The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΪΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΒ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια ἀμφοτέρων ἀνὰ τρία.

Στιχηρὰ τοῦ Ἁγίου Ἐπιφανίου

Ἦχος δ'

Ἔδωκας σημείωσιν

Νόμος ὁ ἐν γράμματι, παιδαγωγὸς σοι γεγένηται, εἰς Χριστὸν Ἐπιφάνιε, δεικνὺς τὴν ἀστράψασαν, τοῦ Σωτῆρος χάριν, τῆς θεογνωσίας, προγραφομένην μυστικῶς, καὶ τυπουμένην διαφανέστατα, ἥνπερ καὶ ἐφανέρωσας, ταῖς διδαχαῖς σου πανεύφημε, τηλαυγῶς ἐκτιθέμενος, τὰ θεόπνευστα δόγματα.

Νόμου τοῦ τῆς χάριτος, καταγγελεὺς ἐχρημάτισας, θεοφάντορ μακάριε, φωτίζων τὰ πέρατα, ταῖς τῶν σῶν δογμάτων, θείαις δᾳδουχίαις, καὶ τῶν αἱρέσεων θερμῶς, τὰς γλωσσαλγίας καταστρεψάμενος, πανσόφως ἐστηλίτευσας, διδασκαλίας πανόσιε, καὶ τὸ κάλλος τὸ ἄχραντον, τὸ τῆς πίστεως ἔδειξας.

βίος ὁ ἔνθεος, τῷ ὀρθοδόξῳ φρονήματι, συνδραμὼν παρεσκεύασε, τελεῖν τὰ θαυμάσια, καὶ δαιμόνων θράσος, Πάτερ ἀπελαύνειν, καὶ νοσημάτων χαλεπῶν, τὰς ἀλγηδόνας παύειν ἐντεύξεσι, καὶ χάριτι κοσμούμενον, Ἱεραρχίας σε ἔδειξεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Τοῦ Ἁγίου Γερμανοῦ

Ἦχος α'

Πανεύφημοι Μαρτύρες

Λεόντιον φρόνημα στερρῶς, Γερμανὲ κατέβαλες, τὸ δυσσεβείας ἀνάμεστον· τὴν γὰρ προσκύνησιν, τῶν σεπτῶν εἰκόνων, τοῦ Χριστοῦ ὁ δείλαιος, καὶ πάντων τῶν Ἁγίων ἠρνήσατο, ἀλλὰ τοῖς λόγοις σου, θεοφάντορ ἐξελήλεγκται, καὶ ὡς ἄνους, ἀνόητος ἔμεινεν.

Λέων ὁ ἄθεος, ὁ θήρ, ὁ Θεῷ μισούμενος, τοῦ Ἀντιχρίστου ὁ πρόδρομος, ὁ τὴν προσκύνησιν, τῆς Χριστοῦ εἰκόνος, ἀθετήσας Ὅσιε, τοῦ κλήρου τῶν πιστῶν ἐξωστράκισται· διὸ αἰτοῦμέν σε· Ὡς ἐκεῖνον ταῖς πρεσβείαις σου, τὸν παρόντα, κατεύνασον τάραχον.

φέσεως ἔτυχες τῆς σοί, θεοφάντορ πόρρωθεν, πεποθημένης σαφέστατα· τῷ γὰρ Δεσπότῃ σου, μετὰ παρρησίας, Γερμανὲ μακάριε, νῦν ἱεροπρεπῶς προσεχώρησας, ᾧ παριστάμενος, ἀπολαύεις τῆς θεώσεως, τὴν εἰρήνην, τῷ κόσμῳ αἰτούμενος.

Δόξα... Τοῦ Ἁγίου Ἐπιφανίου

Ἦχος β'

Εἰ καὶ Μωσαϊκοῖς νόμοις ὑπέκυψας, τῆς Ἰουδαϊκῆς λατρείας ὑπάρχων βλάστημα, ἀλλ' ἡ χάρις Πάτερ ἡ τοῦ Χριστοῦ, ἐν σοὶ ἐπιλάμψασα, μαθητὴν τῆς εἰρήνης τοῦ Εὐαγγελίου σαφῶς ἀπειργάσατο, ἐντεῦθεν ὡς ἀγχίνους, τοῖς ἀμφοῖν διαθηκῶν, κατὰ νοῦν εἰληφὼς ἔκβασιν, ἀπὸ δουλείας, εἰς ἐλευθερίαν μεταβέβηκας. Διὸ ἱκέτευε ὑπὲρ ἡμῶν, λυτρωθῆναι τῆς τυραννίδος τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νν... Τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον Στιχηρὰ τῆς Ἑορτῆς.

Δόξα... Τοῦ Ἁγίου Ἐπιφανίου

Ἦχος πλ. α'

Τῆς ὀρθοδόξου πίστεως, διὰ τὴν πνευματικὴν σοφίαν, διδάσκαλος ὤφθης, Ἐπιφάνιε μακάριε, καὶ Χριστὸν εὑρὼν ποδηγέτην, τὰς βουλὰς τῶν κακοδόξων αἱρετικῶν διεσκέδασας. Διὸ αἰτοῦμέν σε Ἅγιε, πρεσβεύειν ἄχρι τέλους, τὴν ὑπὸ σοῦ βεβαιωθεῖσαν ὀρθὴν πίστιν, ἀσάλευτον φυλαχθῆναι ἡμῖν, καὶ τὸ μέγα ἔλεος παρ' αὐτοῦ τοῦ Σωτῆρος τῶν ὅλων, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νν... Τῆς Ἑορτῆς

Ἀπολυτίκιον Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος

Ξυνωρίδα τῆς θείας Ἐκκλησίας τὰς σάλπιγγας, Γερμανὸν σοφὸν Ἱεράρχην, καὶ κλεινὸν Ἐπιφάνιον, τιμήσωμεν προφρόνως οἱ πιστοί, τὸν μὲν ὡς ἐν φρονήματι στερρῷ ὑπὲρ τῆς Χριστοῦ εἰκόνος, τὸν θεομάχον Λέοντα ἐλέγξαντα, ὡς μάστιγα δὲ αἱρέσεων δεινήν, τὸν ἅγιον Ἐπιφάνιον. Οὗτοι γὰρ ἐκτενῶς ὑπὲρ ἡμῶν, ἀεὶ πρεσβεύουσι.

Καὶ τῆς Ἑορτῆς, καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, τὰ Καθίσματα τῆς Ἑορτῆς, καὶ οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων.

Κανὼν τοῦ Ἁγίου Ἐπιφανίου, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων).

Ἐπιφανίου τὸ κῦδος ἔπλησε χθόνα.

Ἰωάννου τοῦ Δαμασκηνοῦ.

δὴ α' Ἦχος α'

Σοῦ ἡ τροπαιοῦχος

ν τῷ τοῦ θεράποντος πιστῶς, πολιτευσάμενος νόμῳ τοῦ γράμματος, τῷ δεσποτικῷ ὑποκύψας ζυγῷ, διέπρεψας Πανόλβιε, καὶ φωστὴρ ἐδείχθης, τῆς γῆς φωτίζων τὰ πέρατα.

Πόθῳ θείου νόμου συσχεθείς, καὶ τοῦ ἀδίκου προκρίνας τὸ δίκαιον, Πάτερ Ἐπιφάνιε, συμβολικῶς ἐδέξω τὴν σωτήριον, πίστιν τῆς Τριάδος, ἐκ θείας ὥσπερ προγνώσεως.

ατὴρ σαρκός τε καὶ ψυχῆς, θεοειδὴς σοι ἐγένετο ἄνθρωπος, τῷ ὑποζυγίῳ σου, τὸ τῶν παθῶν συναποκτείνας ὅρμημα, καὶ συνθεραπεύσας, ψυχῆς τὸ ἄπιστον φρόνημα.

Θεοτοκίον

λην τὴν μορφήν μου προσλαβών, ὁ ἐν μορφῇ Θεοῦ πρὶν καθορώμενος, ὅλην ἀνεκαίνισε, τῇ σῇ γαστρὶ θεοπρεπῶς σκηνώσας Ἁγνή· ὅθεν Θεοτόκον πιστοὶ σε πάντες δοξάζομεν.

Ἕτερος Κανὼν τοῦ Ἁγίου Γερμανοῦ οὗ ἡ Ἀκροστιχίς.

Τοῦ ποιμενάρχου Γερμανοῦ μέλπω κλέος.

δὴ α'

Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς

Τῆς Ἱερωσύνης τῇ στολῇ, κατακοσμούμενος Μάκαρ διέπρεψας, λόγῳ δὲ τῆς χάριτος, τὰ τῶν πιστῶν πανευσεβῶς συστήματα, ὤφθης θεοφάντορ, καταφωτίζων τοῖς δόγμασιν.

χημα ὑπῆρξας ἀρετῶν, οὗ ἐπιβὰς τῷ Θεῷ προσεχώρησας, κόσμου τὴν τερπνότητα, καταλιπών, καὶ τὸ σαθρὸν δοξάριον, καὶ οὐρανοφοίτης, τῇ σῇ σοφίᾳ γενόμενος.

πὸ τῆς προνοίας προγνωσθείς, ὡς Ἱερεὺς θεηγόρος ἐσόμενος, Πάτερ ὑπεξέφυγας, τυραννικὴν μιαιφονίαν Ὅσιε, τοῦ Θεοῦ φρουροῦντος, σὲ δεξιᾷ παντοκράτορι.

Θεοτοκίον

Ποίαν σοι ἐπάξιον ᾠδήν, ἡ ἡμετέρα προσοίσει ἀσθένεια, εἰμὴ τὴν χαρμόσυνον, ἣν Γαβριὴλ ἡμᾶς ἐμυσταγώγησε; Χαῖρε Θεοτόκε, Παρθένε Μῆτερ ἀνύμφευτε.

Τοῦ Ἐπιφανίου

δὴ γ'

Ὁ μόνος εἰδὼς

Φαιὸν περιβόλαιον ἰδών, αἰτήσαντι τὸν ἔλεον, μεταδοθὲν τοῖς σώματος ὄμμασι, λαμπρὰν ἐσθῆτα περιβαλλόμενον, νοητῶς τεθέασαι, καὶ τῇ θείᾳ χάριτι, ἐφωτίσθης πρὸς πίστιν ἀμώμητον.

κούσας ῥημάτων εὐσεβῶν, τὴν ὕλην ἑβδελύξω μέν, καὶ βίον ἐπόθησας ἄϋλον, ὡς αἵματος δὲ συμμετασχοῦσάν σοι, καὶ τῆς γνώμης μέτοχον, προσλαβὼν τὴν ὅμαιμον, ἀνεδείχθητε ζεῦγος μακάριον.

Νεκροὺς λογισμοὺς ἀποστραφείς, Παμμάκαρ Ἐπιφάνιε, ἐπιποθήσας ζῶντι λατρεύειν Θεῷ, τῷ θείῳ δρόμῳ πιστῶς προσέδραμες, καὶ ἐδέξω σύμβολον, τηλαυγὲς πανόλβιε, τῶν νεκρῶν σου πεδίλων τὴν ἔκπτωσιν.

Θεοτοκίον

γίων τὸν Ἅγιον Χριστόν, ἁγίως ἀπεκύησας, ἁγιωσύνης ἅγιον σκήνωμα, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον· ᾧ βοῶμεν, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης φιλάνθρωπε.

Τοῦ Γερμανοῦ

Ὁ αὐτὸς

θείᾳ προγνώσει προειδώς, σῆς γνώμης τὸ ἐλεύθερον, καὶ τῆς ψυχῆς Σοφὲ τὴν εὐγένειαν, χερσὶν ἀνόμοις ἀναιρεθῆναί σε, ὡς Θεὸς ἑκώλυσε, καὶ παρθένων τάγματι, εὐνουχίᾳ πανσόφως κατέλεξεν.

δεῖν ἐφιέμενος σαφῶς, Παμμάκαρ τὴν λαμπρότητα, τὴν νοητὴν τῆς θείας θεώσεως, ἱεραρχίαν τὴν σὴν ἐκόσμησας, πολιτείᾳ σώφρονι, καὶ σοφοῖς διδάγμασιν, ὀρθοδόξως ἰθύνας τὸ ποίμνιον.

Μεγάλης καθέδρας ἐπιβάς, μεγάλως κατελάμπρυνας, τῆς Ἐκκλησίας Πάτερ τὸ πλήρωμα, διδασκαλίαις καὶ μελῳδήμασι, Γερμανὲ πανεύφημε, Ἱεράρχα Ὅσιε, καὶ φωστήρ οἰκουμένης ὑπέρτιμε.

Θεοτοκίον

κ σοῦ ἀνεβλάστησεν Ἁγνή, τὸ ἄνθος τὸ ἀμάραντον, εὐωδιάζον τὴν ἀνθρωπότητα, τῷ θείῳ μύρῳ τῆς αὐτοῦ φύσεως, ὁ Πατρὶ συνάναρχος, καὶ ἐκ σοῦ γενόμενος, ὑπὸ χρόνον, Παρθένε πανάμωμε.

Ὁ Εἱρμὸς

μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης φιλάνθρωπε.

Κάθισμα τοῦ Ἐπιφανίου

Ἦχος γ'

Θείας πίστεως

Θείοις δόγμασι, τὴν Ἐκκλησίαν, Πάτερ ἔπλησας, ὀρθοδοξίας, ταῖς διδαχαῖς σου αἱρέσεις τρεψάμενος, τῆς εὐσεβείας τὸν δρόμον ἐπλήρωσας, καὶ σὺν τῷ Παύλῳ τήν πίστιν ἐτήρησας, Ἐπιφάνιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... τοῦ Γερμανοῦ

Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

ερὰν ἀμπεχόμενος τὴν στολήν, ἀνεδείχθης ὑπέρμαχος τοῦ Χριστοῦ, μὴ πτήξας παράνομον, Βασιλέα, Πατὴρ ἡμῶν, τὸν αὐχένα μὴ κλίνας, ἀθέῳ προστάγματι, ῥαπισμούς ὑποφέρων, ὀνείδη καὶ σκώμματα· ὅθεν ὁ ἀλάστωρ, τῷ θυμῷ ὑπερζέσας, φρουρᾷ σε κατέκλεισε, μέχρι τέλους μακάριε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... τῆς Ἑορτῆς

Τοῦ Ἐπιφανίου 

δὴ δ'

Ὄρος σε τῇ χάριτι

κέτης ὡς δοῦλος προσελθὼν τῷ Βαπτίσματι, υἱοθετήθης δι' αὐτοῦ, καὶ κληρονομος ἀληθῶς, Θεοῦ Ἐπιφάνιε, καὶ τοῦ Χριστοῦ συγκληρονόμος γεγένησαι, θεοπρεπῶς αὐτῷ πολιτευσάμενος.

ρᾷ σου πολλῇ ἠγλαϊσμένον τὸ πρόσωπον, καὶ ἀπορρήτῳ ὁ ποιμήν, δόξῃ καὶ στέφει εὐπρεπεῖ, τὴν ἔνδοξον κάραν σου ὑπερφυῶς, κατεστεμμένην ἀοίδιμε, τῆς καθαρᾶς σου καρδίας τὰ σύμβολα.

πήρξας δοχεῖον θείας χάριτος Ὅσιε, καὶ διεσκόρπισας σαφῶς πλοῦτον τὸν πρόσκαιρον Χριστῷ καὶ ὄλβον αἰώνιον, ἐν οὐρανοῖς ἀσύλητον ἐθησαύρισας, ὥσπερ ἀγχίνους κριτὴς Ἐπιφάνιε.

Τῶν νέων ἀμείψας ἐν νεότητι φρόνημα, στοιχειωθεὶς δὲ πρεσβυτῶν, παρὰ σοφῶν καὶ συνετῶν, τῷ φόβῳ Μακάριε, τῷ θεϊκῷ, μελέτῃ λόγων τοῦ Πνεύματος, σὺ ἐραστής τῆς σοφίας γεγένησαι.

Θεοτοκίον

γία Ἁγίων Θεοτοκε πανύμνητε, ἡ προσδοκία τῶν ἐθνῶν, καὶ σωτηρία τῶν πιστῶν, ἐκ σοῦ ἀνεβλάστησεν, ὁ λυτρωτὴς καὶ ζωοδότης καὶ Κύριος, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.

Τοῦ Γερμανοῦ

Ὁ αὐτὸς

Νεκρώσας πανσόφως τῆς σαρκὸς τὰ σκιρτήματα, Ἱερομύστα Γερμανέ, φιλοσοφίας φωτισμῷ, τὸν νοῦν κατελάμπρυνας, πνευματικῇ μυσταγωγίᾳ κοσμούμενος, Χριστῷ κραυγάζων· Δόξα τῇ δυνάμει σου.

ρνεῖσθαι τὸ πάνσεπον Χριστοῦ ἐξεικόνισμα, ὁ δυσμενέστατος ἐχθρός, παραφροσύνῃ προκληθείς, ταῖς σαῖς ἐξελήλεγκται, περιφανῶς διδασκαλίαις ἀοίδιμε, ἀλλ' ἀνιάτως νοσῶν οὐκ ᾐσθάνετο.

ημάτων τὸν ἔλεγχον τῶν σῶν ὑφορώμενος, ὁ θηριώνυμος, Σοφέ, καὶ θηριότροπος τὸν νοῦν, τοῦ θρόνου κατάγει σε, τοῦ ἱεροῦ, ἀλλ' ἀντὶ τούτου ἐπλούτησας, Ἱερουργίαν Παμμάκαρ οὐράνιον.

Θεοτοκίον

Χαρὰν σοι σαφῶς ἀπ' οὐρανοῦ ἀφικόμενος, ὁ Ἀρχιστράτηγος Ἁγνή, εὐηγγελίσατο, εἰπών· Θεὸς ἐξελεύσεται, μετὰ σαρκός, ἐκ σοῦ Παρθένε πανάχραντε, εἰς σωτηρίαν τῶν πόθῳ ὑμνούντων σε.

Τοῦ Ἐπιφανίου

δὴ ε'

Ὁ φωτίσας τῇ ἐλλάμψει

σίως σου τὴν γαστέρα, ἐν ἄρτῳ καὶ ὕδατι, ἐστένωσας, κεχρημένος ὡς ὄψῳ τῷ ἅλατι, καὶ παθῶν ἐκράτησας σαρκός, ἐν σώματι τὸν βίον, τῶν Ἀσωμάτων μιμούμενος.

Κατῴκτιρας τρυχομένους, τῷ δίψει ἐν καύσωνι, καὶ ἤμειψας εὐπρεπῶς τῶν σημείων ἀρχόμενος ὡς θεράπων ἄριστος, τὸν σὸν μιμούμενος Δεσπότην οἶνον εἰς ὕδωρ Μακάριε.

πέδρασας τὸν κενόν, τῶν ἀνθρώπων δοξάριον, καὶ ἔρημον, ὥσπερ ὁ σὸς Δεσπότης κατῴκησας, πειρασμοῖς δὲ ἐχώρησας δαιμονικήν, πρὸς πάλην ἀοράτως, τὸ ἀσθενές σου νευρούμενος.

Θεοτοκίον

Λόγον θεῖον, διὰ λόγου ἐν μήτρᾳ ἐχώρησας, ὑπὲρ λόγον Θεοτόκε, αὐτὸν οὖν δυσώπησον, ἐξ ἀλόγων πράξεων, καὶ ἡδονῶν θανατηφόρων, ἐλευθερῶσαι τοὺς δούλους σου.

Τοῦ Γερμανοῦ

Ὁ αὐτὸς

λοκλήρως τὸν Χριστόν, ἀγαπήσας θεόληπτε, ἠγαπήθης παρ' αὐτοῦ, ἐπαξίως καὶ εἴληφας, χαρισμάτων πέλαγος· καὶ γὰρ σοφῶς ταῖς διδαχαῖς, σου, τὴν Ἐκκλησίαν ἐφώτισας.

μνῳδίαις Γερμανέ, θεοπνεύστοις ἐφαίδρυνας, τὰς χορείας τῶν πιστῶν, καὶ τὰ θεῖα πληρώματα· ἡ γὰρ παναρμόνιος νευρά, Πάτερ τῆς σῆς καρδίας, τους Ὀρθοδόξους ἐλάμπρυνε.

Γηθόμενος, τῶν Μαρτύρων τοὺς ἄθλους καὶ τρόπαια, στηλιτεύσας ἐγκωμίων καὶ λόγων συνθέσεσι, καὶ αὖθις Ἀοίδιμε, εἰκονικαῖς χρωματουργίαις, εἰς ἓν συνάπτων ἀμφότερα.

Θεοτοκίον

Εὐφραίνονται, οὐρανῶν αἱ δυνάμεις ὁρῶσαί σε ἀγάλλονται, σὺν αὐτοῖς τῶν βροτῶν τὰ συστήματα· τῷ γὰρ τόκῳ ἥνωνται τῷ σῷ, Παρθένε Θεοτόκε, ὃν ἐπαξίως δοξάζομεν.

Τοῦ Ἐπιφανίου

δὴ ς'

Ἐκύκλωσεν ἡμᾶς

Δαιμόνων σε οἱ μίμηται ἐκύκλωσαν, τῆς Ἄγαρ οἱ ἀπόγονοι, τὸν Δεσπότην δ' ἐκμιμούμενος τὸν σόν, τὸν ἀντιδικοῦντα εὐηργέτησας, καὶ διφαῆ, ἔδειξας Πάτερ τόν ἑτερόφθαλμον.

Πλάστης σου ἐν σοὶ ἀναπαυσάμενος, τοῦ Πνεύματός σε ὄργανον, καὶ Θεὸν ὡς Μωϋσῆν τῷ Φαραώ, ἔδειξεν Ἀράβων τοῖς σκηνώμασι, παναληθῶς, ὤφθης τὸν τρόπον τούτου μιμούμενος.

Συνέσεισε τῶν Ἀσσυρίων ἄνακτα, τὸ πνεῦμα διωκόμενον, ἐχρημάτισε δὲ ἄγγελος τῆς σῆς, Πάτερ ἀρετῆς καὶ θείας χάριτος· τοὺς γὰρ αὐτὸν οἶδε δοξάζειν Θεὸς δοξάζοντας.

Θεοτοκίον

Εὐφραίνονται ἐν σοὶ Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τόκου καὶ μετὰ γέννησιν.

Τοῦ Γερμανοῦ

Ὁ αὐτὸς

υθμίζεται ταῖς διδαχαῖς σου Πάνσοφε, καὶ λόγοις τὸ βασίλειον ἱεράτευμα, λαός τε τοῦ Χριστοῦ, ὁ ἡγιασμένος καὶ θεόκλητος, καὶ πρὸς Θεόν, καθοδηγεῖται ταῖς ὑποθήκαις σου.

Μνημόνευε τῶν σὲ ὑμνούντων Ὅσιε, Θεῷ νῦν παριστάμενος, καὶ πληρούμενος τῆς θείας καλλονῆς, καὶ τῆς ἀκηράτου ὡραιότητος, πρὸς τὴν ζωήν, καθοδηγῆσαι ταῖς ἱκεσίαις σου.

νάβασιν σοφῶς τοῦ βίου τέθεικας, ἐκ δόξης καὶ δυνάμεως, πρὸς οὐράνιον σὺ δόξαν καὶ ἰσχύν, Ἔνδοξε προβαίνων ταῖς ἀσκήσεσιν, ἕως Χριστῷ, τῷ ποθουμένῳ χαίρων ὡμίλησας.

Θεοτοκίον

Νῦν Πάναγνε τὸν σὸν οἰκέτην λύτρωσαι, ἐκ πάσης περιστάσεως, τρικυμίας τε καὶ ζάλης τῶν παθῶν, καὶ πρὸς σὸν λιμένα καθοδήγησον· σὺ γὰρ ἐμοῦ, καὶ προστασία καὶ ἐπανόρθωσις.

Ὁ Εἱρμὸς

κύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

Κοντάκιον κοινὸν

Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

εραρχῶν τὴν θαυμαστὴν ξυνωρίδα, ἀνευφημήσωμεν πιστοὶ κατὰ χρέος, σὺν Γερμανῷ τὸν θεῖον Ἐπιφάνιον· οὗτοι γὰρ κατέφλεξαν, τῶν ἀθέων τὰς γλώσσας, δόγματα σοφώτατα, διαθέμενοι πᾶσι, τοῖς ὀρθοδόξως μέλπουσιν ἀεί, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

Ὁ Οἶκος

ς Ἱερέων καλλονήν, καὶ δόξαν ὀρθοδόξων, δυάδα τὴν ἁγίαν τιμήσωμεν ἀξίως· οὗτοι γὰρ ὤφθησαν ἡμῖν πύργοι ἀσφαλείας, κατ' ἐχθρῶν τῶν ὁρατῶν καὶ ἀοράτων πάντοτε, τῆς πίστεως στῦλοι ἀκλόνητοι, καὶ τῆς Ἐκκλησίας θεῖος κόσμος, ὃν φοροῦσα ὀρθοτομεῖ, εὐθύμως βοῶσα· Εὐφράνθη ἐν ἐμοὶ τὸ πνεῦμά μου ὄντως, τὴν στολὴν μου ὥσπερ πρὶν ἀπολαβούσῃ, ἣν αἱρετικοὶ διέρρηξαν, μὴ ὑμνοῦντες τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

 

Συναξάριον

Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου, Ἐπισκόπου Κωνσταντίας τῆς Κύπρου.

Στίχοι

Φανεὶς Ἐπιφάνιος ἐν Κύπρῳ μέγας,

Κλέος παρ᾽ αὐτῇ καὶ θανὼν ἔχει μέγα.

Τῇ δυσκαιδεκάτῃ Ἐπιφάνιον μόρος εἷλε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γερμανοῦ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Στίχοι

Χαίρων ἀφεὶς γῆν Γερμανὸς καὶ γῆς θρόνον,

Γῆς Δημιουργοῦ τὸν θρόνον χαίρει βλέπων.

Ταῖς αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἐπιφανίου

δὴ ζ'

Σὲ νοητήν, Θεοτόκε κάμινον

κ θεϊκῆς, δεδεγμένος χάριτος, τὴν τῶν θαυμάτων δωρεάν, τοῖς αἰτοῦσί σε δωρεάν, Πάτερ τὰ ἰάματα, ἅπασι διένειμας, ὡς ὁ Δεσπότης προσέταξεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Πίπτει ποδῶν, σοῦ προκυλινδούμενος, ὁ Ἀσσυρίων βασιλεύς· εὐλαβεῖσθε γὰρ ἀρετήν, οἶδε καὶ πολέμιος· ἅπας ὑποπίπτει δέ, οἷς ἐνοικῶν Χριστὸς ἀναπαύεται, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Λόγος σιγᾷ, τῶν κατορθωμάτων σου, καὶ τῶν θαυμάτων τὴν πληθύν, τὸ κατ' ἔπος οὐ δυνηθείς, φράσαι Παμμακάριστε· ψάμμον ὑπερέβη γάρ, ὧν ὁ Χριστὸς σοι δεδώρηται, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τριαδικὸν

τριφεγγής, ἑνιαία ἄληπτος, ἀπείρου ἄβυσσος φωτός, ἐποπτεύοις σοὺς ὑμνητάς, ὁ ὑπερυψούμενος, ἄναρχος ἀρχή, Πατήρ, Υἱὸς καὶ Πνεῦμα συναΐδιον, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον

Σὲ Ἰακώβ, Θεοτόκε κλίμακα, προφητικῶς κατανοεῖ· διὰ σοῦ γὰρ ἐπὶ τῆς γῆς, ὁ ὑπερυψούμενος, ὤφθη τοῖς ἀνθρώποις τε, συνανεστράφη ὡς ηὐδόκησεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τοῦ Γερμανοῦ

Ὁ αὐτὸς

λην ἐν σοί, τὴν αὐγὴν τοῦ Πνεύματος, εἰσδεδεγμένος ἀληθῶς, ἀναβρύεις ὡς ποταμός, Πάτερ ἀξιάγαστε, δόγματα σωτήρια, θεοτερπῆ τε διδάγματα, τὸν αἰνετόν μεγαλύνων, Θεὸν καὶ ὑπερένδοξον.

μνολογῶν, εὐσεβῶς ἐφαίδρυνας, τὰς τοῦ Δεσπότου ἑορτάς, ἀναμέλπων μελῳδικῶς, ἔνθεος, γενόμενος, πάντας τοὺς Ἁγίους τε, σαῖς μουσικαῖς ἐμεγάλυνας, πρὸς ἀρετήν ἐπαλείφων, σοφῶς τοὺς πίστει ψάλλοντας.

Τριαδικὸν

Μίαν ἀρχήν, ἑνιαίαν ἄτμητον, ἐν ὑποστάσεσι τρισί, θεολόγῳ γλώσσῃ βοῶν, πᾶσιν ἀνεκήρυξας, ἄναρχον Γεννήτορα, Μονογενῆ τε συνάναρχον, καὶ συμφυὲς θεῖον Πνεῦμα, τρανῶς καὶ ὁμοούσιον.

Θεοτοκίον

ν σοὶ ἁγνή, Θεοτόκε τίθημι, πᾶσαν ἐλπίδα, καὶ πρὸς σέ, καταφεύγω διὰ παντός. Σῶσόν με πανάμωμε, ῥῦσαι ταῖς πρεσβείαις σου, τῆς κατεχούσης συγχύσεως, καὶ ταραχῆς, τῶν δεινῶν μου παθῶν καὶ παραπτώσεων.

Τοῦ Ἐπιφανίου

δὴ η'

Ἐν καμίνῳ παῖδες

Σὺ τῷ λόγῳ ἤλεγξας σαφῶς, αἱρέσεων τὴν πλάνην, καὶ φέγγει τῆς εὐσεβείας, ἐφυγάδευσας αὐτήν, βοῶν Ἐπιφάνιε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

πὶ θρόνου ἤρθης ὑψηλοῦ· παθῶν γὰρ βασιλεύσας, σαρκός τε ἐπικρατήσας, σὺ ἐποίμανας Χριστοῦ, κραυγάζων τὸ ποίμνιον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Χορευέτω πᾶσα νοερά, καὶ λογικὴ οὐσία, τῇ μνήμῃ τοῦ Ἱεράρχου, καὶ θεράποντος Χριστοῦ, πιστῶς ἀνακράζουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεαρέστως σὺ θεολογῶν, ὡς ἄγκυραν δογμάτων, τοῖς πᾶσι θεολογίαν, καταλέλοιπας τὴν σήν, δι' ἧς ἀναμέλπομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Χαῖρε θρόνε ἔνδοξε Θεοῦ, πιστῶν χαῖρε τὸ τεῖχος, δι' ἧς φῶς τοῖς ἐν σκότει, ἐξανέτειλε Χριστός, τοῖς σὲ μακαρίζουσι καὶ βοῶσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Γερμανοῦ

Ὁ αὐτὸς

Λαμπηδόσι καὶ μαρμαρυγαῖς, φωτὸς τῆς τρισηλίου, λαμπάδος Ἱεροφάντορ, ἐνηδόμενος τανῦν, κραυγάζεις γηθόμενος· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πολυφώτου καὶ πλησιφαοῦς, Πάτερ ἠξιωμένος, χορείας ἐπουρανίου, ἐν σκηνώμασιν ἡμῶν, βοώντων μνημόνευε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ς τηρήσας τὸ θεοειδές, καὶ Θεοῦ κατ' εἰκόνα, εἰκόνας τὰς τῶν Ἁγίων, ἀνεστήλωσας εἰδώς, ἐπὶ τὸ πρωτότυπον, διαβαίνειν πᾶσαν τιμήν τε καὶ δόξαν, πανεύφημε καὶ γέρας. Κύριον ὑμνεῖτε, βοῶν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Καινῷ τρόπῳ καὶ ὑπερφυεῖ, Παρθένε συλλαβοῦσα, τὸν Λόγον τὸν τῷ Πατρί, συγκαθορώμενον Υἱόν, Παρθένος διέμεινας· Σὲ ὑμνοῦμεν πάντα τὰ ἔργα, τὸ Χαῖρέ σοι βοῶντες, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

ν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ἐπιφανίου

δὴ θ'

Τύπον ἁγνῆς

ρος πρακτικῆς ὁ βίος σου, καὶ θεωρίας θείας Πάτερ οἱ λόγοι σου, τῷ θεόφρονι, ὄντως λαῷ κατελείφθησαν, Ἐπιφάνιε μάκαρ ἀοίδιμε· διὸ σε ἐπαξίως, ἀνευφημοῦντες μακαρίζομεν.

Νύμφης τοῦ Χριστοῦ προΐστασο, τῆς Ἐκκλησίας ἔνδοξε ἐπιφάνιε, καὶ κατεύνασον, τὸν κατ' αὐτῆς ἐγειρόμενον, ταῖς πρεσβείαις σου ἄγριον κλύδωνα, ὡς ἔχων παρρησίαν, πρὸς τὸν Δεσπότην καὶ φιλάνθρωπον.

ναξ τῶν ἀνακτων Ἅγιε, μοναρχικὴ Τριάς, ἡ πάντων δεσπόζουσα, τοῖς ὑμνοῦσί σε, τὴν τῶν πταισμάτων συγχώρησιν, καὶ τοῦ βίου παντὸς τὴν κατάστασιν, ἀπείραστον παράσχου, Ἐπιφανίου ταῖς ἐντεύξεσι.

Θεοτοκίον

πας ἐγκωμίων πάναγνε, νόμος ἡττᾶται τῷ μεγέθει τῆς δόξης σου· ἀλλὰ Δέσποινα, παρ' οἰκετῶν ἀναξίων σου, ἐξ εὐνοίας δὲ σοι προσφερόμενον, προσδέχου Θεοτόκε, μέτ' εὐμενείας τὸ ἐφύμνιον.

Τοῦ Γερμανοῦ

Ὁ αὐτὸς

Λύειν καὶ δεσμεῖν τὰ πταίσματα, τὴν ἐξουσίαν οὐρανόθεν δεξάμενος, ἐννομώτατος, ὡς Ἱερεὺς παμμακάριστε, τοῖς ὑμνοῦσί σε Πάτερ τὴν ἄφεσιν, πρεσβείαις σου παράσχου, ἵνα σε πάντες μακαρίζωμεν.

Εὗρες ἀμοιβὰς τῶν πόνων σου, Ἱεροφάντορ Γερμανὲ παμμακάριστε, τὸ μακάριον, ἀπειληφὼς ἐνδιαίτημα, καὶ ζωῆς αἰωνίου λαβόμενος, καὶ θείας θεωρίας, ἀκαταπαύστως ἐμφορούμενος.

λον σεαυτὸν ἀνέθηκας, τῷ παντεπόπτῃ Λόγῳ καὶ παντοκράτορι, καλλιέρημα, ἀναδειχθεὶς ἱερώτατον, καὶ θυσίαν δεκτὴν καὶ εὐάρεστον, προσάγων τῷ Κυρίῳ, σῶν πονημάτων τὰ ἐφύμνια.

Θεοτοκίον

Στῆσον τῆς σαρκὸς τὸ φρόνημα, καὶ τῶν παθῶν Παρθένε παῦσον τὸν τάραχον, τοῦ προσφεύγοντος, Θεογεννῆτορ τῇ σκέπῃ σου, καὶ ἐλπίδος κρηπῖδά σε ἔχοντος, καὶ θείαν προστασίαν, πεπλουτηκότος καὶ ἀντίληψιν.

Ὁ Εἱρμὸς

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

Ἐξαποστειλάριον κοινὸν

Γυναῖκες ἀκουτίσθητε

Δεῦτε πιστοὶ τιμήσωμεν, τὴν θείαν καὶ πανίερον, Ἱεραρχῶν ξυνωρίδα, ἐν ὑμνῳδίαις ᾀσμάτων, τὸν θεῖον Ἐπιφάνιον, καὶ Γερμανὸν τοὺς λύσαντας, αἱρέσεων σκοτόμαιναν, καὶ εὐσεβείας ἀκτῖσι, φωτίσαντας πᾶσαν κτίσιν.

Καὶ τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ τῆς Ἑορτῆς.

Δόξα... τοῦ Ἁγίου Γερμανοῦ

Ἦχος πλ. δ'

Τῇ μελέτῃ τῶν θείων Γραφῶν σεαυτὸν παρασχόμενος, καὶ ταῖς ἐκεῖθεν ἀκτῖσι τὸν νοῦν καταυγασθείς, τῆς ἱερωτάτης ἱεραρχίας σκεῦος καθαρόν, καὶ φωτὸς ἔμπλεων ἀνεδείχθης, Γερμανὲ Πατὴρ ἡμῶν· ὅθεν καὶ ταῖς σοφαῖς σου διδασκαλίαις, τὸ τοῦ Χριστοῦ ποίμνιον, εἰς νομὰς ζωηφόρους ὁδηγήσας, καὶ Γραφικαῖς ἀποδείξεσι, τήν τῶν Εἰκονομάχων αἵρεσιν στηλιτεύσας, τῆς Ὀρθοδόξου πίστεως πρόμαχος ἐγένου, καὶ φυλακαῖς καὶ θλίψεσι προσεπάλαισας, καὶ νῦν παριστάμενος Χριστῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νν... Τῆς Ἑορτῆς

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.