The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΡΤΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Ι’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου τοῦ ἐν Κορίνθῳ, καὶ τῶν σὺν αὐτῷ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α’

Πανεύφημοι Μάρτυρες..

Κοδρᾶτε πανάριστε ζωῆς, θείας ἐφιέμενος, ζωῆς φθαρτῆς κατεφρόνησας· τῆς τῶν ῥεόντων γάρ, προτιμήσας ὕλης, τὴν ἄυλον ὕπαρξιν, τὴν ἄληκτον ἐκτήσω ἀπόλαυσιν· διὰ θανάτου γάρ, πρὸς ἀθάνατον μετέβης τρυφήν, καὶ πρὸς δόξαν τὴν μὴ διαπίπτουσαν.

Κοδρᾶτε θεόληπτε ὁδόν, Μαρτυρίου ἕδραμες, ἀνεπιστρόφῳ φρονήματι τὰ διαβήματα· ἐπλατύνθη γάρ σου, τῆς ψυχῆς καὶ ἴχνη σου, οὐδόλως τῆς ἀνδρείας ἠσθένησαν, ἐν οἷς γενόμενος ὁδηγὸς τῶν συναθλούντων σοι, πρὸς τὴν ἄνω Μητρόπολιν ἔφθασας.

Κοδρᾶτε καλλίνικε στρατόν, εἰς Θεοῦ παράταξιν, νεανικῶς ἀριθμούμενον, συνεπαγόμενος, τῶν σῶν συμμαρτύρων, στρατηγὸς ὡς ἄριστος, κατὰ τῶν ἀντιθέων ἠρίστευσας, καὶ νίκης τρόπαια, εἰληφῶς ἐν μυριάσι Χριστῷ, στεφηφόρος σὺν αὐτοῖς παρέστηκας.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε ξένον ἄκουσμα Ἁγνή, χαῖρε ξύλον ἅγιον, τοῦ Παραδείσου Θεόφυτον, χαῖρε ἐξάλειψις, πονηρῶν δαιμόνων, χαῖρε ξίφος δίστομον, ἐχθροῦ τὴν κεφαλὴν ἀποτέμνουσα, τῷ ξένῳ τόκῳ σου, Παναγία ὑπεράμωμε, ξενωθέντας ἡμᾶς ἀνακάλεσαι.

Ἢ Σταυροθεοτοκίον.

Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς  ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.

Εἰς τὸν Στίχον, τὸ Ἰδιόμελον τῆς ἡμέρας, καὶ τὸ Μαρτυρικόν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Ἢ Σταυροθεοτοκίον.

Ἦχος πλ. α'

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, τὰ Καθίσματα κατὰ τὴν τάξιν, καὶ οἱ Κανόνες τῶν Ἁγίων, καὶ τοῦ Τριῳδίου κατὰ τὴν τάξιν.

Ὁ Κανὼν τῶν Ἁγίων.

Ποίημα Ἰωσὴφ.

Ὠδὴ α’  Ἦχος δ’

Ὁ Εἱρμὸς.

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ  νεκρώσει τοῦ σώματος, ἐπινίκιον, ᾄσω μελῴδημα.

Μαρτύρων ἱερῶν, ἱερῶς ἀθλησάντων, ἱερὰ καὶ θαυμαστή, ἐπέστη ἑορτή, φωταυγείᾳ τοῦ Πνεύματος, ἅπαντας φωταγωγοῦσα, συνελθόντες φιλέορτοι, κατὰ χρέος αὐτούς μακαρίσωμεν.

ς ἥλιος φαιδρός, ἀρετῶν δᾳδουχίᾳ, ἀνατέταλκας ἡμῖν, Κοδρᾶτε ἀθλητά, φεγγοβόλοις σου λάμψεσι, σκότος τῆς πολυθεΐας, ἐκδιώκων μακάριε, καὶ φωτίζων πιστῶν τὰ συστήματα.

Τὴν πέτραν τῆς ζωῆς, Ἰησοῦν τὸν Σωτῆρα, καταγγέλλοντες Θεόν, ἠθλήσατε στερρῶς, καὶ πηγὴν ἁγιάσματος, πέτραν ὑποδεξαμένην, τῶν αἱμάτων τὰ ῥεύματα, φωταυγῆ ἀπειργάσασθε Μάρτυρες.

Θεοτοκίον.

λύος ἐκ παθῶν, λογισμῶν τρικυμίας, ἐκ βελῶν τοῦ πονηροῦ, ἐκ πάσης προσβολῆς, ἐναντίας διάσωσον, ἄχραντε Θεοκυῆτορ, τὰς ψυχὰς τῶν ὑμνούντων σου, τὸν ἀνέκφραστον τόκον Πανάμωμε.

 

Ὠδὴ   γ’  Ὁ Εἱρμὸς.

τι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε Συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.

Οἱ στερροὶ ἀδάμαντες, τυμπανιζόμενοι ξίφει, καὶ ἀλγεινῶν ἰδέαις, προσομιλοῦντες καρτερῶς, τῷ θαυμαστῷ Θεῷ ἡμῶν ἐκραυγαζον· Ἅγιος εἶ Κύριε.

Τῇ σοφίᾳ Κοδρᾶτος, τῇ  θεοδότῳ κατήργει, Ἑλληνικῆς σοφίας ἐρεσχελίας ἐναθλῶν, καὶ τοῖς  οἰκείοις αἵμασιν, ἐν Πνεύματι θείῳ καλλυνόμενος.

Σὺν Κοδράτῳ Ἄνεκτον, καὶ σὺν τῷ Παύλῳ Κρήσκεντα, Κυπριανὸν τὸν θεῖον, καὶ Διονύσιον ὁμοῦ, εὐσεβοφρόνως μέλψωμεν, τοῖς  ᾄσμασι, πίστει ἐναθλήσαντας.

Θεοτοκίον.

Νοῦς οὐδὲ οὐράνιος, τὴν ὑπὲρ νοῦν σου λοχείαν, διερμηνεῦσαι Κόρη δύναται· Νοῦ γὰρ τοῦ πρώτου ἐν γαστρί, Λόγον Ἁγνὴ συνέλαβες, τὸν τὰ πάντα λόγῳ συστησάμενον.

Κάθισμα.  Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. 

Τῇ καρτερίᾳ τῶν δεινῶν θανατώσας, τὸν ὑπερήφανον ἐχθρὸν Ἀθλοφόρε, τὸν διὰ ξίφους θάνατον ὑπέμεινας, ἅμα τοῖς  συνάθλοις σου, τοῖς  πανσόφοις Κοδρᾶτε· ὅθεν ἑορτάζομεν, τὴν σεπτὴν ὑμῶν μνήμην, ἀναβοῶντες· Μνήσθητε ἡμῶν, πρὸς τὸν Δεσπότην, ἀήττητοι Μάρτυρες.

Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσα Χριστέ· Οἴμοι ποθεινότατε Ἰησοῦ! ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.

 

Ὠδὴ   δ’ Ὁ Εἱρμὸς.

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ  ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ  δυνάμει σου.

Τῆς σοφίας σου τῷ λόγῳ, τοὺς ἀσόφους κατῄσχυνας, καὶ τῇ  παραινέσει, τῶν θεοπειθῶν διδαγμάτων σου Μάρτυς Κοδρᾶτε ζωγρήσας θεῖον, Ἄνεκτον, τῷ Δεσπότῃ σου, καρτερικὸν φέρεις Μάρτυρα.

κ σπαργάνων ᾠκειώθης, τῷ τὰ πάντα ποιήσαντι, ἐκ παιδὸς τελείου, φρόνημα ἀνδρὸς ἐπιδέδειξαι, καὶ τὴν σοφίαν ποθήσας, ὅλος γέγονας, καθαρώτατον, Μάρτυς Χριστοῦ ἐνδιαίτημα.

ἐξάφωτος λυχνία, τῶν Μαρτύρων σου Κύριε, μυστικῷ ἐλαίῳ, ἐπαρδευομένη ἐμείωσε, πολυθεΐας τὴν νύκτα καὶ κατηύγασε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ  δυνάμει σου.

Θεοτοκίον.

ἁγία Θεοτόκος, ἣν οἰκῆσαι ηὐδόκησεν ὡς εὐώδη οἶκον, Λόγος τοῦ Πατρὸς ὁμοούσιος, οὐ κατεφλέχθη τὴν μήτραν, οὐκ ὠδίνησε· καὶ γὰρ τέτοκεν, Ἐμμανουὴλ τόν Θεάνθρωπον.

Ὠδὴ   ε’  Ὁ Εἱρμὸς.

Τὸν φωτισμόν σου Κύριε, κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς τῶν πταισμάτων λῦσον ἀγαθέ, τὴν σὴν εἰρήνην οὐρανόθεν δωρούμενος.

Τῷ φωτισμῷ τῆς γνώσεως, ἀγνοίας τὴν ἀχλύν, ἀποδιώκων Κυρίῳ προσάγεις, δῆμον Ἀθλητῶν σοφὲ Κοδρᾶτε, σὺν αὐτοῖς στεφανούμενος.

σκητικῶς τὸ πρότερον, νικήσας τῶν παθῶν, ἐπαναστάσεις τὸ δεύτερον, εἷλες κράτος δυσσεβῶν, Κοδρᾶτε Μάρτυς, ἐναθλήσας στερρότατα.

ναστομοῦται ἄνικμος, ἡ πέτρα προχοαῖς, σεπτῶν αἱμάτων καὶ ῥεῖθρον διαυγές, δίδωσι, πιστοὺς καθαγιάζον, θεϊκαῖς ἐπινεύσεσι.

Θεοτοκίον.

πλαστουργήσας ἄχραντε, τὴν Εὔαν ἐκ πλευρᾶς, σοῦ ἐκ νηδύος Ἁγνὴ πλαστουργεῖται, σῶσαι τὸν Ἀδὰμ δι' εὐσπλαγχνίαν, βουληθεὶς ὡς φιλάνθρωπος.

 

Ὠδὴ   ς’  Ὁ Εἱρμὸς.

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.

ξάριθμος, Ἀθλοφόρων χορὸς ἡμῖν ἔλαμψεν, ὡς ἀστέρων, Ἐκκλησίας σεπτῷ στερεώματι, τοὺς πιστοὺς φωτίζων, καὶ τῆς πλάνης σκεδάζων σκοτόμαιναν.

Τὸ πέλαγος, τῶν βασάνων διήλθετε Μάρτυρες, ἀκυμάντως, καὶ τῆς ἄνω γαλήνης ἐτύχετε, τῶν πιστῶν λιμένες, γεγονότες καὶ πρέσβεις θερμότατοι.

Αἰνέσωμεν, σὺν Ἀνέκτῳ Κοδρᾶτον τὸν ἔνδοξον, καὶ σὺν Παύλῳ, Κυπριανὸν Διονύσιον Κρήσκεντα, τῆς Χριστοῦ ἀμπέλου, τὰ καλὰ καὶ κατάκαρπα κλήματα.

Θεοτοκίον.

Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐθεούργησας· διὰ τοῦτο πάντες, ἀσιγήτοις φωναῖς σὲ δοξάζομεν.

Τὸ Μαρτυρικὸν τοῦ ἤχου.

Συναξάριον.

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου τοῦ ἐν Κορίνθῳ, καὶ τῶν σὺν αὐτῷ, Ἀνέκτου, Παύλου, Διονυσίου, Κυπριανοῦ καὶ Κρήσκεντος.

Στίχοι

Τῶν δυσσεβῶν τὴν πίστιν ὕβρεσι πλύνας

Τμηθεὶς Κοδρᾶτε σῶν ἀφ' αἱμάτων πλύνῃ.

Γνωστοῖς Ἄνεκτον σὺν δυσὶ κτείνει ξίφος,

Οἷς οὐκ ἀνεκτὸν μὴ θανεῖν Θεοῦ χάριν.

ρῶν καταθνῄσκοντα Κρήσκεντα ξίφει,

Σπεύδει σὺν αὐτῷ Κυπριανὸς τεθνάναι.

μφὶ δεκάτῃ Κοδρᾶτον ξίφος ἐγκατέπεφνε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀναστασίας τῆς Πατρικίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μαρκιανὸς ξύλοις θλασθεὶς τελειοῦται.

Στίχοι

θαύμασαν βροτοὶ σε θλασθέντα ξύλοις,

μὴν λέγω σοι, Μαρκιανέ, καὶ νόες.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν.

Ὠδὴ   ζ’ Ὁ Εἱρμὸς.

διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

ν τῷ πυρὶ τῶν αἰκισμῶν, ἄνωθεν δεχόμενοι δρόσον, ὑπομονῆς σὺν τοῖς  Παισίν, οἱ γενναῖοι ἐκραύγαζον Μάρτυρες· Ὑπερύμνητε, Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Τῇ ἐπομβρίᾳ τοῦ σεπτοῦ, αἵματος ὑμῶν Ἀθλοφόροι, πέτρα ἡ ἄνικμος τὸ πρίν, ἀνεστόμωται ῥεῖθρα προχέουσα, ἰαμάτων, τοῖς  μέλπουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

ς μυροθήκη νοητή, μύρα ἰαμάτων Κοδρᾶτε, ἡ τῶν λειψάνων σου σορός, ἀναβλύζει παθῶν ἀπελαύνουσα, τὸ δυσῶδες καὶ φλέγουσα, τῶν δαιμόνων παρατάξεις θείᾳ προνοίᾳ.

Θεοτοκίον.

Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός σου, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, βροτῶν τε συστήματα, ὁ ἡμᾶς λυτρωσάμενος, τῆς κατάρας τῆς ἀρχαίας εὐλογητὸς εἶ.

Ὠδὴ η’  Ὁ Εἱρμὸς.

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Λαμπρυνθεὶς ταῖς τῶν ἄθλων λαμπρότησι, στεφηφόρος Κυρίῳ παρίστασαι, σὺν τοῖς  συνάθλοις ἔνδοξε, ἀναμέλπων Κοδρᾶτε· Πάντα τὰ ἔργα εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ρετῶν τῷ φωτὶ καλλυνόμενος, ἐπὶ τέλει Μαρτύρων λαμπρότητα, κατεκληρώσω πάνσοφε, ἀναμέλπων Κοδρᾶτε· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Προτειχίσματα Κόρινθος κέκτηται, τῶν Ἁγίων τε τίμια λείψανα, καὶ ἰατρεῖον ἄμισθον, τὸν ναόν, ἔνθα πίστει, πᾷς ὁ προστρέχων, ἀλγεινῶν καὶ παθῶν ἀπαλλάττεται.

Θεοτοκίον.

Λυτρωθέντες ἀρᾶς τῆς Προμήτορος, διὰ σοῦ τῆς Ἁγνῆς Θεομήτορος, εὐλογημένη Δέσποινα, εὐλογοῦμέν σε πίστει, καὶ μελῳδοῦμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Ὠδὴ   θ’  Ὁ Εἱρμὸς.

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

χῶρες ἡμῖν μαρτυρικοὶ ἐκπέμπουσιν, εὐωδίαν πλήρη χάριτος, αἵματα τούτων ἰαμάτων, προχέουσι κρουνοὺς θείῳ Πνεύματι, καὶ πάθη τῶν ψυχῶν θεραπεύουσιν, οὕς ἐπαξίως μακαρίσωμεν.

ραῖος στιγμάτων καλλοναῖς γενόμενος, τοῖς  Ἀγγέλοις ἐξωμοίωσαι, αἵματι δὲ τῷ ἐκχυθέντι, Κοδρᾶτε ἐπιβὰς ὡς ἐν ἅρματι, ἀνέπτης πρὸς τὰ ἄνω βασίλεια, γέρα τῶν πόνων κομισόμενος.

Σταλάζων τὸν θεῖον γλυκασμὸν ἐκ στόματος, Ἀθλοφόρων δῆμον ἔπεισας, Μάρτυς Κοδρᾶτε, συναθλεῖν σοι τόν, Ἄνεκτον καὶ Παῦλον καὶ Κρήσκεντα, Κυπριανόν τε καὶ σοφὸν Διονύσιον, οἷς συγχορεύεις ἀξιάγαστε.

μέραν ἑόρτιον ὑμῶν τὴν ἄθλησιν, Ἀθλοφόροι πάντες ἄγομεν· ταύτῃ γὰρ στέφος ἀφθαρσίας, ἀράμενοι υἱοὶ χρηματίζετε, φωτός τε καὶ ἡμέρας χορεύοντες, περὶ τόν θρόνον τοῦ Παντάνακτος.

Θεοτοκίον.

Φανεῖσα τοῦ πάντων Ποιητοῦ λοχεύτρια, ὑπὲρ πάντα νοῦν πανάμωμε, τῶν οὐρανῶν ὑψηλοτέρα ἐδείχθης καὶ τῶν ὅλων δεσπόζουσα Παρθένε Θεοτόκε πανύμνητε· ὅθεν σε πάντες μεγαλύνομεν.

Τὸ Φωταγωγικόν, τὸ Ἰδιόμελον τῆς ἡμέρας σὺν τῷ Μαρτυρικῷ,

Καὶ Θεοτοκίον, ἢ Σταυροθεοτοκίον. Αἱ μετάνοιαι, ἡ Α’ Ὥρα, ὡς σύνηθες καὶ Ἀπόλυσις.