθῆναι, καὶ φαιδρῷ τῷ προσώπῳ, ᾄσματα τῷ Δεσπότῃ, ἐκ μυχοῦ τῆς καρδίας, ᾆσαι πιστῶς ὡς λυτρωτῇ, καὶ ἡμᾶς ἐγκαινίζοντι.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

Ὁ Ν’ καὶ οἱ Κανόνες.

Κανὼν ὁ Προεόρτιος, οὗ ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων. Γερμανοῦ.

Ὠδὴ α’  Ἦχος δ’  Ὁ Εἱρμὸς.

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι· ὅπως σοι ὡς ἐν τυμπάνῳ τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.

γάλλου οὐρανὲ καὶ ἡ γῆ εὐφραινέσθω, ὁ πανάγιος Σταυρός, προέρχεται ἡμᾶς, ἁγιάζων ἐν χάριτι, τοῦτον κατασπαζομένους, ὡς πηγὴν ἁγιάσματος, καὶ τῆς πάντων θεώσεως αἴτιον.

Βαδίζειν εὐσεβῶς τὴν οὐράνιον τρίβον, ἐνδυνάμωσον ἡμᾶς, πανάγιε Σταυρὲ τοὺς πιστῶς προσκυνοῦντάς σε, ὅπως τὰ τῶν ἐναντίων ἀποκλίναντες βάραθρα κοινωνοὶ θείας δόξης γενώμεθα.

Γνωστοὶ τῷ Ποιητῇ, διὰ σοῦ γεγονότες, πανσεβάσμιε Σταυρέ, καρδίᾳ καὶ ψυχῇ, προσπτυσσόμεθα πάντοτε, σὲ προκείμενον ὁρῶντες, καὶ τὸν νοῦν φωτιζόμεθα, τόν παναίτιον Λόγον δοξάζοντες.

Θεοτοκίον.

πόλις τοῦ Θεοῦ, τὸ τοῦ παμβασιλέως, Θεοδόχον εὐαγὲς κειμήλιον σεπτόν, Θεοτόκε πανάμωμε, φρούρησον τὴν κληρουχίαν, τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον σου.

Κανὼν τῶν Ἐγκαινίων.

Ἰωάννου Μοναχοῦ.

Ὠδὴ α’  Ἦχος δ’

Θαλάσσης, τὸ ἐρυθραῖον.

στύλῳ καθοδηγῶν τὸ πρότερον τὸν ἐκλεκτὸν Ἰσραήλ, διὰ λουτροῦ βαπτίσματος Χριστέ, ἐν Σιὼν κατεφύτευσας τὴν Ἐκκλησίαν κράζουσαν· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.

Σήμερον, τῆς ἀπροσίτου δόξης σου, ἡ ἐπιφοίτησις, τὸν ἐπὶ γῆς παγέντα σοι ναόν, οὐρανὸν κατεσκεύασεν, ἐν ᾧ συμφώνως ψάλλομεν· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.

Οὐ νόμῳ, ἡ Ἐκκλησία Κύριε, ἐγκαλλωπίζεται, οὐ δουλικῶν ἐκτάσεσι χειρῶν, τοῦ Σταυροῦ δὲ τῇ χάριτι, ἐγκαυχωμένη ψάλλει σοι· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.

Θεοτοκίον.

σπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι᾿ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Τῶν θαυμάτων σου τὸ κλέος μέλπω μάκαρ. Ἰωσήφ.

Ὠδὴ α’  Ἦχος πλ. α’

Ἵππον καὶ ἀναβάτην.

Ταύτην σου τὴν φωσφόρον, καὶ θείαν κοίμησιν, καὶ ὑπέρλαμπρον μνήμην, καὶ ἱερὰν πανήγυριν, τοὺς πανηγυρίζοντας, ταῖς εὐχαῖς σου φώτισον, Ἱεράρχα θεομακάριστε.

φθης καὶ πρὸ τελείας, σοφὲ μυήσεως, ταῖς ἐλεημοσύναις, καὶ ταῖς εὐχαῖς Κορνήλιε, σχολάζων πανόλβιε, καὶ τὸν πάντων Κύριον, διανοίας ζητῶν εὐθύτητι.

Νόμους τοὺς σωτηρίους, σαφῶς ἐξέμαθες, τοῦ σαρκὶ ἑνωθέντος, δι᾿ ἄκραν ἀγαθότητα, τοῦ τῶν Ἀποστόλων σε, Κορυφαίου νεύσεσι, τοῦ Δεσπότου Μάκαρ μυήσαντος.

Θεοτοκίον.

Θέλγεις πιστῶν καρδίας, ἀεὶ δοξάζειν σε, ἀκορέστῳ ἐφέσει, Θεογεννῆτορ Δέσποινα· δόξα χρηματίζεις γάρ, τῶν βροτῶν κυήσασα, τὸν τῆς δόξης Κύριον ἄχραντε.

Προεόρτιος

Ὠδὴ γ’  Ὁ Εἱρμὸς.

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ᾿ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν ἅγιος, πλήν σου Φιλάνθρωπε.

Δόξαν Χριστοῦ σε, χρηματίσαντα πίστει δοξάζομεν, δοξαζόμενοι ταῖς σαῖς, δεδοξασμένε Κυρίου Σταυρέ, σεπταῖς περιπτύξεσι, καὶ φωτιζόμενοι.

ν εὐφροσύνῃ, προσελθόντες Πιστοὶ ἀρυσώμεθα, ὡς ἐκ κρήνης καθαρᾶς Σταυροῦ, ἀείζωα νάματα, καὶ διασῳζόμενοι, Θεὸν ὑμνήσωμεν.

Ζωὴ ὑπάρχων, Ἰησοῦς κρεμασθεὶς τεθανάτωται, ἐπὶ ξύλου τοῦ Σταυροῦ· ὃν νῦν πιστῶς προσπτυσσόμενοι, πάθη ἀποφεύγομεν, θανάτου πρόξενα.

Θεοτοκίον.

πιφανεῖσα, τῆς ψυχῆς μου τὸ σκότος ἀπέλασον, ἁμαρτίας τὰς σειρᾶς, ἁγνὴ Παρθένε διάρρηξον, σῶσόν με κυήσασα, τὸν Πανοικτίρμονα.

Τῶν Ἐγκαινίων.

Εὐφραίνεται ἐπὶ σοὶ.

γίασας ἐπὶ γῆς, τὴν Ἐκκλησίαν σου Χριστὲ Πνεύματι, χρίσας αὐτὴν σήμερον, σῆς ἀγαλλιάσεως ἔλαιον.

Θεμέλιόν σε Χριστέ, ἡ Ἐκκλησία ἀρραγὲς ἔχουσα, τῷ σῷ Σταυρῷ στέφεται, ὡς βασιλικῷ διαδήματι.

νέδειξας ἀγαθέ, τὴν χειροποίητον σκηνὴν σήμερον, τῆς ὑπὲρ νοῦν δόξης σου, οἰκονομικῶς οἰκητήριον.

Θεοτοκίον.

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ χαῖρε προσάγομεν.

Τοῦ Ἁγίου.

Ὁ πήξας ἐπ᾿ οὐδενὸς.

γίου τὸν φωτισμόν, μετέλαβες Πνεύματος, καὶ τὴν θείαν χάριν ἐκ θείου στόματος, ὅλην εἰσεδέξω πανοικί, τοῦ θείου Κορυφαίου, ἐπιστασίαις καταγγέλλοντος, τὰ σωτηριώδη διδάγματα.

ψώθης ταῖς ἀρεταῖς, ὡς κέδρος ὑψίκομος, καὶ καρποὺς εὐώδεις ἡμῖν προσήνεγκας, τὴν τῶν διδαγμάτων παροχήν, τὴν χάριν τῶν θαυμάτων, καὶ ἰαμάτων τὴν ἐνέργειαν, μάκαρ Ἱεράρχα Κορνήλιε.

Μεγίστης ἀξιωθείς, εὐκλείας Κορνήλιε, σὺν τῷ Κορυφαίῳ καὶ ἄλλοις πλείοσιν, ἔδραμες κηρύττων πανταχοῦ, τὸ κήρυγμα τὸ θεῖον, δι᾿ οὗ ἡμεῖς φωταγωγούμενοι, σκότους ἀγνωσίας ἐρρύσθημεν.

Θεοτοκίον.

γνείας φωτοειδές, γεγένησαι σκήνωμα, καὶ τὸν φωτοδότην φέρεις σαρκούμενον, ἄνθρωπον ὀφθέντα καθ᾿ ἡμᾶς, διὰ φιλανθρωπίαν, καὶ τὴν φθορὰν ἐξαφανίσαντα, Ἄφθορε βροτῶν ἡ ἀνάκλησις.

Κάθισμα  Ἦχος πλ. Δ’

Τὸ προσταχθὲν.

Τοῦ μαρτυρίου τὴν σκηνὴν Θεὸς παρέδειξε, καὶ ὁ θεσπέσιος Μωσῆς ἐν γῇ ἐπήξατο, καὶ ναὸν ἐγκαινίζει Σολομὼν ἐν θυσίαις· ἡμεῖς δὲ ἐπὶ τὴν νέαν Ἱερουσαλήμ, τῇ πίστει καταφυγόντες δαυϊτικῶς, δῶμεν θείαν ἀνύμνησιν, τῷ Σταυρωθέντι δι' ἡμᾶς, αἰτούμενοι συγχώρησιν, πάντων ὧν περ ἡμάρτομεν.

Κάθισμα τοῦ Σταυροῦ.

Ἦχος δ’

Ἐπεφάνης σήμερον.

Σταυρός σου Κύριε, ὡς φῶς ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει· καὶ πιστούς, καταφαιδρύνει τοὺς ψάλλοντας· Σταυρὸς ὑπάρχει, τοῦ κόσμου τὸ καύχημα,

Δόξα... τοῦ Ἁγίου  ὅμοιον.

παρχὴν ἁγίαν σε, ἡ Ἐκκλησία, ἐξ ἐθνῶν ἐδέξατο, καταφωτίζοντα αὐτήν, ταῖς ἐναρέτοις σου πράξεσιν, Ἱερομύστα, θεόφρον Κορνήλιε.

Καὶ νῦν... Θεοτοκίον.

Ταχὺ προκατάλαβε.

ν πίστει τὰ Ἐγκαίνια, ἐπιτελοῦμεν φαιδρῶς, τοῦ οἴκου σου Ἄχραντε, εὐλογημένη ἁγνή, Παρθένε πανύμνητε· χαίροντες τῇ ἐλπίδι, τῇ εἰς σὲ Θεοτόκε, αἰτοῦμέν σε τοῦ πρεσβεύειν, τῷ Σωτῆρι ἀπαύστως, αὐτῷ τῷ σαρκωθέντι ἐκ σοῦ, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Προεόρτιος.

Ὠδὴ δ’  Ὁ Εἱρμὸς.

Δι᾿ ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις.

λιόμορφος ὁρώμενος προσκυνεῖται, ὑπὸ πιστῶν ἀνθρώπων, ὁ Σταυρὸς τοῦ Κυρίου, ὃν κατασπαζόμενοι, ψυχὰς φωτιζόμεθα.

Θεὸς Κύριος σαρκούμενος ἐπεφάνη, καὶ ὑψωθεὶς ἐν ξύλῳ, τοὺς αὐτὸν προσκυνοῦντας, φωτίζει ἑκάστοτε, δεινῶν ἐξαιρούμενος.

λασμὸν ἡμῖν καὶ ἄφεσιν τῶν πταισμάτων, Λόγε Θεοῦ παράσχου, τοῖς πιστῶς προσκυνοῦσι, σήμερον προκείμενον, Σταυρόν σου τὸν τίμιον.

Θεοτοκίον.

Μὴ κενώσας τοὺς Πατρῴους ὁ Λόγος κόλπους, σοῦ ἐν τοῖς κόλποις Κόρη, ἀνεκλίθη ὡς βρέφος, θέλων ἀναπλάσαι με, φθορᾷ ὑποκείμενον.

Τῶν Ἐγκαινίων.

Ἐπαρθέντα σε ἰδοῦσα.

Οὐκ ἐν θύμασιν ἀλόγων ἡ Ἐκκλησία, ἀλλὰ τῷ σῷ τιμίῳ ἐκ πλευρᾶς ζωηφόρου, αἵματι ῥαντίζεται, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

Τὰ σκηνώματα Κυρίου ἠγαπημένα, τοῖς κατιδεῖν ποθοῦσιν ἀνακεκαλυμμμένως, τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, συμφώνως κραυγάζουσι· Δόξα τῇ δυνάμει σου Κύριε.

Εἰκονίζουσα τὴν χρῖσιν ἡ Ἐκκλησία, τοῦ ἐκλεκτοῦ λαοῦ σου τὸ πολύτιμον μύρον, σήμερον ἀλείφεται, τὴν θείαν τοῦ Πνεύματος, χάριν ἀοράτως λαμβάνουσα.

Θεοτοκίον.

πειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

Τοῦ Ἁγίου.

Τὴν θείαν ἐννοήσας σου.

Τοῦ Πνεύματος τὴν χάριν δεξάμενος, ἥλιος ὥσπερ φωταυγής, τὴν γῆν ἐπῆλθες Κορνήλιε, ἀποδιώκων τὸ σκότος, τῆς εἰδωλομανίας πανεύφημε.

ς μέγας ποταμὸς ἐκπεπόρευσαι, ἅπαν τὸ πρόσωπον τῆς γῆς, ἀρδεύων θείοις διδάγμασι, καὶ τὰ ζιζάνια πνίγων, τὰ τῆς πολυθεΐας Κορνήλιε.

Νεκρὸς παντὶ τῷ κόσμῳ γενόμενος, τοῦ νεκρωθέντος δι᾿ ἡμᾶς, τὴν θείαν ἔγερσιν ἅπασι, τοῖς ἐκ παθῶν νεκρωθεῖσι, διήγγειλας παμμάκαρ Κορνήλιε.

Θεοτοκίον.

Σοφίας καθαρὸν ἐνδιαίτημα, τῆς τοῦ Πατρὸς ὑπερφυῶς, ἁγνὴ Παρθένε γεγένησαι· δι᾿ ἧς ἡμᾶς τῆς κακίας, νυνὶ τοῦ σοφιστοῦ ἐλυτρώθημεν.

Προεόρτιος.

Ὠδὴ ε’  Ὁ Εἱρμὸς.

Τὸν φωτισμόν σου Κύριε, κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς τῶν πταισμάτων, λῦσον ἀγαθέ, τὴν σὴν εἰρήνην οὐρανόθεν δωρούμενος».

Κατὰ παθῶν ἐνίσχυσον, ἡμᾶς φθοροποιῶν, τοὺς σὲ τιμῶντας, καὶ ἀσπαζομένους τίμιε Σταυρέ, ἁγίου πάθους, ἁγιώτατον σύμβολον.

Λελαμπρυσμένοι σήμερον καρδίας καὶ ψυχάς, καλῶν ἰδέαις, προσέλθωμεν πιστοί, καὶ τὸ σεπτὸν καὶ θεῖον ξύλον, τοῦ Σταυροῦ προσκυνήσωμεν.

Μερρᾶς γλυκαίνει πρότερον τὰ ὕδατα Μωσῆς, σημαίνων ξύλῳ, σὲ τίμιε Σταυρέ, δι᾿ οὗ γλυκασμὸν σωτηριώδη, τοῖς βροτοῖς ἐναπέσταξας.

Θεοτοκίον.

πὲρ ἡμῶν δυσώπησον, Χριστὸν τὸν ἐκ τῶν σῶν, ἀγνῶν αἱμάτων, πανάχραντε Κόρη, σάρκα ὑλικὴν ἠμφιεσμένον, καὶ βροτοὺς ἀναπλάσαντα.

Τῶν Ἐγκαινίων.

Σὺ Κύριέ μου φῶς.

Σὺ πάλαι ἐν Σινᾷ, σκηνὴν ἀχειροποίητον, ὑπέδειξας τῷ θεόπτῃ, Μωϋσῇ διαγράφων, Χριστὲ τὴν Ἐκκλησίαν σου.

Σὺ Κύριε σκηνήν, ἐπὶ γῆς κατεσκεύασας, σὺ τάξεσιν οὐρανίαις, τῶν βροτῶν τὰς χορείας, συνάπτεις τῇ δυνάμει σου.

Σὲ Κύριε πηγήν, τῆς ζωῆς ἐπιστάμεθα· σὺ Ἅγιε τὴν εἰρήνην, ἐλθὼν εὐηγγελίσω, Χριστὲ τῇ Ἐκκλησίᾳ σου.

Θεοτοκίον.

Σὲ ὅπλον ἀρραγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα· σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν Σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Τοῦ Ἁγίου.

Ὁ ἀναβαλλόμενος.

λος ἀνακείμενος, τῷ Παντοκράτορι, κωφοῖς ξοάνοις ἱερομύστα, σέβας οὐ προσένειμας, ὑπὸ μιαιφόνων, ἀνθρώπων συνωθούμενος.

ψιστον ἀόρατον, Θεὸν Κορνήλιε, ἐν ἐκτενείᾳ ἐπεκαλέσω, καὶ ναὸν ἠδάφισας, βδελυκτῶν ξοάνων, μεγάλως θαυμαζόμενος.

Τὸ τοῦ Παντοκράτορος, φυλάττων πρόσταγμα, ἐφυλακίσθης, δεσμὰ ὑπέστης, καὶ δεσμῶν ἀπέλυσας, τῆς κακοπιστίας, τοὺς ἄφρονας θεόσοφε.

Θεοτοκίον.

μβρησὸν μοι Πάναγνε, πταισμάτων ἄφεσιν, ἐπίσκεψαί με τὸν ἀσθενοῦντα, καὶ κλυδωνιζόμενον, συμφοραῖς τοῦ βίου, καὶ πάθεσι τοῦ σώματος.

Προεόρτιος.

Ὠδὴ ς’  Ὁ Εἱρμὸς.

λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ᾿ ὡς Θεὸς ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος.

Νυγεὶς ἐπὶ σοὶ πλευρὰν ὁ Κτίστης, Σταυρὲ ἐθελουσίως, ἀναρτώμενος, αἷμα καὶ ὕδωρ ἀποκενοῖ, δι᾿ ὧν ἀνεπλάσθημεν, οἱ πιστῶς σε ἀσπαζόμενοι.

Ξύλον ζωοδώρητον Κυρίου, πηγὴ ἀθανασίας, ἀπολύτρωσις παντὸς τοῦ κόσμου, σῷζε ἡμᾶς, τοὺς ἀσπαζομένους σε, ὡς φρουρὸν ἡμῶν σωτήριον.

πλον ἡμῖν ἄρρηκτον ἐδόθης, δι᾿ οὗ νικῶμεν πάσας, τὰς ἐνέδρας τῶν ἀντικειμένων, θεῖε Σταυρέ, οἱ ψυχῆς εὐθύτητι, ἱερῶς σε ἀσπαζόμενοι.

Θεοτοκίον.

γιος ναὸς τοῦ ἐν Ἁγίοις, ἐπαναπεπαυμένου, ἐχρημάτισας Θεογεννῆτορ· ὅθεν ἡμᾶς, τοὺς πιστῶς ὑμνοῦντάς σε, ἁγιάζεις Μητροπάρθενε.

Tῶν Ἐγκαινίων.

Θύσω σοι, μετὰ φωνῆς.

Τοῦ κάλλους, ὁ Βασιλεὺς Χριστὸς ἐπεθύμησε, νῦν τῆς σεπτῆς Ἐκκλησίας, καὶ ἐθνῶν μητέρα ἀπέδειξεν, ἐκ δουλείας, υἱοθετουμένων διὰ τοῦ Πνεύματος.

Φρίττουσι, τῶν δυσμενῶν δαιμόνων αἱ φάλαγγες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τοῦ Σταυροῦ τῷ τύπῳ σημειουμένην, καὶ σκιάζει, ἁγιαστικὴ τοῦ Πνεύματος ἔλλαμψις.

Οὐ ψάμμον, ἀλλὰ Χριστὸν θεμέλιον ἔχουσα, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, στεφανοῦται κάλλει τῷ ἀπροσίτῳ, καὶ διαδήματι, τῆς βασιλείας ἐγκαλλωπίζεται.

Θεοτοκίον.

θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως συλλαβοῦσα, οὐκ ἐστενοχώρησε.

Τοῦ Ἁγίου.

Μαινομένην κλύδωνι.

Καθαρῶς ποιούμενος, τὰς εὐχάς σου, Ἄγγελον Θεοῦ, φανερῶς τεθέασαι μυοῦντά σε, τὰ κρείττονα, καὶ σωτηρίας ἐχόμενα.

Λαμπρυνθεὶς τῷ πνεύματι, φωτοβόλος γέγονας ἀστήρ, φωτοβόλοις λάμψεσι τὰ πέρατα, φωταγωγῶν, Ἱερομύστα Κορνήλιε.

πιγνοὺς τὸν Κύριον, ὁ τῇ πλάνῃ πρώην σκοτισθείς, ἀνανεύει Μάκαρ τῇ ἐντεύξει σου, καὶ πανοικί, θείαν εἰσδέχεται κάθαρσιν.

Θεοτοκίον.

τῆς δόξης Κύριος, ἐξ αἱμάτων σου παρθενικῶν, ἐσαρκώθη μόνος ὡς ἐπίσταται, Πανύμνητε, σῴζων ἡμᾶς ἀγαθότητι.

Κοντάκιον τῶν Ἐγκαινίων.

Ἦχος δ’

Ἐπεφάνης σήμερον.

Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας, φωταγωγοῦσα τοὺς πιστούς· ἐν ᾧ ἑστῶτες κραυγάζομεν· Τοῦτον τὸν οἶκον, στερέωσον Κύριε.

Ὁ Οἶκος.

πιδημήσαντος ἡμῖν, τοῦ Λόγου κατὰ σάρκα, ὁ τῆς βροντῆς μὲν γόνος φησὶ καθυπογράφων· Ἐθεασάμεθα φαιδρῶς τὴν δόξαν, ἣν εἶχεν ὁ Υἱὸς παρὰ τοῦ Πατρός, ἐν ἀληθείας χάριτι. Ὅσοι δὲ πίστει τοῦτον ἐλάβομεν, ἔδωκε τοῖς πᾶσιν ἐξουσίαν, τοῦ γενέσθαι τέκνα Θεοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς ἀναγεννηθέντες, ἀλλ᾿ ἐκ Πνεύματος Ἁγίου ἐπαυξηθέντες, οἶκον προσευχῆς ἐπήξαμεν, καὶ βοῶμεν· Τοῦτον τὸν οἶκον στερέωσον Κύριε.

Συναξάριον.

Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἐγκαινίων τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἀναστάσεως.

Στίχοι

Νόμον παλαιὸν Ἰσραὴλ πληρῶν νέος,

γκαινίοις σοι τὸν τάφον τιμᾷ Λόγε.

Τύχθη ἀναστάσεως τρισκαιδεκάτῃ καινισμός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κορνηλίου τοῦ Ἑκατοντάρχου.

Στίχοι

Ζωῆς ἀπίστου Κορνήλιον ἐξάγεις,

Πιστῶν ἀπαρχὴν τῶν ἐθνῶν Χριστέ μου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κρονίδου, Λεοντίου, Σεραπίωνος, Στράτωνος, Σελεύκου, Μακροβίου, Γορδιανοῦ, Ζωτικοῦ, Ἠλεί, Λουκιανοῦ, καὶ Οὐαλεριανοῦ.

ὅσιος πατὴρ ἡμῶν Πέτρος ὁ ἐν τῇ Ἀγρέᾳ ἐν εἰρήνῃ τελειοῦται.

ὅσιος νέος Ἱερόθεος ὁ Ἰβηρίτης, ὁ κατὰ τὸ 1720 ἀκμάσας, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Προεόρτιος.

Ὠδὴ ς’  Ὁ Εἱρμὸς.

Νέοι τρεῖς ἐν Βαβυλώνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, μέσον τοῦ πυρὸς ἀνεβόων· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Πάλαι ἐν ταῖς εὐλογίαις, τῶν παίδων ὁ Ἰακώβ, σὲ προδιεχάραττε, τίμιε Σταυρέ· ἀλλ᾿ ἡμεῖς σε νῦν προσκυνοῦντες πάντοτε, φωτισμὸν ἀρυόμεθα.

άβδῳ σὲ προεικονίζει, θεῖος πάλαι Μωϋσῆς, Σταυρέ, τέμνων θάλασσαν, ἡμεῖς δὲ σε νῦν προσκυνοῦντες, παθῶν ἀβρόχως πέλαγος, χαλεπὸν περαιούμεθα.

Στόματί σε καὶ καρδίᾳ, πανσεβάσμιε Σταυρέ, νῦν περιπτυσσόμενοι, τὸν ἁγιασμόν, τὴν ὑγείαν, τὴν σωτηρίαν πάντοτε, ἀπαντλοῦμεν ψυχῆς τε καὶ σώματος.

Θεοτοκίον.

Παρθένε εὐλογημένη, πρέσβευε ὑπὲρ ἡμῶν, καθικετευόντων σε· εἰς σὲ γὰρ ἐλπίζομεν πάντες, καὶ σοὶ βοῶμεν, Δέσποτα, μὴ παρίδῃς τὴν ποίμνην σου.

Τῶν Ἐγκαινίων.

Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.

Δροσοβόλος μέν, ἡ καμινιαία φλὸξ ἐδείχθη ποτέ, νῦν δὲ ἐξ ἐλαίου χρῖσμα πνευματικόν, ἁγιάζει τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.

ς ἐν καμίνῳ, τῇ θεοδόχῃ νέᾳ σκηνῇ, πάντες οἱ ἐξ Ἰσραὴλ τοῦ πνευματικοῦ, δροσιζόμενοι βοήσωμεν· Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.

Οἱ τετρωμένοι, τῷ γλυκυτάτῳ θείῳ ἔρωτι, δεῦτε ἐν παστάδι ταὺτῃ τῇ μυστικῇ, συναφθῶμεν τῷ νυμφίῳ Χριστῷ· Εὐλογημένος εἶ ἐκβοῶντες, τῆς δόξης ὁ Κύριος.

Θεοτοκίον.

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε.

Τοῦ Ἁγίου.

Ὁ ὑπερυψούμενος.

Σὺ ἐθνῶν γεγένησαι, ἀπαρχὴ Κορνήλιε· πρῶτος γὰρ τὸ βάπτισμα, ἐδέξω τὸ ἅγιον, καὶ Πνεύματος τὴν χάριν, ὡς τὸ πρὶν οἱ θεηγόροι.

Μέγιστα τεράστια, τελῶν θείᾳ χάριτι, πρὸς πίστιν ἐζώγρησας, τοὺς πάλαι κακόφρονας, διδάξας ἀναμέλπειν· ὁ Θεὸς εὐλογητὸς εἶ.

ν τῇ γῇ κρυπτόμενος, καὶ βάτῳ σκεπτόμενος, θείαις εἰσηγήσεσι, Σοφὲ πεφανέρωσαι, θαυμάτων βρύων χάριν, καὶ νοσήματα διώκων.

Λύρα μελῳδήσασα, δόγματα σωτήρια, καὶ πάντων Κορνήλιε, ψυχὰς ἐνηδύνουσα, ἐδείχθης ἀναμέλπων· ὁ Θεὸς εὐλογητὸς εἶ.

Τριαδικὸν.

Πάντες τρισυπόστατον, μονάδα δοξάσωμεν, Πατέρα προάναρχον, Yιὸν ὁμοούσιον, καὶ Πνεῦμα μελῳδοῦντες· ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

φθης τὸ ἀνθρώπινον, φύραμα θεώσασα, τῇ θείᾳ γεννήσει σου, Παρθένε πανάμωμε· διὸ σε κατὰ χρέος, οἱ πιστοὶ δοξολογοῦμεν.

Προεόρτιος.

Ὠδὴ η’  Ὁ Εἱρμὸς.

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν: Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».

Τὸ σωτήριον ὅπλον καὶ ἄρρηκτον, τῶν πιστῶν τὴν ἑτοίμην βοήθειαν, τὴν κραταιὰν ἀντίληψιν, τὸν Σταυρὸν τοῦ Κυρίου, νῦν προσκυνοῦμεν, κατενώπιον πάντων προκείμενον.

ψηλῶς ἐπὶ ξύλου ἀνήρτησεν, ἐγκαρσίως τὸν ὄφιν ὡς γέγραπται, ὁ Μωϋσῆς προγράφων σε, πανσεβάσμιον ξυλον· δι᾿ οὗ τῆς βλάβης, νοητῶν ἐκλυτρούμεθα ὄφεων.

Φωτισμὸς τῶν ψυχῶν ἡμῶν πέφυκας, φωτοδότα Σταυρὲ πανσεβάσμιε· σὲ γὰρ περιπτυσσόμενοι, τὰς ἀρχάς τε τοῦ σκότους καὶ ἐξουσίας, ἐκτρεπόμεθα θείᾳ δυνάμει σου.

Θεοτοκίον.

Τὴν ἁγνὴν καὶ Παρθένον τιμήσωμεν, τὴν τὸν ἄναρχον Λόγον καὶ ἄκτιστον, ὑπερφυῶς κυήσασαν, εἰς ἡμῶν σωτηρίαν, ἀναβοῶντες· Εὐλογοῦμεν Παρθένε τὸν τόκον σου.

Τῶν Ἐγκαινίων.

Χεῖρας ἐκπετάσας Δανιὴλ.

Σήμερον χιτῶνα νοητόν, τὸν ἄνωθεν ὑφαντὸν ἐκ θείας χάριτος, ἡ Ἐκκλησία σου Κύριε, ὥσπερ νύμφη ἐστολίσατο, καὶ τοὺς οἰκείους συγκαλεῖ πρὸς εὐφροσύνην λαούς, εἰς τὸ μέλπειν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Σήμερον ὁ δεύτερος Ἀδάμ, Χριστὸς ἀνέδειξε, Παράδεισον νοητόν, τὴν νέαν ταύτην σκηνήν, φέρουσαν κατὰ ξύλου τοῦ τῆς γνώσεως, τὸ ζωηφόρον τοῦ Σταυροῦ, ὅπλον τοῖς ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τριαδικὸν.

Πατρὸς ἐξ ἀνάρχου σε Υἱόν, καὶ Πνεῦμα Ἅγιον μίαν Θεότητα, τελείαν ἄναρχον ἄτμητον, ὁμοούσιον ἀσύγχυτον, ἐν ὑποστάσεσι τρισὶ σέβοντες ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

Τοῦ Ἁγίου.

Σοὶ τῷ παντουργῷ.

Μόνον ἐκ ψυχῆς, τὸν ἐπὶ γῆς ὀφθέντα, Θεὸν ἐξεζήτησας, νοὸς εὐθύτητι· ὅθεν ἐγένου, ἀπαρχὴ θεοφόρε, τῶν ἐθνῶν τιμία, καὶ Πνεύματος δοχεῖον.

νθρακι τῶν σῶν, Μάκαρ ἐμπύρων λόγων, τὴν ὕλην κατέφλεξας, τῆς ματαιότητος· ὅθεν πρὸς φέγγος, ἀνέσπερον μετέβης, πάντας καταυγάζων, τοὺς πόθῳ σε ὑμνοῦντας.

Κλῆρος καὶ μερίς, καὶ βοηθὸς καὶ ῥύστης, ἰσχύς τε καὶ ὕμνησις, καὶ φῶς σοι γέγονε· Λόγος ὁ πάντα, καλῶν ἐκ τοῦ μὴ ὄντος, καὶ χειραγωγία, Κορνήλιε θεόφρον.

Τριαδικὸν.

γιε Πατήρ, Ἅγιε Λόγε, Πνεῦμα, παναγία ἄκτιστε, Τριὰς ἀμέριστε, σῷζε τοὺς πόθῳ, ὑμνοῦντάς σου τὸ κράτος, καὶ τὴν βασιλείαν, καὶ τὴν μεγαλωσύνην.

Θεοτοκίον.

ᾶνον ἐφ᾿ ἡμᾶς, τὰ σὰ ἐλέη Κόρη, συνήθως καὶ αἴτησαι, ἁγνὴ συγχώρησιν, πάντων πταισμάτων, ἐν γνώσει καὶ ἀγνοίᾳ, ἐξ ἀπροσεξίας, ἡμῖν ἐπισυμβάντων.

Προεόρτιος.

Ὠδὴ θ’  Ὁ Εἱρμὸς.

τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.

Χριστὸς ἐπὶ σοὶ ἀνηρτημένος, τὸν κόσμον ἀνύψωσε πεσόντα, εἰς βυθὸν ἀπωλείας ἀληθῶς, Σταυρὲ Κυρίου· ὅθεν σε πόθῳ, νῦν προσκυνοῦμεν, καὶ τιμῶμεν καὶ δοξάζομεν.

Ψυχὰς ἁγνισθῶμεν καὶ καρδίας, καλῶν ἐπιμόνοις ἐργασίαις, καὶ προκείμενον μέσον, τὸ σωτήριον ὁρῶντες τοῦ Σταυροῦ ξύλον, πίστει καὶ πόθῳ, θεοφρόνως προσκυνήσωμεν.

ς ἥλιος μέγας ταῖς ἀκτῖσι, ταῖς σαῖς καταυγάζεις τοὺς ἐν σκότει, καὶ τοὺς δαίμονας φλέγεις, ὡραιότατε Σταυρὲ· ὅθεν φώτισον πάντας, τοὺς ἐν πίστει προσκυνοῦντάς σε.

Θεοτοκίον.

Φωτὶ με καταύγασον τῷ θείῳ, φωτὸς οἰκητήριον Παρθένε, τῶν παθῶν μου τὸ σκότος, καὶ τῶν ἡδονῶν τὴν βαθυτάτην ὄντως νύκτα, Θεοκυῆτορ, παναγία ἀπελαύνουσα.

Τῶν Ἐγκαινίων.

Λίθος ἀχειρότμητος.

Δεῦτε καθαρᾷ τῇ καρδίᾳ καὶ νηφαλέοις ὄμμασι νοός, τῆς τοῦ Βασιλέως θυγατρός, τῆς Ἐκκληοίας τὴν ὡραιότητα, ὑπὲρ χρυσίον λάμπουσαν, κατανοοῦντες μεγαλύνωμεν.

Χαῖρε καὶ εὐφραίνου ἡ νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου, κατοπτριζομένη τηλαυγῶς, τοῦ σοῦ νυμφίου τὴν ὡραιότητα, σὺν τῷ λαῷ σου κράζουσα· Σὲ Ζωοδότα μεγαλύνομεν.

Τὴν ἐξ ὕψους ἄμυναν Σῶτερ, τῇ Ἐκκλησίᾳ σου παράσχου· ἄλλον γὰρ οὐκ οἶδεν, εἰ μὴ σέ, τὸν ὑπὲρ ταύτης τὴν σὴν φιλάνθρωπε, πάλαι ψυχὴν προθέμενον, ἐν ἐπιγνώσει μεγαλύνουσα.

Θεοτοκίον.

Χαῖρε κεχαριτωμένη ἡ Νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου· διὰ σοῦ τῆς κατάρας, τῆς Εὔας πάντες Ἁγνὴ ἐρρύσθημεν, καὶ τὴν ζωὴν εὑράμεθα, ἐν τῇ κυήσει σου ἀνύμφευτε.

Τοῦ Ἁγίου.

Ἡσαΐα χόρευε.

ερὰν πανήγυριν, Ἐκκλησία πᾶσα συγκροτεῖ, τῇ μνήμῃ σου τῇ σεπτῇ, κήρυξ τοῦ Χριστοῦ· σὺ γὰρ ἰσοστάσιος, τῶν Ἁγίων ὤφθης μαθητῶν, Πνεῦμα τὸ Ἅγιον, ὡς ἐκεῖνοι κληρωσάμενος.

ραιώθης δόγμασιν, εὐσεβείας ὡς ἱερουργός· ἐξωμοιώθης Θεοῦ, θείοις λειτουργοῖς· πηγάζεις δὲ πάντοτε, ἰαμάτων Μάκαρ ποταμούς, παύων νοσήματα, τῶν ἀνθρώπων Ἱερώτατε.

Στολισθεὶς ἱμάτιον, σωτηρίου ὅπερ ὁ Χριστός, ἐξύφανε σαρκωθείς, νῦν περιχαρῶς, τὰ ἄνω βασίλεια, περιπολεῖς βλέπων καθαρῶς, κάλλος ἀμήχανον, τοῦ νυμφίου Ἀξιάγαστε.

τιμία θήκη σου, ὥσπερ κρήνη βρύει τοῖς πιστοῖς, ἰάματα δαψιλῶς, καὶ ἀποσοβεῖ, Κορνήλιε πνεύματα τὰ πονηρά, καὶ φωταγωγεῖ, πάντων τὰ ὄμματα, τῶν ἐν πίστει εὐφημούντων σε.

Θεοτοκίον.

Φωτισμὸν μοι αἴτησαι, ἡ τεκοῦσα φῶς τὸ ἐκ φωτός, ἐκλάμψαν τὸν σκοτασμόν, πόρρω ἀπ᾿ἐμοῦ, ἐναποδιώκουσα, καὶ πειρασμῶν καὶ τῶν ἡδονῶν, ἄχραντε Δέσποινα, προστασία ἀκαταίσχυντε.

Ἐξαποστειλάριον.

Τοῖς Μαθηταῖς συνέλθωμεν.

ν Γολγοθᾷ ὁ Κύριος, ὑψωθεὶς ἑκουσίως, ἐπὶ Σταυροῦ εἰργάσατο, τὴν ἡμῶν σωτηρίαν, καινίσας πᾶσαν τήν κτίσιν, τάφῳ δέ ζωοδόχῳ, ἐτέθη καὶ τριήμερος, ὡς Θεὸς ἐξανέστη, οὗ τῆς λαμπρᾶς, καὶ σεπτῆς ἐγέρσεως ἐκτελοῦμεν, σὺν ἀσωμάτοις τάξεσι, τὰ ἐγκαίνια πάντες.

Ἕτερον  ὅμοιον.

Μέσον τῆς γῆς ὁ Κύριος, καὶ Θεὸς σωτηρίαν, διὰ Σταυροῦ εἰργάσατο, σαρκωθεὶς ἑκουσίως, εἰς ἀνακαίνισιν κόσμου· τάφῳ κατατεθεὶς δέ, τριήμερος ἐγήγερται, καὶ ζωῆς ἀρραβῶνα, τὴν ἑαυτοῦ, προδεικνύει ἔγερσιν, ἧς ἐν πίστει, τελοῦμεν τὰ ἐγκαίνια, τοῦ Θεοῦ σὺν Ἀγγέλοις.

Θεοτοκίον  ὅμοιον.

Μετ᾿ εὐφροσύνης κράζομεν, σοὶ τὸ Χαῖρε Παρθένε· χαῖρε ἀρᾶς ἡ λύτρωσις, τοῦ Ἀδὰμ καὶ τῆς Εὔας· Χαῖρε δι᾿ ἧς ἀνυψώθη, τῶν βροτῶν ἡ οὐσία, πρὸς δόξαν ὑπερκόσμιον, τοῦ Υἱοῦ καὶ Θεοῦ σου, χαῖρε δι᾿ ἧς, ὑπ᾿ Ἀγγέλων πάντοτε προσκυνεῖται, ἐν οὐρανοῖς πανύμνητε, Θεοτόκε Μαρία.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσομοια.

 

Ἦχος δ’

Ἔδωκας σημείωσιν.

Σήμερον ὁ ἔνθεος, καὶ ἱερὸς καὶ σεβάσμιος, τῆς Χριστοῦ ἀναστάσεως, φαιδρῶς ἐγκαινίζεται, φωτοφόρος οἶκος· καὶ νέμει ἐν κόσμῳ, τάφος ὁ θεῖος τὴν ζωήν, καὶ ἐμπαρέχει πηγὴν ἀθάνατον, βλυστάνει ῥεῖθρα χάριτος· θαυμάτων βρύει τὰ νάματα, καὶ δωρεῖται ἰάματα, τοῖς αὐτὸν πίστει μέλπουσιν.

στραψεν ἡ ἄνωθεν, φωτοφανὴς αἴγλη λάμπουσα, καὶ τὰ πάντα φωτίζουσα· πιστῶς οὖν τιμήσωμεν, τὴν Χριστοῦ τοῦ Κτίστου, ἀνάστασιν πάντες, καὶ ἐγκαινίων ἱερῶν, τὴν ζωηφόρον θείαν πανήγυριν, ἐν ὕμνοις ἑορτάσωμεν, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν, ὅπως ἵλεων εὔρωμεν, τὸν Σωτῆρα καὶ Κύριον.

Μέσον γῆς ὑψούμενον, προκατιδεῖν ἐφιέμενοι, τοῦ Σταυροῦ σκῆπτρον ἅγιον, ψυχὰς προκαθάρωμεν, ἀστραφθῶμεν φρένας, φωτὶ λαμπρυνθῶμεν, καὶ ἐν δυνάμει θεϊκῇ, καταυγασθέντες Χριστὸν ὑμνήσωμεν, τῷ ξύλῳ τῷ σεπτῷ αὐτοῦ, ἁγιασμὸν παρεχόμενον, τοῖς ἐν πίστει γεραίρουσι, καὶ θερμῶς αὐτὸν μέλπουσιν.

Ἔτερα Στιχηρὰ Ἰδιόμελα.

Ἦχος α'  Ἰωάννου Μοναχοῦ.

γκαινίζου ἐγκαινίζου ἡ νέα Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκε· Τοῦτον τὸν οἶκον ὁ Πατὴρ ᾠκοδόμησε, τοῦτον τὸν οἶκον ὁ Υἱὸς ἐστερέωσε· τοῦτον τὸν οἶκον τὸ Πνεῦμα τὸ Ἅγιον ἀνεκαίνισε, τὸ φωτίζον καὶ στηρίζον, καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς  Ἀνατολίου.

Πάλαι μὲν ἐγκαινίζων τὸν ναὸν ὁ Σολομών, ἀλόγων ζῴων θυσίας, καὶ ὁλοκαυτώματα προσέφερε Κύριε, ὅτε δὲ ηὐδόκησας Σωτὴρ τοὺς τύπους μὲν ἀργῆσαι, γνωσθῆναι δὲ τὴν ἀλήθειαν, ἀναιμάκτους θυσίας, τὰ πέρατα τοῦ κόσμου προσφέρει τῇ δόξῃ σου· πάντων γὰρ δεσπόζων, τὰ πάντα ἁγιάζεις τῷ Ἁγίῳ Πνεύματι.

Ἦχος δ’

Ἰωάννου Μοναχοῦ.

γκαινίζεται σήμερον ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τῷ τιμίῳ καὶ ζωηρύτῳ αἵματι, τῆς ἀχράντου καὶ ἀκηράτου πλευρᾶς, τοῦ σαρκωθέντος ἐκ τῆς Ἁγίας Παρθένου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· διὸ ἀθροισθεῖσαι τῶν πιστῶν αἱ χορεῖαι, δοξάσωμεν τὸν Πατέρα καὶ Yιόν, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν μίαν Θεότητα, τὴν κρατοῦσαν τὰ σύμπαντα.

Δόξα... Ἦχος γ’

Πρὸς σεαυτὸν ἐπανάγου ἄνθρωπε, γενοῦ καινὸς ἀντὶ παλαιοῦ, καὶ ψυχῆς ἑόρταζε τὰ ἐγκαίνια, ἕως καιρός, ὁ βίος ἐγκαινιζέσθω σοι, πάσης πολιτείας ὁδός, τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τοῦτο τῇ ἑορτῇ καρποφόρησον, τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούμενος· οὕτως ἐγκαινίζεται ἄνθρωπος, οὕτω τιμᾶται ἡ τῶν Ἐγκαινίων ἡμέρα.

Καὶ νῦν...

Ὁ αὐτὸς  Ἰωάννου Μοναχοῦ.

Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἑκούσιόν σου σταύρωσιν, εἰς κοινὴν ἐξανάστασιν, τοῦ γένους τῶν ἀνθρώπων καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ Σταυροῦ, βαφαῖς ἐρυθραῖς τοὺς σεαυτοῦ δακτύλους αἱματώσας, ταῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος, μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας, καὶ πάλιν τὴν ἀπὸ σοῦ διάστασιν· ἀλλ᾿ οἰκτείρησον μόνε μακρόθυμε, τὸν ἐν περιστάσει λαόν σου, καὶ ἀνάστηθι, πολέμησον τοὺς πολεμοῦντας ἡμᾶς, ὡς μόνος παντοδύναμος.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων, Ὠδὴ γ’ καὶ ς’.

Προκείμενον. Ἦχος δ' [Ψαλμός 92]

 

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμέραν.

Στίχ. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου.

Κεφ.  3:1-4

δελφοί ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ᾿Ιησοῦν Χριστόν, «πιστὸν» ὄντα τῷ ποιήσαντι αὐτόν, «ὡς καὶ Μωῡσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ». Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωῡσῆν ἠξίωται, καθ᾿ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ τὰ πάντα κατασκευάσας Θεός.

λληλούϊα [γ΄].  Ἦχος α΄ [Ψαλμός 86]

Στίχ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.

Στίχ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.

Εὐαγγέλιον.

κ τοῦ κατὰ Ἰωάννην.

Κεφ. 12: 25-36

Εἶπεν ὁ Κύριος· Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ. Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ Οὐρανοῦ· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Ὁ οὖν ὄχλος ὁ ἐστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι. Ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. Ἀπεκρίθη ὁ ᾿Ιησοῦς, καὶ εἶπεν· Οὐ δι᾿ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾿ ὑμᾶς. Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾿ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.

Κοινωνικόν [Ψαλμός 25].

Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Ἀλληλούϊα.